Humanitext Reader

柏拉图 · 斐德罗篇 §276-277

铭刻于灵魂的活言辞与辩证法的要求

第 27 段,共 28 段 · 希腊语

内容简介

苏格拉底通过“阿多尼斯的花园”这一隐喻,对比了写在学习者灵魂中的活的言辞与僵死的文字。他指出,真正的修辞术需要通过辩证法来掌握事物的真相、进行定义和分类,并根据听者灵魂的本性来定制言辞。

§276ΣΩ. τί δʼ; ἄλλον ὁρῶμεν λόγον τούτου ἀδελφὸν γνήσιον, τῷ τρόπῳ τε γίγνεται, καὶ ὅσῳ ἀμείνων καὶ δυνατώτερος τούτου φύεται;
苏格拉底:“那么,我们是否能看到这篇言辞的另一个嫡出兄弟,它是如何产生的,以及它生来比这篇要优秀和强大多少?
ΦΑΙ. τίνα τοῦτον καὶ πῶς λέγεις γιγνόμενον;
” 帕德罗斯:“你说的这篇言辞是什么,又是如何产生的?
ΣΩ. ὃς μετʼ ἐπιστήμης γράφεται ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ, δυνατὸς μὲν ἀμῦναι ἑαυτῷ, ἐπιστήμων δὲ λέγειν τε καὶ σιγᾶν πρὸς οὓς δεῖ.
” 苏格拉底:“那篇伴随着知识被写在学习者灵魂之中的言辞,它能够防卫自己,并且懂得对该说话的人说话,对该保持沉默的人保持沉默。
ΦΑΙ. τὸν τοῦ εἰδότος λόγον λέγεις ζῶντα καὶ ἔμψυχον, οὗ ὁ γεγραμμένος εἴδωλον ἄν τι λέγοιτο δικαίως.
” 帕德罗斯:“你指的是知晓者的、活生生的、有灵魂的言辞,而那写下来的言辞可以被公正地称为它的某种幻影。
ΣΩ. παντάπασι μὲν οὖν. τόδε δή μοι εἰπέ·
” 苏格拉底:“完全如此。
ὁ νοῦν ἔχων γεωργός, ὧν σπερμάτων κήδοιτο καὶ ἔγκαρπα βούλοιτο γενέσθαι, πότερα σπουδῇ ἂν θέρους εἰς Ἀδώνιδος κήπους ἀρῶν χαίροι θεωρῶν καλοὺς ἐν ἡμέραισιν ὀκτὼ γιγνομένους, ἢ ταῦτα μὲν δὴ παιδιᾶς τε καὶ ἑορτῆς χάριν δρῴη ἄν, ὅτε καὶ ποιοῖ·
那么请告诉我:一个有理智的农夫,对于他所关心的、希望能够结出果实的种子,会在夏天认真地播种到‘阿多尼斯的花园’里,并因为看到它们在八天内变得美丽而高兴吗?
ἐφʼ οἷς δὲ ἐσπούδακεν, τῇ γεωργικῇ χρώμενος ἂν τέχνῃ, σπείρας εἰς τὸ προσῆκον, ἀγαπῴη ἂν ἐν ὀγδόῳ μηνὶ ὅσα ἔσπειρεν τέλος λαβόντα;
还是说,如果他真这样做,也只是为了娱乐和节日,而对于他认真对待的种子,他会运用农业技术,播种在适宜的土地上,并在第八个月看到他所播种的东西成熟而感到欣慰?
ΦΑΙ. οὕτω που, ὦ Σώκρατες, τὰ μὲν σπουδῇ, τὰ δὲ ὡς ἑτέρως ἂν ᾗ λέγεις ποιοῖ.
” 帕德罗斯:“苏格拉底,大概正如你所说,他会认真对待有些事情,而对另一些则以不同的方式处理。
ΣΩ. τὸν δὲ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν ἐπιστήμας ἔχοντα τοῦ γεωργοῦ φῶμεν ἧττον νοῦν ἔχειν εἰς τὰ ἑαυτοῦ σπέρματα;
” 苏格拉底:“那么,对于正义、美和善拥有知识的人,在对待自己的种子时,我们会说他比农夫还缺乏理智吗?
ΦΑΙ. ἥκιστά γε.
” 帕德罗斯:“绝非如此。
ΣΩ. οὐκ ἄρα σπουδῇ αὐτὰ ἐν ὕδατι γράψει μέλανι σπείρων διὰ καλάμου μετὰ λόγων ἀδυνάτων μὲν αὑτοῖς λόγῳ βοηθεῖν, ἀδυνάτων δὲ ἱκανῶς τἀληθῆ διδάξαι.
” 苏格拉底:“因此,他不会认真地用芦苇笔把它们写在黑墨水里,播种在无法用言辞自助、也无法充分传授真理的言论中。
ΦΑΙ. οὔκουν δὴ τό γʼ εἰκός.
” 帕德罗斯:“至少这看起来不合情理。
ΣΩ. οὐ γάρ·
” 苏格拉底:“的确如此。
ἀλλὰ τοὺς μὲν ἐν γράμμασι κήπους, ὡς ἔοικε, παιδιᾶς χάριν σπερεῖ τε καὶ γράψει, ὅταν γράφῃ, ἑαυτῷ τε ὑπομνήματα θησαυριζόμενος, εἰς τὸ λήθης γῆρας ἐὰν ἵκηται, καὶ παντὶ τῷ ταὐτὸν ἴχνος μετιόντι, ἡσθήσεταί τε αὐτοὺς θεωρῶν φυομένους ἁπαλούς·
相反,对于在文字中建起的‘花园’,他显然只是为了娱乐而播种并书写,当他书写时,是在为自己防备那伴随着遗忘的老年(如果他能活到那时)而积累备忘录,同时也为了每一个追踪相同足迹的人;当看到这些花园长得生机勃勃时,他会感到高兴。
ὅταν δὲ ἄλλοι παιδιαῖς ἄλλαις χρῶνται, συμποσίοις τε ἄρδοντες αὑτοὺς ἑτέροις τε ὅσα τούτων ἀδελφά, τότʼ ἐκεῖνος, ὡς ἔοικεν, ἀντὶ τούτων οἷς λέγω παίζων διάξει.
当其他人沉溺于其他的娱乐——比如用宴会灌溉自己以及其他与此相仿的事情——时,他显然会以我所说的这些娱乐来度过时光。
ΦΑΙ. παγκάλην λέγεις παρὰ φαύλην παιδιάν, ὦ Σώκρατες, τοῦ ἐν λόγοις δυναμένου παίζειν, δικαιοσύνης τε καὶ ἄλλων ὧν λέγεις πέρι μυθολογοῦντα.
” 帕德罗斯:“苏格拉底,你所说的是一种极美的娱乐,相比之下那些就微不足道了。 那是指能在言辞中娱乐的人,就正义以及你所说的其他事物进行叙说。
§277ΣΩ. ἔστι γάρ, ὦ φίλε Φαῖδρε, οὕτω·
” 苏格拉底:“亲爱的帕德罗斯,确实如此。
πολὺ δʼ οἶμαι καλλίων σπουδὴ περὶ αὐτὰ γίγνεται, ὅταν τις τῇ διαλεκτικῇ τέχνῃ χρώμενος, λαβὼν ψυχὴν προσήκουσαν, φυτεύῃ τε καὶ σπείρῃ μετʼ ἐπιστήμης λόγους, οἳ ἑαυτοῖς τῷ τε φυτεύσαντι βοηθεῖν ἱκανοὶ καὶ οὐχὶ ἄκαρποι ἀλλὰ ἔχοντες σπέρμα, ὅθεν ἄλλοι ἐν ἄλλοις ἤθεσι φυόμενοι τοῦτʼ ἀεὶ ἀθάνατον παρέχειν ἱκανοί, καὶ τὸν ἔχοντα εὐδαιμονεῖν ποιοῦντες εἰς ὅσον ἀνθρώπῳ δυνατὸν μάλιστα.
但我认为,当有人运用辩证法艺术,选取一个适宜的灵魂,并伴随知识播种和种植言辞时,对于这些事物的对待就会产生一种美得多的严肃。 这些言辞既能帮助自身也能帮助种植它们的人,且不是不结果实的,而是怀有种子,由此在其他人的不同性格中生长出来的其他言辞,能够使这颗种子永远不灭,并使拥有它的人在人类可能达到的最大程度上获得幸福。
ΦΑΙ. πολὺ γὰρ τοῦτʼ ἔτι κάλλιον λέγεις.
” 帕德罗斯:“因为你所说的这个确实还要美得多。
ΣΩ. νῦν δὴ ἐκεῖνα ἤδη, ὦ Φαῖδρε, δυνάμεθα κρίνειν, τούτων ὡμολογημένων.
” 苏格拉底:“那么现在,帕德罗斯,既然这些已经达成一致,我们终于能够判定先前的那些事了。
ΦΑΙ. τὰ ποῖα;
” 帕德罗斯:“哪些事?
ΣΩ. ὧν δὴ πέρι βουληθέντες ἰδεῖν ἀφικόμεθα εἰς τόδε, ὅπως τὸ Λυσίου τε ὄνειδος ἐξετάσαιμεν τῆς τῶν λόγων γραφῆς πέρι, καὶ αὐτοὺς τοὺς λόγους οἳ τέχνῃ καὶ ἄνευ τέχνης γράφοιντο.
” 苏格拉底:“正因想要看清这些,我们才来到了这里,以便考察针对里西亚斯书写言辞的非难,以及考察言辞本身,即哪些是凭技术写成,哪些是没有技术写成的。
τὸ μὲν οὖν ἔντεχνον καὶ μὴ δοκεῖ μοι δεδηλῶσθαι μετρίως.
关于有技术与没有技术这一点,在我看来已经得到了相当充分的阐明。
ΦΑΙ. ἔδοξέ γε δή· πάλιν δὲ ὑπόμνησόν με πῶς.
” 帕德罗斯:“确实如此;但请再次提醒我,是如何阐明的?
ΣΩ. πρὶν ἄν τις τό τε ἀληθὲς ἑκάστων εἰδῇ πέρι ὧν λέγει ἢ γράφει, κατʼ αὐτό τε πᾶν ὁρίζεσθαι δυνατὸς γένηται, ὁρισάμενός τε πάλιν κατʼ εἴδη μέχρι τοῦ ἀτμήτου τέμνειν ἐπιστηθῇ, περί τε ψυχῆς φύσεως διιδὼν κατὰ ταὐτά, τὸ προσαρμόττον ἑκάστῃ φύσει εἶδος ἀνευρίσκων, οὕτω τιθῇ καὶ διακοσμῇ τὸν λόγον, ποικίλῃ μὲν ποικίλους ψυχῇ καὶ παναρμονίους διδοὺς λόγους, ἁπλοῦς δὲ ἁπλῇ, οὐ πρότερον δυνατὸν τέχνῃ ἔσεσθαι καθʼ ὅσον πέφυκε μεταχειρισθῆναι τὸ λόγων γένος, οὔτε τι πρὸς τὸ διδάξαι οὔτε τι πρὸς τὸ πεῖσαι, ὡς ὁ ἔμπροσθεν πᾶς μεμήνυκεν ἡμῖν λόγος.
” 苏格拉底:“除非一个人知道了自己所说或所写之事的每件真相,并且能够给万物本身下定义,而且在下定义之后,懂得按照类别再次进行分割,直至不可分割为止;并且以同样的方式看清灵魂的本性,找出适合于每种本性的那种类型,从而安排和布置他的言辞,把复杂的、包罗万象的言辞给复杂的灵魂,把简单的言辞给简单的灵魂;否则,不论是为了教学还是为了说服,言辞这一门类是不可能按照其本性以技术来处理的,正如我们之前所有的讨论向我们指明的那样。
ΦΑΙ. παντάπασι μὲν οὖν τοῦτό γε οὕτω πως ἐφάνη.
” 帕德罗斯:“完全如此,这确实是以这种方式显现出来的。
ΣΩ. τί δʼ αὖ περὶ τοῦ καλὸν ἢ αἰσχρὸν εἶναι τὸ λόγους λέγειν τε καὶ γράφειν, καὶ ὅπῃ γιγνόμενον ἐν δίκῃ λέγοιτʼ ἂν ὄνειδος ἢ μή, ἆρα οὐ δεδήλωκεν τὰ λεχθέντα ὀλίγον ἔμπροσθεν— ΦΑΙ. τὰ ποῖα;
” 苏格拉底:“那么,关于陈述和书写言辞是美还是丑,以及它在何种情况下会被公正地称为一种非难或不被称为非难,不久前说过的那些话不是已经阐明了吗——” 帕德罗斯:“哪些话?
ΣΩ. ὡς εἴτε Λυσίας ἤ τις ἄλλος πώποτε ἔγραψεν ἢ γράψει ἰδίᾳ ἢ δημοσίᾳ νόμους τιθείς, σύγγραμμα πολιτικὸν γράφων καὶ μεγάλην τινὰ ἐν αὐτῷ βεβαιότητα ἡγούμενος καὶ σαφήνειαν, οὕτω μὲν ὄνειδος τῷ γράφοντι, εἴτε τίς φησιν εἴτε μή·
” 苏格拉底:“那就是说,无论里西亚斯还是其他任何人,如果曾经写过或将要写出、在制定法律时以私人的或公共的方式写下政治著作,并认为其中有极大的确定性和明晰性,那么这种写作对于作者来说就是一种非难,无论人们是否这样说。
τὸ γὰρ ἀγνοεῖν ὕπαρ τε καὶ ὄναρ δικαίων καὶ ἀδίκων πέρι καὶ κακῶν καὶ ἀγαθῶν οὐκ ἐκφεύγει τῇ ἀληθείᾳ μὴ οὐκ ἐπονείδιστον εἶναι, οὐδὲ ἂν ὁ πᾶς ὄχλος αὐτὸ ἐπαινέσῃ.
因为,无论在醒着还是梦中,对于正义与非正义、恶与善一无所知,在真理中都无法避免是令人指责的,即便所有的民众都赞美它。
ΦΑΙ. οὐ γὰρ οὖν.
” 帕德罗斯:“确实如此。 ”

词汇与语法注释

  1. 276aὅσῳ — 表示程度差异的与格关系代名词。通过 `τε... καί` 与前文的 `τῷ τρόπῳ` 相呼应,并在动词 `ὁρῶμεν` 后面充当类似于间接疑问句的宾语成分(它是以何种方式产生,以及比这篇要优秀多少)。
  2. 276bὧν σπερμάτων — 先行词抱合(incorporation)与吸引现象。原本主句的先行词 `σπέρματα` 被拉入关系从句 `ὧν κήδοιτο...` 内部,并同化为关系代词的属格形式 `ὧν`。在语法逻辑上等同于 `σπερμάτων, ὧν κήδοιτο`。
  3. 277cοὐ πρότερον — 与句首 `πρὶν ἄν τις...`(直到某人……)相呼应的关联词,连接至主句的 `οὐ πρότερον δυνατὸν... ἔσεσθαι`(在此之前是不可能的……),构成逻辑上的强力双重否定和前提条件强调。
  4. 277eμὴ οὐκ ἐπονείδιστον εἶναι — 双重否定结构,在含有否定意义的主句动词 `οὐκ ἐκφεύγει`(无法免除)之后,使用 `μὴ οὐ` 加不定式。整体上表达强烈的肯定含义,即“无法避免是令人指责的”(必然是令人指责的)。

引用这一段

柏拉图, 斐德罗篇 §276-277. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:276-277

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。