Humanitext Reader

柏拉图 · 斐德罗篇 §237-238

苏格拉底第一篇演讲的开篇与爱的定义

第 7 段,共 28 段 · 希腊语

内容简介

苏格拉底蒙着头开始了他关于爱的演讲。他强调了定义作为讨论起点的重要性,并提出了灵魂中的两个主导原则(追求快乐的渴望与追求至善的信念),从而将“爱”(erōs)定义为对美的渴望。

§237ΦΑΙ. λέγε δή.
斐德若:那你快说吧。
ΣΩ. οἶσθʼ οὖν ὡς ποιήσω;
苏格拉底:那么,你知道我将要怎么做吗?
ΦΑΙ. τοῦ πέρι;
斐德若:关于什么?
ΣΩ. ἐγκαλυψάμενος ἐρῶ, ἵνʼ ὅτι τάχιστα διαδράμω τὸν λόγον καὶ μὴ βλέπων πρὸς σὲ ὑπʼ αἰσχύνης διαπορῶμαι.
苏格拉底:我将蒙着头演说,以便尽快把这篇话讲完,免得看着你,因羞耻而张皇失措。
ΦΑΙ. λέγε μόνον, τὰ δʼ ἄλλα ὅπως βούλει ποίει.
斐德若:只要你说就行,其余的事随你便。
ΣΩ. ἄγετε δή, ὦ Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι, εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετʼ ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου, ὅν με ἀναγκάζει ὁ βέλτιστος οὑτοσὶ λέγειν, ἵνʼ ὁ ἑταῖρος αὐτοῦ, καὶ πρότερον δοκῶν τούτῳ σοφὸς εἶναι, νῦν ἔτι μᾶλλον δόξῃ.
苏格拉底:来吧,缪斯女神们,无论你们是因为歌声清脆还是因为音乐之邦里古里亚族而获得了这个称号,请助我一臂之力,来讲讲这个故事,就是这位最优秀的人强迫我讲的那个故事,好让他的朋友在以前就被他认为是聪明人,现在显得更加聪明。
ἦν οὕτω δὴ παῖς, μᾶλλον δὲ μειρακίσκος, μάλα καλός· τούτῳ δὲ ἦσαν ἐρασταὶ πάνυ πολλοί.
曾经有一个男童,或者更确切地说是少年,长得极为俊美;他有许多恋爱者。
εἷς δέ τις αὐτῶν αἱμύλος ἦν, ὃς οὐδενὸς ἧττον ἐρῶν ἐπεπείκει τὸν παῖδα ὡς οὐκ ἐρῴη.
其中有一个人非常狡黠,他虽然比谁都更爱这个孩子,却已经说服了这个孩子,让他相信自己并不爱他。
καί ποτε αὐτὸν αἰτῶν ἔπειθεν τοῦτʼ αὐτό, ὡς μὴ ἐρῶντι πρὸ τοῦ ἐρῶντος δέοι χαρίζεσθαι, ἔλεγέν τε ὧδε— περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς βουλεύσεσθαι· εἰδέναι δεῖ περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη.
有一次,他向这孩子求爱,企图劝说他相信这同一件事,即:应该在恋爱者之前先施惠于非恋爱者。 他这样说道:——“孩子,对于想要进行良好思考的人来说,在万事上都有一个开端:必须知道所要思考的对象是什么,否则注定会全盘出错。
τοὺς δὲ πολλοὺς λέληθεν ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου.
然而,大多数人都未曾察觉自己并不了解每件事物的本质。
ὡς οὖν εἰδότες οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν· οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις ὁμολογοῦσιν.
因此,他们好像懂似的,在考察开始时不达成共识,而随着讨论的深入,他们付出了理所应当的代价:因为他们既不能与自己达成一致,也不能与彼此达成一致。
ἐγὼ οὖν καὶ σὺ μὴ πάθωμεν ὃ ἄλλοις ἐπιτιμῶμεν, ἀλλʼ ἐπειδὴ σοὶ καὶ ἐμοὶ ὁ λόγος πρόκειται πότερα ἐρῶντι ἢ μὴ μᾶλλον εἰς φιλίαν ἰτέον, περὶ ἔρωτος οἷόν τʼ ἔστι καὶ ἣν ἔχει δύναμιν, ὁμολογίᾳ θέμενοι ὅρον, εἰς τοῦτο ἀποβλέποντες καὶ ἀναφέροντες τὴν σκέψιν ποιώμεθα εἴτε ὠφελίαν εἴτε βλάβην παρέχει.
因此,你和我不要重蹈我们所谴责的他人的覆辙,而是因为摆在你我面前的论题是:究竟是应该与恋爱者还是非恋爱者结为好友,让我们通过协议为‘爱’定下一个定义,弄清它是什么、具有什么力量,然后盯着这个定义并围绕它展开考察,来看看它带来的是益处还是害处。
ὅτι μὲν οὖν δὴ ἐπιθυμία τις ὁ ἔρως, ἅπαντι δῆλον· ὅτι δʼ αὖ καὶ μὴ ἐρῶντες ἐπιθυμοῦσι τῶν καλῶν, ἴσμεν.
首先,爱是一种渴望,这对任何人来说都是显而易见的;另一方面,我们也知道,即使不恋爱的人也渴望美的事物。
τῷ δὴ τὸν ἐρῶντά τε καὶ μὴ κρινοῦμεν;
那么,我们究竟用什么来区分恋爱者和非恋爱者呢?
δεῖ αὖ νοῆσαι ὅτι ἡμῶν ἐν ἑκάστῳ δύο τινέ ἐστον ἰδέα ἄρχοντε καὶ ἄγοντε, οἷν ἑπόμεθα ᾗ ἂν ἄγητον, ἡ μὲν ἔμφυτος οὖσα ἐπιθυμία ἡδονῶν, ἄλλη δὲ ἐπίκτητος δόξα, ἐφιεμένη τοῦ ἀρίστου.
我们必须进一步认识到,在我们每个人身上,都有两个主导和引领的原则,它们带我们去哪儿,我们就跟去哪儿:一个是与生俱来的对快乐的渴望,另一个是后天获得的、追求至善的信念。
τούτω δὲ ἐν ἡμῖν τοτὲ μὲν ὁμονοεῖτον, ἔστι δὲ ὅτε στασιάζετον· καὶ τοτὲ μὲν ἡ ἑτέρα, ἄλλοτε δὲ ἡ ἑτέρα κρατεῖ.
这两个原则在我们心中有时意见一致,有时则相互争斗;有时是一个占上风,有时则是另一个占统治地位。
§238ΣΩ. δόξης μὲν οὖν ἐπὶ τὸ ἄριστον λόγῳ ἀγούσης καὶ κρατούσης τῷ κράτει σωφροσύνη ὄνομα· ἐπιθυμίας δὲ ἀλόγως ἑλκούσης ἐπὶ ἡδονὰς καὶ ἀρξάσης ἐν ἡμῖν τῇ ἀρχῇ ὕβρις ἐπωνομάσθη.
” 苏格拉底:“因此,当信念通过理智引导我们走向至善并占了统治地位时,它的统治就被称为‘自制’;但当渴望无视理智、把我们拉向快乐并在我们心中实行统治时,这种统治就被冠以‘纵欲’之名。
ὕβρις δὲ δὴ πολυώνυμον —πολυμελὲς γὰρ καὶ πολυμερές—καὶ τούτων τῶν ἰδεῶν ἐκπρεπὴς ἣ ἂν τύχῃ γενομένη, τὴν αὑτῆς ἐπωνυμίαν ὀνομαζόμενον τὸν ἔχοντα παρέχεται, οὔτε τινὰ καλὴν οὔτʼ ἐπαξίαν κεκτῆσθαι.
而纵欲确实有许多名字——因为它有许多肢体和许多部分——在这些形态中,任何一种恰好变得突出的形态,都会用它自己的名字来命名拥有它的人,这可不是什么好名声,也不值得拥有。
περὶ μὲν γὰρ ἐδωδὴν κρατοῦσα τοῦ λόγου τε τοῦ ἀρίστου καὶ τῶν ἄλλων ἐπιθυμιῶν ἐπιθυμία γαστριμαργία τε καὶ τὸν ἔχοντα ταὐτὸν τοῦτο κεκλημένον παρέξεται· περὶ δʼ αὖ μέθας τυραννεύσασα, τὸν κεκτημένον ταύτῃ ἄγουσα, δῆλον οὗ τεύξεται προσρήματος·
因为,关于食物,当这种渴望战胜了最佳的理智以及其他渴望时,就被称为‘暴食’,并使得拥有它的人获得同样的称呼;另一方面,在饮酒上实行专制并把拥有它的人带向这个方向的那种渴望,它将获得什么称呼也是显而易见的。
καὶ τἆλλα δὴ τὰ τούτων ἀδελφὰ καὶ ἀδελφῶν ἐπιθυμιῶν ὀνόματα τῆς ἀεὶ δυναστευούσης ᾗ προσήκει καλεῖσθαι πρόδηλον.
至于与此相似的、属于这些同胞渴望的其他名字,显然应该按照当时占绝对统治地位的那个渴望来称呼。
ἧς δʼ ἕνεκα πάντα τὰ πρόσθεν εἴρηται, σχεδὸν μὲν ἤδη φανερόν, λεχθὲν δὲ ἢ μὴ λεχθὲν πάντως σαφέστερον·
而此前所说的一切究竟是为了什么,现在几乎已经很明显了,但说出来总比不说要更加清楚。
ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τὸ ὀρθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία πρὸς ἡδονὴν ἀχθεῖσα κάλλους, καὶ ὑπὸ αὖ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγῇ, ἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα, ἔρως ἐκλήθη.
因为,那战胜了指向正确方向的信念的、毫无理智的渴望,被引向了对美的快乐,并再次被其同类的渴望强有力地推向肉体之美,在它的引领下获得胜利,它从这种‘力量’(rhōmē)本身获得了名称,而被称作‘爱’(erōs)。
ἀτάρ, ὦ φίλε Φαῖδρε, δοκῶ τι σοί, ὥσπερ ἐμαυτῷ, θεῖον πάθος πεπονθέναι;
”不过,亲爱的斐德若,你觉得我是否像我自己所认为的那样,体验到了某种神圣的状态呢?
ΦΑΙ. πάνυ μὲν οὖν, ὦ Σώκρατες, παρὰ τὸ εἰωθὸς εὔροιά τίς σε εἴληφεν.
斐德若:确实如此,苏格拉底,一反常态,你现在显得非常有文才。
ΣΩ. σιγῇ τοίνυν μου ἄκουε.
苏格拉底:那么,请静静地听我说。
τῷ ὄντι γὰρ θεῖος ἔοικεν ὁ τόπος εἶναι, ὥστε ἐὰν ἄρα πολλάκις νυμφόληπτος προϊόντος τοῦ λόγου γένωμαι, μὴ θαυμάσῃς· τὰ νῦν γὰρ οὐκέτι πόρρω διθυράμβων φθέγγομαι.
因为这个地方确实似乎是个神圣之地,所以,如果在接下来的演说中,我多次像被山林仙女附身一样,你也不要感到奇怪;因为我现在说话的调子,已经离酒神赞歌不远了。
ΦΑΙ. ἀληθέστατα λέγεις.
斐德若:你说的极其真实。
ΣΩ. τούτων μέντοι σὺ αἴτιος.
苏格拉底:不过,这都是你造成的。
ἀλλὰ τὰ λοιπὰ ἄκουε· ἴσως γὰρ κἂν ἀποτράποιτο τὸ ἐπιόν.
但请听其余的部分;因为也许接下来要发生的可以被避开。
ταῦτα μὲν οὖν θεῷ μελήσει, ἡμῖν δὲ πρὸς τὸν παῖδα πάλιν τῷ λόγῳ ἰτέον.
然而,这些事就留给神去关心吧,我们必须在言论中重新回到那个孩子身上。
εἶεν, ὦ φέριστε· ὃ μὲν δὴ τυγχάνει ὂν περὶ οὗ βουλευτέον, εἴρηταί τε καὶ ὥρισται, βλέποντες δὲ δὴ πρὸς αὐτὸ τὰ λοιπὰ λέγωμεν τίς ὠφελία ἢ βλάβη ἀπό τε ἐρῶντος καὶ μὴ τῷ χαριζομένῳ ἐξ εἰκότος συμβήσεται.
“好啦,最优秀的孩子:我们必须思考的对象是什么,已经说清楚并且下定义了;现在我们看着这个定义,来谈谈剩下的问题,即:对于施惠的人来说,从恋爱者和非恋爱者那里,按照常理各会产生什么样的益处或害处。
τῷ δὴ ὑπὸ ἐπιθυμίας ἀρχομένῳ δουλεύοντί τε ἡδονῇ ἀνάγκη που τὸν ἐρώμενον ὡς ἥδιστον ἑαυτῷ παρασκευάζειν· νοσοῦντι δὲ πᾶν ἡδὺ τὸ μὴ ἀντιτεῖνον, κρεῖττον δὲ καὶ ἴσον ἐχθρόν.
因此,对于一个被渴望所统治、奴役于快乐的人来说,我认为他必然要把被爱者塑造成对自己来说最惬意的人;但对于一个病态的人来说,任何不反抗的东西都是惬意的,而比他优越或与他平等的人则是敌人。 ”

词汇与语法注释

  1. 237aεἴτε διʼ ᾠδῆς εἶδος λίγειαι, εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετʼ ἐπωνυμίαν — 结合了形容词 λίγεια(清脆的、高亢的)和部族名 Λίγυες(里古里亚人)的双关语。它为缪斯女神的称号“里格亚”提供了一个幽默的二选一词源解释。
  2. 237cπροελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν — 此句既可译为“随着讨论的深入,他们得出了似是非的结论”,也可译为“付出了理所应当的代价”。动词 ἀποδίδωμι 含有“支付应付之物”的意思(在此指由于在没有定义的情况下开始考察,最终在逻辑上付出代价)。
  3. 238cἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα, ἔρως ἐκλήθη — 苏格拉底特有的(且在语言学上是错误的)民间词源学说,将“erōs”(爱)与“rhōmē”(力量)联系在一起,基于它们语音上的相似性。
  4. 238eκρεῖττον δὲ καὶ ἴσον ἐχθρόν — 表语性名词短语,省略了系动词 ἐστίν。意思是“(对于病态的人来说)比自己优越或与自己平等的人是敌人”。主语是名词化的 τὸ κρεῖττον καὶ ἴσον。

引用这一段

柏拉图, 斐德罗篇 §237-238. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:237-238

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。