Humanitext Reader

柏拉图 · 斐德罗篇 §239-240

恋爱者对被爱者身心与境遇造成的危害

第 8 段,共 28 段 · 希腊语

内容简介

苏格拉底阐述了恋爱者如何阻碍被爱者身心的健康成长、使其在财产和人际关系上陷于孤立,以及年龄差异带来的不快如何折磨着被爱者。

§239ΣΩ. οὔτε δὴ κρείττω οὔτε ἰσούμενον ἑκὼν ἐραστὴς παιδικὰ ἀνέξεται, ἥττω δὲ καὶ ὑποδεέστερον ἀεὶ ἀπεργάζεται·
苏格拉底:那么,恋爱者绝不会心甘情愿地容忍被爱者优于或等同于自己,而是始终设法使他变得更劣等、更低下。
ἥττων δὲ ἀμαθὴς σοφοῦ, δειλὸς ἀνδρείου, ἀδύνατος εἰπεῖν ῥητορικοῦ, βραδὺς ἀγχίνου.
而较差的人,相对于聪明人来说是无知的,相对于勇敢者来说是懦弱的,相对于善辩者来说是笨嘴拙舌的,相对于机敏者来说是迟钝的。
τοσούτων κακῶν καὶ ἔτι πλειόνων κατὰ τὴν διάνοιαν ἐραστὴν ἐρωμένῳ ἀνάγκη γιγνομένων τε καὶ φύσει ἐνόντων μὲν ἥδεσθαι, τὰ δὲ παρασκευάζειν, ἢ στέρεσθαι τοῦ παραυτίκα ἡδέος.
对于这些以及更多发生于被爱者身上或其天生固有的精神上的缺陷,恋爱者必然一方面对此感到高兴,另一方面则去刻意造成这些缺陷,否则他就会失去眼前的快乐。
εἶναι, καὶ πολλῶν μὲν ἄλλων συνουσιῶν ἀπείργοντα καὶ ὠφελίμων ὅθεν ἂν μάλιστʼ ἀνὴρ γίγνοιτο, μεγάλης αἴτιον εἶναι βλάβης, μεγίστης δὲ τῆς ὅθεν ἂν φρονιμώτατος εἴη.
而且,恋爱者通过阻碍被爱者参与许多其他有益的、尤其能使其成长为真正男子汉的社交活动,从而造成了巨大的伤害,其中最大的伤害莫过于阻碍了能使其变得最聪明的活动。
τοῦτο δὲ ἡ θεία φιλοσοφία τυγχάνει ὄν, ἧς ἐραστὴν παιδικὰ ἀνάγκη πόρρωθεν εἴργειν, περίφοβον ὄντα τοῦ καταφρονηθῆναι·
而这活动恰好就是神圣的哲学,恋爱者必然要让被爱者远离它,因为他极度害怕被瞧不起。
τά τε ἄλλα μηχανᾶσθαι ὅπως ἂν ᾖ πάντα ἀγνοῶν καὶ πάντα ἀποβλέπων εἰς τὸν ἐραστήν, οἷος ὢν τῷ μὲν ἥδιστος, ἑαυτῷ δὲ βλαβερώτατος ἂν εἴη.
恋爱者还会设计其他方法,使被爱者对一切都一无所知,一切都只仰仗恋爱者,处于这种状态的被爱者对恋爱者来说是最甜蜜的,但对他自己来说却是最有害的。
τὰ μὲν οὖν κατὰ διάνοιαν ἐπίτροπός τε καὶ κοινωνὸς οὐδαμῇ λυσιτελὴς ἀνὴρ ἔχων ἔρωτα.
因此,在精神方面,满怀爱意的男人作为保护者和同伴,是绝无益处的。
τὴν δὲ τοῦ σώματος ἕξιν τε καὶ θεραπείαν οἵαν τε καὶ ὡς θεραπεύσει οὗ ἂν γένηται κύριος, ὃς ἡδὺ πρὸ ἀγαθοῦ ἠνάγκασται διώκειν, δεῖ μετὰ ταῦτα ἰδεῖν.
在这之后,我们必须看看这个被迫追求快乐而非善的恋爱者,对于他所占有的被爱者,将提供什么样的身体状况和照料,以及他将如何照料。
ὀφθήσεται δὴ μαλθακόν τινα καὶ οὐ στερεὸν διώκων, οὐδʼ ἐν ἡλίῳ καθαρῷ τεθραμμένον ἀλλὰ ὑπὸ συμμιγεῖ σκιᾷ, πόνων μὲν ἀνδρείων καὶ ἱδρώτων ξηρῶν ἄπειρον, ἔμπειρον δὲ ἁπαλῆς καὶ ἀνάνδρου διαίτης, ἀλλοτρίοις χρώμασι καὶ κόσμοις χήτει οἰκείων κοσμούμενον, ὅσα τε ἄλλα τούτοις ἕπεται πάντα ἐπιτηδεύοντα, ἃ δῆλα καὶ οὐκ ἄξιον περαιτέρω προβαίνειν, ἀλλὰ ἓν κεφάλαιον ὁρισαμένους ἐπʼ ἄλλο ἰέναι· τὸ γὰρ τοιοῦτον σῶμα ἐν πολέμῳ τε καὶ ἄλλαις χρείαις ὅσαι μεγάλαι οἱ μὲν ἐχθροὶ θαρροῦσιν, οἱ δὲ φίλοι καὶ αὐτοὶ οἱ ἐρασταὶ φοβοῦνται.
显然,人们会看到他所追求的是一个软弱而不强壮的人,不是在明媚的阳光下而是在混杂的阴凉处长大的,不习惯男子汉的劳作和干燥的汗水,却习惯于娇嫩和缺乏男子气概的生活方式,因缺乏自身之美而用外在的色彩和饰物来装扮自己,并践行所有与之相关的其他事情,这些事情显而易见,不值得再进一步探讨,我们只需定下一个总的要点就可以转入下一个论题:因为这样的身体在战争及其他重大危机中,会让敌人产生勇气,而朋友以及恋爱者本人则会感到害怕。
τοῦτο μὲν οὖν ὡς δῆλον ἐατέον, τὸ δʼ ἐφεξῆς ῥητέον, τίνα ἡμῖν ὠφελίαν ἢ τίνα βλάβην περὶ τὴν κτῆσιν ἡ τοῦ ἐρῶντος ὁμιλία τε καὶ ἐπιτροπεία παρέξεται.
因此,这件事作为显而易见的事就搁下不提,接下来应该谈谈,在财产方面,恋爱者的交往和监管将给我们带来什么样的益处或害处。
§240ΣΩ. σαφὲς δὴ τοῦτό γε παντὶ μέν, μάλιστα δὲ τῷ ἐραστῇ, ὅτι τῶν φιλτάτων τε καὶ εὐνουστάτων καὶ θειοτάτων κτημάτων ὀρφανὸν πρὸ παντὸς εὔξαιτʼ ἂν εἶναι τὸν ἐρώμενον·
苏格拉底:那么,这一点对任何人来说都是清楚的,尤其是对恋爱者自己:他首先会祈祷被爱者失去那些最亲爱、最友善、最神圣的财产。
πατρὸς γὰρ καὶ μητρὸς καὶ συγγενῶν καὶ φίλων στέρεσθαι ἂν αὐτὸν δέξαιτο, διακωλυτὰς καὶ ἐπιτιμητὰς ἡγούμενος τῆς ἡδίστης πρὸς αὐτὸν ὁμιλίας.
因为他会乐于看到被爱者失去父亲、母亲、亲戚和朋友,将他们视为阻碍和指责自己与被爱者进行最甜蜜交往的人。
ἀλλὰ μὴν οὐσίαν γʼ ἔχοντα χρυσοῦ ἤ τινος ἄλλης κτήσεως οὔτε εὐάλωτον ὁμοίως οὔτε ἁλόντα εὐμεταχείριστον ἡγήσεται· ἐξ ὧν πᾶσα ἀνάγκη ἐραστὴν παιδικοῖς φθονεῖν μὲν οὐσίαν κεκτημένοις, ἀπολλυμένης δὲ χαίρειν.
此外,如果被爱者拥有黄金或其他财产,恋爱者就会认为他既不容易被捕获,在捕获后也不容易应付;由此,恋爱者必然会对拥有财产的被爱者产生嫉妒,而在其财产丧失时感到高兴。
ἔτι τοίνυν ἄγαμον, ἄπαιδα, ἄοικον ὅτι πλεῖστον χρόνον παιδικὰ ἐραστὴς εὔξαιτʼ ἂν γενέσθαι, τὸ αὑτοῦ γλυκὺ ὡς πλεῖστον χρόνον καρποῦσθαι ἐπιθυμῶν.
再者,恋爱者还会祈祷被爱者在尽可能长的时间里保持未婚、无子、无家可归的状态,因为他渴望在尽可能长的时间里享受属于自己的甜蜜果实。
ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμειξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν, οἷον κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμειξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον, καί τις ἑταίραν ὡς βλαβερὸν ψέξειεν ἄν, καὶ ἄλλα πολλὰ τῶν τοιουτοτρόπων θρεμμάτων τε καὶ ἐπιτηδευμάτων, οἷς τό γε καθʼ ἡμέραν ἡδίστοισιν εἶναι ὑπάρχει·
确实还有其他害处,但某种神灵在绝大多数害处中掺杂了眼前的快乐;例如谄媚者,虽是一种可怕的野兽和巨大的祸害,但自然依然在其中掺杂了某种不失文雅的快乐;人们也许会指责娼妓是有害的,还有许多其他类似性质的产物和行当也是如此,但它们至少在日常生活中能让人感到极其愉快。
παιδικοῖς δὲ ἐραστὴς πρὸς τῷ βλαβερῷ καὶ εἰς τὸ συνημερεύειν πάντων ἀηδέστατον.
然而,对于被爱者来说,恋爱者除了有害之外,在朝夕相处中也是所有人中最令人不快的。
ἥλικα γὰρ δὴ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα—ἡ γὰρ οἶμαι χρόνου ἰσότης ἐπʼ ἴσας ἡδονὰς ἄγουσα διʼ ὁμοιότητα φιλίαν παρέχεται—ἀλλʼ ὅμως κόρον γε καὶ ἡ τούτων συνουσία ἔχει.
因为正如古老的谚语所说,“同龄人使同龄人快乐”——我想这是因为年龄的对等引向了同等的快乐,并因相似性而带来友谊——但即便如此,他们的相处也会产生厌倦。
καὶ μὴν τό γε ἀναγκαῖον αὖ βαρὺ παντὶ περὶ πᾶν λέγεται· ὃ δὴ πρὸς τῇ ἀνομοιότητι μάλιστα ἐραστὴς πρὸς παιδικὰ ἔχει.
而且,被迫的事情对任何人、任何事来说都是沉重的负担;而恋爱者对被爱者,除了年龄的不相称之外,最具有这种强迫性。
νεωτέρῳ γὰρ πρεσβύτερος συνὼν οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἑκὼν ἀπολείπεται, ἀλλʼ ὑπʼ ἀνάγκης τε καὶ οἴστρου ἐλαύνεται, ὃς ἐκείνῳ μὲν ἡδονὰς ἀεὶ διδοὺς ἄγει, ὁρῶντι, ἀκούοντι, ἁπτομένῳ, καὶ πᾶσαν αἴσθησιν αἰσθανομένῳ τοῦ ἐρωμένου, ὥστε μεθʼ ἡδονῆς ἀραρότως αὐτῷ ὑπηρετεῖν·
因为年长者与年轻者相处,无论白天还是黑夜都不愿主动离开,而是受到强迫和狂热的驱使,这种狂热在年长者看着、听着、抚摸着以及通过每一种感官去感受被爱者时,不断给他带来快乐,从而使他满心欢喜、死心塌地地为被爱者效劳。
τῷ δὲ δὴ ἐρωμένῳ ποῖον παραμύθιον ἢ τίνας ἡδονὰς διδοὺς ποιήσει τὸν ἴσον χρόνον συνόντα μὴ οὐχὶ ἐπʼ ἔσχατον ἐλθεῖν ἀηδίας—ὁρῶντι μὲν ὄψιν πρεσβυτέραν καὶ οὐκ ἐν ὥρᾳ, ἑπομένων δὲ τῶν ἄλλων ταύτῃ, ἃ καὶ λόγῳ ἐστὶν ἀκούειν οὐκ ἐπιτερπές, μὴ ὅτι δὴ ἔργῳ ἀνάγκης ἀεὶ προσκειμένης μεταχειρίζεσθαι, φυλακάς τε δὴ καχυποτόπους φυλαττομένῳ διὰ παντὸς καὶ πρὸς ἅπαντας, ἀκαίρους τε ἐπαίνους καὶ ὑπερβάλλοντας ἀκούοντι, ὡς δʼ αὕτως ψόγους νήφοντος μὲν οὐκ ἀνεκτούς, εἰς δὲ μέθην ἰόντος πρὸς τῷ μὴ ἀνεκτῷ ἐπαισχεῖς, παρρησίᾳ κατακορεῖ καὶ ἀναπεπταμένῃ χρωμένου;
但是,对于被爱者来说,恋爱者究竟能提供什么样的安慰或什么样的快乐,才能使他在相同时间的相处中不至于陷入极度的厌恶呢? 因为被爱者看到的是一张衰老且失去青春年华的面容,以及其他随之而来的衰老迹象,这些迹象即使只是在言语中听到也令人不快,更不用说在每天被迫的接触中实际去应付了;而且被爱者还要时刻防范恋爱者对所有人的多疑监视,听他那不合时宜和过分的赞美,同样也要听他在清醒时令人无法容忍的指责,在喝醉时不仅无法容忍而且令人羞辱的责骂,因为恋爱者使用的是令人厌腻且肆无忌惮的放言。

词汇与语法注释

  1. 239aἀνάγκη γιγνομένων τε καὶ φύσει ἐνόντων μὲν ἥδεσθαι, τὰ δὲ παρασκευάζειν — 由无人称词 ἀνάγκη 引导的带涉格(对格)不定式结构。对格的 ἐραστήν 是不定式 ἥδεσθαι 和 παρασκευάζειν 的逻辑主语。属格分词短语 γιγνομένων... ἐνόντων 与前文的属格名词 κακῶν 一致,作定语修饰。
  2. 239cὀφθήσεται δὴ μαλθακόν τινα καὶ οὐ στερεὸν διώκων — 动词 ὀφθήσεται(ὁράω 的将来时被动语态单数第三人称,主语为“恋爱者”)与主格分词 διώκων 连用,构成“他将被看到正在追求”的句式。此分词的宾语为对格的 μαλθακόν τινα,其后出现的一系列对格分词(τεθραμμένον, κοσμούμενον, ἐπιτηδεύοντα)均在格、性、数上与该宾语一致并对其进行修饰。
  3. 240dμὴ οὐχὶ ἐπʼ ἔσχατον ἐλθεῖν ἀηδίας — 在反问句或表示否定、怀疑的表达(ποῖον παραμύθιον... ποιήσει...)之后使用的 μὴ οὐχὶ +不定式结构。整体上表示强烈的反问否定(结果):“(如何能使被爱者)不至于陷入极度的厌恶呢?(必然会陷入)”。

引用这一段

柏拉图, 斐德罗篇 §239-240. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:239-240

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。