§272ΣΩ. ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφʼ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά οἱ, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, ταῦτα δʼ ἤδη πάντα ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη μάθῃ λόγων, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δʼ οὔ·
苏格拉底:而当他能够充分陈述何种人会被何种言辞说服,并且在场时能够敏锐地察知并向自己表明:“这就是那个人,这就是当时讨论的本性,现在它实际上呈现在他面前,必须用这些言辞以这种方式施加于其上,以达到说服这些人的目的”——当他已经掌握了这一切,并进一步掌握了何时该说、何时该止的时机,以及简短言辞、哀怜言辞、夸张言辞,和一切他可能学到的言辞形态的合宜与不合宜时,那他的艺术才算精美而完全地完成了,在此之前则不然。
ἀλλʼ ὅτι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ.
但是,如果在说话、教学或撰写中,有人遗漏了其中的任何一项,却声称自己是在凭技术说话,那么不被说服(不相信他)的人就占了上风。
τί δὴ οὖν; φήσει ἴσως ὁ συγγραφεύς, ὦ Φαῖδρέ τε καὶ Σώκρατες, δοκεῖ οὕτως;
那么,写作者大概会说:“帕德罗斯、苏格拉底,情况看起来是这样吗?
μὴ ἄλλως πως ἀποδεκτέον λεγομένης λόγων τέχνης;
难道不应该以其他方式来接受所谓的言辞艺术吗?
ΦΑΙ. ἀδύνατόν που, ὦ Σώκρατες, ἄλλως· καίτοι οὐ σμικρόν γε φαίνεται ἔργον.
” 帕德罗斯:苏格拉底,以其他方式想必是不可能的;不过,这看起来确实不是一件小事。
ΣΩ. ἀληθῆ λέγεις.
苏格拉底:你说得对。
τούτου τοι ἕνεκα χρὴ πάντας τοὺς λόγους ἄνω καὶ κάτω μεταστρέφοντα ἐπισκοπεῖν εἴ τίς πῃ ῥᾴων καὶ βραχυτέρα φαίνεται ἐπʼ αὐτὴν ὁδός, ἵνα μὴ μάτην πολλὴν ἀπίῃ καὶ τραχεῖαν, ἐξὸν ὀλίγην τε καὶ λείαν.
正是为了这个缘故,我们必须把所有的论点颠来倒去地加以考察,看看是否有某条更平易、更短捷的道路通向它,免得在有短而平坦的道路可走时,却徒然走上一条漫长而崎岖的道路。
ἀλλʼ εἴ τινά πῃ βοήθειαν ἔχεις ἐπακηκοὼς Λυσίου ἤ τινος ἄλλου, πειρῶ λέγειν ἀναμιμνῃσκόμενος.
但是,如果你从听过莱西亚斯或其他人的话中得到了什么启发,请试着回忆并说出来。
ΦΑΙ. ἕνεκα μὲν πείρας ἔχοιμʼ ἄν, ἀλλʼ οὔτι νῦν γʼ οὕτως ἔχω.
帕德罗斯:为了尝试,我也许能想出一些,但现在一下子还不行。
ΣΩ. βούλει οὖν ἐγώ τινʼ εἴπω λόγον ὃν τῶν περὶ ταῦτά τινων ἀκήκοα;
苏格拉底:那么,你希望我讲一讲我从那些关心这些事的人那里听到的论点吗?
ΦΑΙ. τί μήν;
帕德罗斯:那还用说吗?
ΣΩ. λέγεται γοῦν, ὦ Φαῖδρε, δίκαιον εἶναι καὶ τὸ τοῦ λύκου εἰπεῖν.
苏格拉底:帕德罗斯,至少人们常说,听一听狼的辩护也是公道的。
ΦΑΙ. καὶ σύ γε οὕτω ποίει.
帕德罗斯:那你就这样做吧。
ΣΩ. φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδʼ ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους·
苏格拉底:那么他们说,根本不需要把这些事情弄得如此庄严,也不需要通过长途的兜圈子引向高远之处。
παντάπασι γάρ, ὃ καὶ κατʼ ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι.
因为,正如我们在这一论述的开始时所说,将要成为合格修辞家的人,对于正义或善良的事物,乃至对于在天性或教育上属于这种性质的人,都完全不需要分享真理。
τὸ παράπαν γὰρ οὐδὲν ἐν τοῖς δικαστηρίοις τούτων ἀληθείας μέλειν οὐδενί, ἀλλὰ τοῦ πιθανοῦ· τοῦτο δʼ εἶναι τὸ εἰκός, ᾧ δεῖν προσέχειν τὸν μέλλοντα τέχνῃ ἐρεῖν.
因为在法庭上,根本没有人关心这些事情的真理,而只关心说服力;这就是“盖然性(尤甚合理性)”,是用技术进行演说的人必须关注的。
οὐδὲ γὰρ αὐτὰ τὰ πραχθέντα δεῖν λέγειν ἐνίοτε, ἐὰν μὴ εἰκότως ᾖ πεπραγμένα, ἀλλὰ τὰ εἰκότα, ἔν τε κατηγορίᾳ καὶ ἀπολογίᾳ, καὶ πάντως λέγοντα τὸ δὴ εἰκὸς διωκτέον εἶναι, πολλὰ εἰπόντα χαίρειν τῷ ἀληθεῖ·
因为有时甚至连实际发生的事实也不应当说,如果它们看起来不合乎情理的话,而应当在起诉和申辩中都说那些合乎情理的事。 总之,演说者必须追求这种情理,在说了很多之后,便对真理说声再见。
τοῦτο γὰρ διὰ παντὸς τοῦ λόγου γιγνόμενον τὴν ἅπασαν τέχνην πορίζειν.
因为这贯穿于整个演说之中,便提供了全部的艺术。
§273ΦΑΙ. αὐτά γε, ὦ Σώκρατες, διελήλυθας ἃ λέγουσιν οἱ περὶ τοὺς λόγους τεχνικοὶ προσποιούμενοι εἶναι·
帕德罗斯:苏格拉底,你已经把那些自诩为言辞技术专家的人所说的话,原原本本地叙述了一遍。
ἀνεμνήσθην γὰρ ὅτι ἐν τῷ πρόσθεν βραχέως τοῦ τοιούτου ἐφηψάμεθα, δοκεῖ δὲ τοῦτο πάμμεγα εἶναι τοῖς περὶ ταῦτα.
我想起来了,我们之前曾简短地触及过这类事情,而这在那些关心这些事的人看来,似乎是一件极重大的事情。
ΣΩ. ἀλλὰ μὴν τόν γε Τεισίαν αὐτὸν πεπάτηκας ἀκριβῶς·
苏格拉底:然而实际上,你已经把蒂西亚斯本人研究得透透彻彻了。
εἰπέτω τοίνυν καὶ τόδε ἡμῖν ὁ Τεισίας, μή τι ἄλλο λέγει τὸ εἰκὸς ἢ τὸ τῷ πλήθει δοκοῦν.
那么,让蒂西亚斯也告诉我们这一点:他所说的 “盖然性”是否就是大众所认为的事情,除此之外还有什么?
ΦΑΙ. τί γὰρ ἄλλο;
帕德罗斯:还能有什么呢?
ΣΩ. τοῦτο δή, ὡς ἔοικε, σοφὸν εὑρὼν ἅμα καὶ τεχνικὸν ἔγραψεν ὡς ἐάν τις ἀσθενὴς καὶ ἀνδρικὸς ἰσχυρὸν καὶ δειλὸν συγκόψας, ἱμάτιον ἤ τι ἄλλο ἀφελόμενος, εἰς δικαστήριον ἄγηται, δεῖ δὴ τἀληθὲς μηδέτερον λέγειν, ἀλλὰ τὸν μὲν δειλὸν μὴ ὑπὸ μόνου φάναι τοῦ ἀνδρικοῦ συγκεκόφθαι, τὸν δὲ τοῦτο μὲν ἐλέγχειν ὡς μόνω ἤστην, ἐκείνῳ δὲ καταχρήσασθαι τῷ
"πῶς δʼ ἂν ἐγὼ τοιόσδε τοιῷδε ἐπεχείρησα;
苏格拉底:显然,他发现了这一既聪明又具有技术性的诀窍,于是写道:如果一个身体虚弱但勇敢的男子,殴打了另一个身体强壮但懦弱的男子,夺走了他的外套或别的东西,并被带上法庭,那么双方都不应当说真话。 懦弱的男子应该说自己不是被那个勇敢的男子独自殴打的,而勇敢的男子应该证实只有他们两个人在场,并且利用那句台词: “像我这样的人,怎么会去打像他那样的人呢?
"
ὁ δʼ οὐκ ἐρεῖ δὴ τὴν ἑαυτοῦ κάκην, ἀλλά τι ἄλλο ψεύδεσθαι ἐπιχειρῶν τάχʼ ἂν ἔλεγχόν πῃ παραδοίη τῷ ἀντιδίκῳ. καὶ περὶ τἆλλα δὴ τοιαῦτʼ ἄττα ἐστὶ τὰ τέχνῃ λεγόμενα.
” 而对方当然不愿吐露自己的懦弱,因而在企图用别的谎言进行欺骗时,也许会把某种反驳的机会拱手让给对手。 法庭上凭技术说出的其他类似事情也大抵如此。
οὐ γάρ, ὦ Φαῖδρε;
难道不是吗,帕德罗斯?
ΦΑΙ. τί μήν;
帕德罗斯:那还用说吗?
ΣΩ. φεῦ, δεινῶς γʼ ἔοικεν ἀποκεκρυμμένην τέχνην ἀνευρεῖν ὁ Τεισίας ἢ ἄλλος ὅστις δή ποτʼ ὢν τυγχάνει καὶ ὁπόθεν χαίρει ὀνομαζόμενος.
苏格拉底:天哪,蒂西亚斯,或者任何一个他碰巧是的人、无论他喜欢被称为来自哪里的人,似乎都发现了一种极其隐秘的艺术。
ἀτάρ, ὦ ἑταῖρε, τούτῳ ἡμεῖς πότερον λέγωμεν ἢ μὴ—
ΦΑΙ. τὸ ποῖον;
但是,我的朋友,我们对他是说还是不说—— 帕德罗斯:说什么?
ΣΩ. ὅτι, ὦ Τεισία, πάλαι ἡμεῖς, πρὶν καὶ σὲ παρελθεῖν, τυγχάνομεν λέγοντες ὡς ἄρα τοῦτο τὸ εἰκὸς τοῖς πολλοῖς διʼ ὁμοιότητα τοῦ ἀληθοῦς τυγχάνει ἐγγιγνόμενον· τὰς δὲ ὁμοιότητας ἄρτι διήλθομεν ὅτι πανταχοῦ ὁ τὴν ἀλήθειαν εἰδὼς κάλλιστα ἐπίσταται εὑρίσκειν.
苏格拉底:“蒂西亚斯啊,早在你出现之前,我们就碰巧说过:这种盖然性其实是因为与真理相似而产生于大众之中的;而我们刚才已经论述过,在任何地方,只有知道真理的人才最擅长发现这些相似之处。
ὥστʼ εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν· εἰ δὲ μή, οἷς νυνδὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τε ἀκουσομένων τὰς φύσεις διαριθμήσηται, καὶ κατʼ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ δυνατὸς ᾖ καθʼ ἓν ἕκαστον περιλαμβάνειν, οὔ ποτʼ ἔσται τεχνικὸς λόγων πέρι καθʼ ὅσον δυνατὸν ἀνθρώπῳ.
所以,如果你对言辞艺术还有什么别的说法,我们愿意洗耳恭听;但如果没有,我们就会坚持我们刚才所论述的:即除非一个人能数算出听众们的本性,并能将存在之物按形态进行分类,且能用单一理念来概括每一个体,否则,在人类可能的范围内,他绝不会成为言辞的专家。
ταῦτα δὲ οὐ μή ποτε κτήσηται ἄνευ πολλῆς πραγματείας·
而这些东西,若无艰苦的努力是绝不可能获得的。
ἣν οὐχ ἕνεκα τοῦ λέγειν καὶ πράττειν πρὸς ἀνθρώπους δεῖ διαπονεῖσθαι τὸν σώφρονα, ἀλλὰ τοῦ θεοῖς κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένως δὲ πράττειν τὸ πᾶν εἰς δύναμιν.
一个清醒明智的人,不应当为了在人前说话和行事而下这种苦功,而应当为了能够说出取悦于神明的话,并尽最大可能在一切事上行事取悦于神明,才去承受这一劳苦。 ”