Humanitext Reader

柏拉图 · 斐德罗篇 §268-269

批判修辞预备知识与真正修辞术的条件

第 23 段,共 28 段 · 希腊语

内容简介

苏格拉底指出,现行的修辞学手册所载内容仅仅是该艺术的预备知识而非艺术本身,并将其比作基础的医理,进而讨论了获得真正修辞术所需的资质、知识和训练。

§268ΣΩ. ἐῶμεν δὴ τά γε σμικρά· ταῦτα δὲ ὑπʼ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότʼ ἔχει τὴν τῆς τέχνης δύναμιν.
苏格拉底:那么我们且放过这些微不足道的事物;让我们把这些放在亮光下仔细看看,它们究竟具有怎样以及多大的技术力量。
ΦΑΙ. καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις.
帕德罗斯:苏格拉底,尤其是在群智聚集的集会上,其力量确实非常强大。
ΣΩ. ἔχει γάρ.
苏格拉底:确实如此。
ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί.
但是,我亲爱的朋友,你看一看,它们的织纹是否也像我觉得的那样,显得疏松而有裂缝。
ΦΑΙ. δείκνυε μόνον.
帕德罗斯:你只管指出来吧。
ΣΩ. εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα·
苏格拉底:那么告诉我:如果有人走到你的同伴埃里克希马科斯或者他的父亲阿库梅诺斯面前,说道: “我知道如何对身体进行这样的处置,以至于如果我愿意就可以使它发热,或者变冷,如果我觉得合适,就可以使它呕吐,或者相反,使它排泄,以及其他许多诸如此类的事情;而且因为懂得这些,我自命为医生,并且认为任何我传授了这些学问的人,我也能使他成为医生。
καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ, τί ἂν οἴει ἀκούσαντας εἰπεῖν;
” 你认为他们听了会说什么?
ΦΑΙ. τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου;
帕德罗斯:除了问他是否还另外知道,必须对哪些人、在什么时候以及到什么程度去实行这些事之外,还能说什么呢?
ΣΩ. εἰ οὖν εἴποι ὅτι οὐδαμῶς· ἀλλʼ ἀξιῶ τὸν ταῦτα παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι ἃ ἐρωτᾷς;
苏格拉底:那么,如果那人说: “完全不知道;但我认为从我这里学到这些东西的人,他自己应该能做到你所问的那些事”呢?
ΦΑΙ. εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.
帕德罗斯:我想他们会说这个人疯了,他不过是从某本书里听到了些什么,或者偶然得到了些药物,就以为自己成了医生,其实对这门艺术一无所知。
ΣΩ. τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι;
苏格拉底:那么,如果又有人走到索福克勒斯和欧里庇得斯面前,说他懂得如何就微不足道的事写出极长的台词,就极重大的事写出极短的台词,并且在愿意时能写出哀怨的台词,相反也能写出恐怖和威胁性的台词,以及其他一切类似的东西,并且通过教授这些,就以为自己传授了悲剧的创作?
ΦΑΙ. καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην.
帕德罗斯:我想他们两位,苏格拉底,也会嘲笑那些以为悲剧是除了将这些元素以彼此适合且与整体协调的方式组织起来之外的任何其他东西的人。
ΣΩ. ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν· ὦ μοχθηρέ, μελαγχολᾷς, ἀλλʼ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι ὦ ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτʼ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα·
苏格拉底:但我认为他们不会粗鲁地加以谩骂,而是会像一位音乐家遇到一个因为偶然懂得如何使琴弦发出最高和最低的音,就自以为精通和声的人那样,不会粗暴地对他说: “你这可怜虫,你疯了吧,” 而是会以音乐家的温和态度对他说: “我优秀的朋友,一个将要成为和声学家的人,确实必须懂得这些,但是,具有你这种状态的人,完全可能对和声学一窍不通;因为你所懂得的,只是和声学之前所必需的预备知识,而不是和声学本身。
τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλʼ οὐ τὰ ἁρμονικά. ΦΑΙ. ὀρθότατά γε.
” 帕德罗斯:确实非常正确。
§269ΣΩ. οὐκοῦν καὶ ὁ Σοφοκλῆς τόν σφισιν ἐπιδεικνύμενον τὰ πρὸ τραγῳδίας ἂν φαίη ἀλλʼ οὐ τὰ τραγικά, καὶ ὁ Ἀκουμενὸς τὰ πρὸ ἰατρικῆς ἀλλʼ οὐ τὰ ἰατρικά.
苏格拉底:因此,索福克勒斯也会对向他们展示这些的人说,他懂得的是悲剧之前的知识,而不是悲剧艺术本身;阿库梅诺斯也会说那是医术之前的知识,而不是医术本身。
ΦΑΙ. παντάπασι μὲν οὖν.
帕德罗斯:完全就是这样。
ΣΩ. τί δὲ τὸν μελίγηρυν Ἄδραστον οἰόμεθα ἢ καὶ Περικλέα, εἰ ἀκούσειαν ὧν νυνδὴ ἡμεῖς διῇμεν τῶν παγκάλων τεχνημάτων—βραχυλογιῶν τε καὶ εἰκονολογιῶν καὶ ὅσα ἄλλα διελθόντες ὑπʼ αὐγὰς ἔφαμεν εἶναι σκεπτέα—πότερον χαλεπῶς ἂν αὐτούς, ὥσπερ ἐγώ τε καὶ σύ, ὑπʼ ἀγροικίας ῥῆμά τι εἰπεῖν ἀπαίδευτον εἰς τοὺς ταῦτα γεγραφότας τε καὶ διδάσκοντας ὡς ῥητορικὴν τέχνην, ἢ ἅτε ἡμῶν ὄντας σοφωτέρους κἂν νῷν ἐπιπλῆξαι εἰπόντας·
苏格拉底:那么,如果那声音甜美如蜜的阿德拉斯托斯、或者培里克里斯,听到了我们刚才一一列举的那些非常优美的艺术手艺——简短的言辞、比喻的言辞,以及我们刚才走过并说应当放在亮光下加以考察的所有其他东西——你认为他们会如何? 他们是否会像你和我一样,出于缺乏教养而对那些写下并传授这些作为修辞学艺术的人口出粗俗之言,还是说,作为比我们更聪明的人,他们反而会训诫我们说: “帕德罗斯和苏格拉底,不应当发怒,而应该宽恕他们。
ὦ Φαῖδρέ τε καὶ Σώκρατες, οὐ χρὴ χαλεπαίνειν ἀλλὰ συγγιγνώσκειν, εἴ τινες μὴ ἐπιστάμενοι διαλέγεσθαι ἀδύνατοι ἐγένοντο ὁρίσασθαι τί ποτʼ ἔστιν ῥητορική, ἐκ δὲ τούτου τοῦ πάθους τὰ πρὸ τῆς τέχνης ἀναγκαῖα μαθήματα ἔχοντες ῥητορικὴν ᾠήθησαν ηὑρηκέναι, καὶ ταῦτα δὴ διδάσκοντες ἄλλους ἡγοῦνταί σφισιν τελέως ῥητορικὴν δεδιδάχθαι, τὸ δὲ ἕκαστα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι, οὐδὲν ἔργον ὄν, αὐτοὺς δεῖν παρʼ ἑαυτῶν τοὺς μαθητὰς σφῶν πορίζεσθαι ἐν τοῖς λόγοις .
如果有些人因为不懂得辩证法,就无法定义修辞学究竟是什么,并且由于这种处境,他们掌握了这门艺术之前所必需的预备知识,就以为自己发现了修辞学,而且他们通过向他人传授这些,就认为修辞学已被自己完美地教授了;至于如何有说服力地阐述这些元素中的每一个,以及如何组织起整体,他们却认为这不费吹灰之力,学生们必须在自己的演说中凭着自己的本领去做到”呢?
ΦΑΙ. ἀλλὰ μήν, ὦ Σώκρατες, κινδυνεύει γε τοιοῦτόν τι εἶναι τὸ τῆς τέχνης ἣν οὗτοι οἱ ἄνδρες ὡς ῥητορικὴν διδάσκουσίν τε καὶ γράφουσιν, καὶ ἔμοιγε δοκεῖς ἀληθῆ εἰρηκέναι·
帕德罗斯:的确,苏格拉底,这些人作为修辞学来传授和撰写的这门艺术,其性质很可能就是这么回事,我觉得你说的是真话。
ἀλλὰ δὴ τὴν τοῦ τῷ ὄντι ῥητορικοῦ τε καὶ πιθανοῦ τέχνην πῶς καὶ πόθεν ἄν τις δύναιτο πορίσασθαι;
可是,一个人究竟如何以及从哪里才能获得那真正具有修辞力和说服力的艺术呢?
ΣΩ. τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι, εἰκός—ἴσως δὲ καὶ ἀναγκαῖον—ἔχειν ὥσπερ τἆλλα·
苏格拉底:帕德罗斯,要成为一个完美的竞技者,其能力很可能——甚至也许是必然——与其他事物一样。
εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην, ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσῃ.
如果你天生就具有修辞的才能,只要再加上知识和练习,你就会成为著名的雄辩家;但在这些方面你若有所缺失,在那个层面上你就会是不完美的。
ὅσον δὲ αὐτοῦ τέχνη, οὐχ ᾗ Λυσίας τε καὶ Θρασύμαχος πορεύεται δοκεῖ μοι φαίνεσθαι ἡ μέθοδος.
然而,只要它是一门艺术,其方法在我看来,似乎并不在于里西亚斯和色拉叙马霍斯所走的那条路上。
ΦΑΙ. ἀλλὰ πῇ δή;
帕德罗斯:那么到底在哪里呢?
ΣΩ. κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι.
苏格拉底:我优秀的朋友,看来培里克里斯有充分的理由成为所有人之中最完美的修辞学家。
ΦΑΙ. τί δή;
帕德罗斯:这是为什么呢?

词汇与语法注释

  1. 268aδιεστηκὸς αὐτῶν τὸ ἤτριον — 织物的经线(ἤτριον)彼此疏离、产生缝隙(διεστηκός),这是一个比喻,指织物粗疏、缺乏实质内容。在这里,它形容当时被教授的修辞学诸部分并未紧密结合成一个系统性的艺术,而是零散且充满漏洞的。
  2. 268eτὸν τὴν σὴν ἕξιν ἔχοντα — 指“处于你这种状态(指知识占有状态)的人”。这里的 ἕξις 指的是仅掌握了零碎的、预备性的知识而尚未掌握艺术本身的状态。它代表着那些仅停留在艺术准备阶段的人。
  3. 269bκἂν νῷν ἐπιπλῆξαι — κἂν 是 καὶ ἄν 的合写,其中表示潜在或婉转可能性的 ἄν 与不定式 ἐπιπλῆξαι(依附于主句动词 οἰόμεθα)连用。νῷν 是第一人称双数与格(“我们两人”),由动词 ἐπιπλήσσω(责备、训诫)支配。
  4. 269cτὸ δὲ ἕκατα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι — 冠词不定式短语 τὸ δὲ... λέγειν τε καὶ... συνίστασθαι 用作“对格加不定式”结构(αὐτοὺς δεῖν... πορίζεσθαι)中动词 πορίζεσθαι 的直接宾语。而 οὐδὲν ἔργον ὄν 是对格绝对结构,意为“好像这完全不费事(是件容易的事)”。

引用这一段

柏拉图, 斐德罗篇 §268-269. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:268-269

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。