- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:237-238
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスは顔を覆い、恋に関する彼自身の演説を開始する。彼は議論の出発点として定義の重要性を説き、魂の中の二つの原理(快楽の欲求と最善への思わしい見解)の対立を示した上で、美への欲求としての「エロース」を定義する。
ΦΑΙ. λέγε δή. ΣΩ. οἶσθʼ οὖν ὡς ποιήσω; ΦΑΙ. τοῦ πέρι; ΣΩ. ἐγκαλυψάμενος ἐρῶ, ἵνʼ ὅτι τάχιστα διαδράμω τὸν λόγον καὶ μὴ βλέπων πρὸς σὲ ὑπʼ αἰσχύνης διαπορῶμαι. ΦΑΙ. λέγε μόνον, τὰ δʼ ἄλλα ὅπως βούλει ποίει. ΣΩ. ἄγετε δή, ὦ Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι, εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετʼ ἐπωνυμίαν,1 ξύμ μοι λάβεσθε τοῦ μύθου, ὅν με ἀναγκάζει ὁ βέλτιστος οὑτοσὶ λέγειν, ἵνʼ ὁ ἑταῖρος αὐτοῦ, καὶ πρότερον δοκῶν τούτῳ σοφὸς εἶναι, νῦν ἔτι μᾶλλον δόξῃ. ἦν οὕτω δὴ παῖς, μᾶλλον δὲ μειρακίσκος, μάλα καλός· τούτῳ δὲ ἦσαν ἐρασταὶ πάνυ πολλοί. εἷς δέ τις αὐτῶν αἱμύλος ἦν, ὃς οὐδενὸς ἧττον ἐρῶν ἐπεπείκει τὸν παῖδα ὡς οὐκ ἐρῴη. καί ποτε αὐτὸν αἰτῶν ἔπειθεν τοῦτʼ αὐτό, ὡς μὴ ἐρῶντι πρὸ τοῦ ἐρῶντος δέοι χαρίζεσθαι, ἔλεγέν τε ὧδε— περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς βουλεύσεσθαι· εἰδέναι δεῖ περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη. τοὺς δὲ πολλοὺς λέληθεν ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου. ὡς οὖν εἰδότες οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν·2 οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις ὁμολογοῦσιν. ἐγὼ οὖν καὶ σὺ μὴ πάθωμεν ὃ ἄλλοις ἐπιτιμῶμεν, ἀλλʼ ἐπειδὴ σοὶ καὶ ἐμοὶ ὁ λόγος πρόκειται πότερα ἐρῶντι ἢ μὴ μᾶλλον εἰς φιλίαν ἰτέον, περὶ ἔρωτος οἷόν τʼ ἔστι καὶ ἣν ἔχει δύναμιν, ὁμολογίᾳ θέμενοι ὅρον, εἰς τοῦτο ἀποβλέποντες καὶ ἀναφέροντες τὴν σκέψιν ποιώμεθα εἴτε ὠφελίαν εἴτε βλάβην παρέχει. ὅτι μὲν οὖν δὴ ἐπιθυμία τις ὁ ἔρως, ἅπαντι δῆλον· ὅτι δʼ αὖ καὶ μὴ ἐρῶντες ἐπιθυμοῦσι τῶν καλῶν, ἴσμεν. τῷ δὴ τὸν ἐρῶντά τε καὶ μὴ κρινοῦμεν; δεῖ αὖ νοῆσαι ὅτι ἡμῶν ἐν ἑκάστῳ δύο τινέ ἐστον ἰδέα ἄρχοντε καὶ ἄγοντε, οἷν ἑπόμεθα ᾗ ἂν ἄγητον, ἡ μὲν ἔμφυτος οὖσα ἐπιθυμία ἡδονῶν, ἄλλη δὲ ἐπίκτητος δόξα, ἐφιεμένη τοῦ ἀρίστου. τούτω δὲ ἐν ἡμῖν τοτὲ μὲν ὁμονοεῖτον, ἔστι δὲ ὅτε στασιάζετον· καὶ τοτὲ μὲν ἡ ἑτέρα, ἄλλοτε δὲ ἡ ἑτέρα κρατεῖ.
パイドロス:さあ、語ってくれ。 ソクラテス:では、私がどうするか分かっているかい? パイドロス:何についてだい? ソクラテス:顔を覆って語るつもりだ。できるだけ早く言論を駆け抜け、君の顔を見て恥ずかしさのあまり途方に暮れてしまわないようにね。 パイドロス:ただ語ってくれさえすれば、他は君の好きなようにするがいい。 ソクラテス:さあ、来ておくれ、ミューズたちよ。澄んだ声(リゲイアイ)の歌のゆえであれ、あるいは音楽を愛するリギュエス人の部族のゆえであれ、この名を得られたにせよ、私の語る物語を助けておくれ。この極めて優れた男が私に語ることを強いている物語を。彼の友が、以前からも彼にとって知恵ある者と思われていたが、今やいっそうそう思われるようになるために。かつて、一人の少年、というよりは青年がいた。非常に美しい若者だった。彼には極めて多くの愛する者たちがいた。そのうちの一人がずる賢い男で、誰にも劣らず少年を愛していながら、自分は愛していないのだと少年に信じ込ませていた。そしてある時、彼は少年に求愛しながら、まさにこのこと、すなわち、愛している者よりも愛していない者にこそ好意を寄せるべきだということを説得しようとして、このように語ったのである。――「少年よ、立派に熟慮しようとする人々にとって、何事についても一つの出発点がある。熟慮の対象が何であるかを知らねばならない。さもなければ、すべてにおいて誤ることは避けられない。しかし、多くの人々は、自分が各々の本質を知らないということに気づいていない。だから、知っているかのように吟味の初めに合意を形成せず、議論が進むにつれて当然の報いを受けることになる。彼らは自分自身とも、お互いとも意見が一致しないのだ。そこで、私と君は、他者を非難しているまさにその過ちに陥らないようにしよう。むしろ、君と私に提示されている議論は、愛している者と愛していない者のどちらとより親しく交わるべきかということなのだから、愛とはどのようなものであり、どのような力を持っているかについて、合意によって定義を定め、これを見据え、また参照しながら、それが有益さをもたらすのか害をもたらすのかについての吟味を行おう。エロース(愛)がある種の欲求であることは、誰にとっても明らかだ。また他方で、愛していない者たちも美しいものを欲求していることは、我々も知っている。では、愛している者と愛していない者を、我々は何によって区別するのか。ここでさらに理解せねばならないのは、我々一人一人の中に、我々を支配し導く二つの原理が存在し、それらが導く方向へ我々が従うということだ。一方は快楽への生まれつきの欲求であり、他方は最善のものを目指す、後から獲得された見解である。これら二つは、我々の内部である時は一致しているが、またある時は対立し合っている。そしてある時は一方が、別の時は他方が支配権を握る。」
ΣΩ. δόξης μὲν οὖν ἐπὶ τὸ ἄριστον λόγῳ ἀγούσης καὶ κρατούσης τῷ κράτει σωφροσύνη ὄνομα· ἐπιθυμίας δὲ ἀλόγως ἑλκούσης ἐπὶ ἡδονὰς καὶ ἀρξάσης ἐν ἡμῖν τῇ ἀρχῇ ὕβρις ἐπωνομάσθη. ὕβρις δὲ δὴ πολυώνυμον —πολυμελὲς γὰρ καὶ πολυμερές—καὶ τούτων τῶν ἰδεῶν ἐκπρεπὴς ἣ ἂν τύχῃ γενομένη, τὴν αὑτῆς ἐπωνυμίαν ὀνομαζόμενον τὸν ἔχοντα παρέχεται, οὔτε τινὰ καλὴν οὔτʼ ἐπαξίαν κεκτῆσθαι. περὶ μὲν γὰρ ἐδωδὴν κρατοῦσα τοῦ λόγου τε τοῦ ἀρίστου καὶ τῶν ἄλλων ἐπιθυμιῶν ἐπιθυμία γαστριμαργία τε καὶ τὸν ἔχοντα ταὐτὸν τοῦτο κεκλημένον παρέξεται· περὶ δʼ αὖ μέθας τυραννεύσασα, τὸν κεκτημένον ταύτῃ ἄγουσα, δῆλον οὗ τεύξεται προσρήματος· καὶ τἆλλα δὴ τὰ τούτων ἀδελφὰ καὶ ἀδελφῶν ἐπιθυμιῶν ὀνόματα τῆς ἀεὶ δυναστευούσης ᾗ προσήκει καλεῖσθαι πρόδηλον. ἧς δʼ ἕνεκα πάντα τὰ πρόσθεν εἴρηται, σχεδὸν μὲν ἤδη φανερόν, λεχθὲν δὲ ἢ μὴ λεχθὲν πάντως σαφέστερον· ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τὸ ὀρθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία πρὸς ἡδονὴν ἀχθεῖσα κάλλους, καὶ ὑπὸ αὖ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγῇ, ἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα, ἔρως ἐκλήθη.3 ἀτάρ, ὦ φίλε Φαῖδρε, δοκῶ τι σοί, ὥσπερ ἐμαυτῷ, θεῖον πάθος πεπονθέναι; ΦΑΙ. πάνυ μὲν οὖν, ὦ Σώκρατες, παρὰ τὸ εἰωθὸς εὔροιά τίς σε εἴληφεν. ΣΩ. σιγῇ τοίνυν μου ἄκουε. τῷ ὄντι γὰρ θεῖος ἔοικεν ὁ τόπος εἶναι, ὥστε ἐὰν ἄρα πολλάκις νυμφόληπτος προϊόντος τοῦ λόγου γένωμαι, μὴ θαυμάσῃς· τὰ νῦν γὰρ οὐκέτι πόρρω διθυράμβων φθέγγομαι. ΦΑΙ. ἀληθέστατα λέγεις. ΣΩ. τούτων μέντοι σὺ αἴτιος. ἀλλὰ τὰ λοιπὰ ἄκουε· ἴσως γὰρ κἂν ἀποτράποιτο τὸ ἐπιόν. ταῦτα μὲν οὖν θεῷ μελήσει, ἡμῖν δὲ πρὸς τὸν παῖδα πάλιν τῷ λόγῳ ἰτέον.εἶεν, ὦ φέριστε· ὃ μὲν δὴ τυγχάνει ὂν περὶ οὗ βουλευτέον, εἴρηταί τε καὶ ὥρισται, βλέποντες δὲ δὴ πρὸς αὐτὸ τὰ λοιπὰ λέγωμεν τίς ὠφελία ἢ βλάβη ἀπό τε ἐρῶντος καὶ μὴ τῷ χαριζομένῳ ἐξ εἰκότος συμβήσεται. τῷ δὴ ὑπὸ ἐπιθυμίας ἀρχομένῳ δουλεύοντί τε ἡδονῇ ἀνάγκη που τὸν ἐρώμενον ὡς ἥδιστον ἑαυτῷ παρασκευάζειν· νοσοῦντι δὲ πᾶν ἡδὺ τὸ μὴ ἀντιτεῖνον, κρεῖττον δὲ καὶ ἴσον ἐχθρόν.4
ソクラテス:「さて、理性によって最善のものへと導き、その力によって支配する見解の支配には、『思慮』という名が与えられる。これに対して、理性に反して快楽へと引きずり、我々の内で支配権を握る欲求の支配には、『放縦』という名が付けられた。ところで、放縦には多くの名がある。それは多くの肢体と多くの部分を持つからだ。そして、これらの現れのうち、たまたま際立って現れたものが、それを持っている者に自らの名を呼び名として与えることになるが、それは美しい名でもなく、持つに値する名でもない。というのも、食べ物に関して、最善の理性や他の欲求を抑えて支配する欲求は、『大食』と呼ばれ、それを持つ者をまさに同じ名で呼ばせることになるからだ。また他方で、深酒に関して専制を振るい、それを持つ者をその方向へ導くものが、どのような呼び名を得ることになるかは明らかだ。そして、これらと同類の他の欲求、およびそれらと同類の欲求たちの名前も、その都度支配しているものに応じて、どのように呼ばれるべきかは言わずと知れたことである。これらすべての前置きを語った目的であるところのものは、今やほぼ明らかだが、言葉にして語れば、語られないよりはるかにはっきりするだろう。すなわち、正しい方向を目指す見解に抗して支配権を握った、理性なき欲求が、美への快楽へと導かれ、さらにそれと同類の欲求たちによって肉体の美へと力強く強められ、その導きにおいて勝利を収め、その『力(ローメー)』そのものから名を得て、『エロース』と名付けられたのだ。」ところで、愛するパイドロスよ、私は自分でもそう思うのだが、何か神がかった状態を経験しているように君には思えるかね? パイドロス:ええ、まさに、ソクラテスよ。いつもと違って、何かしら流暢な弁舌が君に乗り移っていますね。 ソクラテス:では、静かに私の話を聞いておくれ。本当に、この場所は神聖な場所のようだからね。だから、もし議論が進むにつれて、私がしばしば妖精に取り憑かれたようになっても不思議に思わないでほしい。実際、今の私の語り口は、すでにディテュランボスの詩に極めて近いのだから。 パイドロス:本当におっしゃる通りですね。 ソクラテス:だが、これの原因は君なのだよ。しかし、残りの部分を聞いておくれ。もしかしたら、これから起こるはずのことも、遠ざけられるかもしれないからね。もっとも、そうしたことは神の配慮に委ねるとして、我々は言葉によって再びあの少年のところへと戻らねばならない。「よし、極めて優れた少年よ。我々が熟慮すべき対象が何であるかは語られ、定義された。では、これを見据えながら、愛している者と愛していない者のそれぞれから、好意を寄せる者に、どのような有益さや害が、尤もらしく生じることになるかを語ろう。さて、欲求に支配され、快楽に隷属している者にとっては、愛される者を自分にとって最も快い存在に仕立て上げることがどうしても必要となる。ところで、病んでいる者にとっては、抵抗しないものすべてが快く、自分より優れているものや対等なものは敵となるのだ。」
- 237aεἴτε διʼ ᾠδῆς εἶδος λίγειαι, εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετʼ ἐπωνυμίαν
形容詞 λίγεια(澄んだ、甲高い)と部族名 Λίγυες(リギュエス人)をかけた言葉遊び。ミューズたちの異名「リゲイアイ」の語源的由来についてのユーモラスな二者択一を示している。
- 237cπροελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν
「議論が進むにつれて尤もらしい結末に達する」とも「当然の報いを受ける」とも訳しうる。ἀποδίδωμι は「当然のものを支払う(報いを与える)」という意味があり、ここでは定義なしに議論を始めた人々が最後に論理的破綻という代償を払うことを意味する。
- 238cἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα, ἔρως ἐκλήθη
「エロース」(ἔρως)の語源を「強さ・力」(ῥώμη)に結びつける、ソクラテス独特の(そして言語学的には誤った)通俗語源説。音の類似(erōs と rhōmē)に基づいている。
- 238eκρεῖττον δὲ καὶ ἴσον ἐχθρόν
述語名詞句。省略されている繋ぎ動詞 ἐστίν を補って理解する。「(病んでいる者にとっては)自分より優れたものや対等なものは敵である」の意。主語は名詞化された τὸ κρεῖττον καὶ ἴσον である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
