Humanitext Reader

柏拉图 · 斐德罗篇 §236

斐德若立誓逼迫苏格拉底发表演说

第 6 段,共 28 段 · 希腊语

内容简介

苏格拉底指出任何此类演说都必须包含某些不言自明的基本要素,但仍以即兴创作不易为由推脱;然而,斐德若步步紧逼,通过发下重誓强迫苏格拉底进行演说,苏格拉底最终被迫妥协。

§236ΣΩ. φίλτατος εἶ καὶ ὡς ἀληθῶς χρυσοῦς, ὦ Φαῖδρε, εἴ με οἴει λέγειν ὡς Λυσίας τοῦ παντὸς ἡμάρτηκεν, καὶ οἷόν τε δὴ παρὰ πάντα ταῦτα ἄλλα εἰπεῖν·
苏格拉底:斐德若,如果你以为我是说吕西亚斯错得一塌糊涂,并且有可能说出与这一切完全不同的其他话来,那你就太可爱了,简直是金子一般的人。
τοῦτο δὲ οἶμαι οὐδʼ ἂν τὸν φαυλότατον παθεῖν συγγραφέα.
但我认为,即使是最差劲的作家也不会落到这种地步。
αὐτίκα περὶ οὗ ὁ λόγος, τίνα οἴει λέγοντα ὡς χρὴ μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι χαρίζεσθαι, παρέντα τοῦ μὲν τὸ φρόνιμον ἐγκωμιάζειν, τοῦ δὲ τὸ ἄφρον ψέγειν, ἀναγκαῖα γοῦν ὄντα, εἶτʼ ἄλλʼ ἄττα ἕξειν λέγειν;
例如,就这篇演论的主题而言,有谁在论证应该向非恋爱者施予恩惠而不是向恋爱者施予恩惠时,会省去对前者理智的赞美和对后者丧失理智的斥责——而这些分明是必不可少的内容——然后还能有其他什么话可说呢?
ἀλλʼ οἶμαι τὰ μὲν τοιαῦτα ἐατέα καὶ συγγνωστέα λέγοντι· καὶ τῶν μὲν τοιούτων οὐ τὴν εὕρεσιν ἀλλὰ τὴν διάθεσιν ἐπαινετέον, τῶν δὲ μὴ ἀναγκαίων τε καὶ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν εὕρεσιν.
不过我认为,这类事情对于演说者来说应当予以允许和原谅;对于这类事情,不应当赞美其发明(题材的发现),而应当赞美其布局(结构配置);但对于那些非必不可少且难以发现的题材,除了赞美布局之外,还应当赞美其发明。
ΦΑΙ. συγχωρῶ ὃ λέγεις· μετρίως γάρ μοι δοκεῖς εἰρηκέναι.
斐德若:我同意你的说法;因为在我看来,你说的很合情理。
ποιήσω οὖν καὶ ἐγὼ οὕτως·
那我也要这样做:我允许你把“恋爱者比非恋爱者病得更重”作为假设。
τὸ μὲν τὸν ἐρῶντα τοῦ μὴ ἐρῶντος μᾶλλον νοσεῖν δώσω σοι ὑποτίθεσθαι, τῶν δὲ λοιπῶν ἕτερα πλείω καὶ πλείονος ἄξια εἰπὼν τῶνδε παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ στάθητι.
但至于其余的部分,如果你能说出比这些更丰富、更有价值的另一些话,你就可以像库普塞洛斯家族的奉纳物一样,作为一尊锻制的金像树立在奥林匹亚。
ΣΩ. ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε, καὶ οἴει δή με ὡς ἀληθῶς ἐπιχειρήσειν εἰπεῖν παρὰ τὴν ἐκείνου σοφίαν ἕτερόν τι ποικιλώτερον;
苏格拉底:斐德若,你当真了吗? 就因为我开玩笑地挑剔了你所钟爱的人,你就以为我真的会试图违抗他的智慧,去说出一些更繁复巧妙的东西来吗?
ΦΑΙ. περὶ μὲν τούτου, ὦ φίλε, εἰς τὰς ὁμοίας λαβὰς ἐλήλυθας.
斐德若:关于这一点,朋友,你也落入了同样的把柄中。
ῥητέον μὲν γάρ σοι παντὸς μᾶλλον οὕτως ὅπως οἷός τε εἶ, ἵνα μὴ τὸ τῶν κωμῳδῶν φορτικὸν πρᾶγμα ἀναγκαζώμεθα ποιεῖν ἀνταποδιδόντες ἀλλήλοις, καὶ μὴ βούλου με ἀναγκάσαι λέγειν ἐκεῖνο τὸ εἰ ἐγώ, ὦ Σώκρατες, Σωκράτην ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι, καὶ ὅτι ἐπεθύμει μὲν λέγειν, ἐθρύπτετο δέ·
你必须尽你所能去演说,免得我们被迫做出像喜剧演员那样相互回敬的粗俗举动。 不要逼我不得不说出那句话: “如果我,苏格拉底啊,竟然不认识苏格拉底,那我也就把我自己给忘了,” 以及: “他固然渴望演说,却又在拿娇作态。
ἀλλὰ διανοήθητι ὅτι ἐντεῦθεν οὐκ ἄπιμεν πρὶν ἂν σὺ εἴπῃς ἃ ἔφησθα ἐν τῷ στήθει ἔχειν.
” 相反,你要明白,在你把你说自己胸中所装的东西说出来之前,我们绝不离开这里。
ἐσμὲν δὲ μόνω ἐν ἐρημίᾳ, ἰσχυρότερος δʼ ἐγὼ καὶ νεώτερος, ἐκ δὲ ἁπάντων τούτων σύνες ὅ τοι λέγω, καὶ μηδαμῶς πρὸς βίαν βουληθῇς μᾶλλον ἢ ἑκὼν λέγειν.
我们俩人独自在荒僻之处,而我比你更强壮、更年轻,综合这一切: “听懂我对你所说的话,” 请绝对不要让我强迫你,而是心愿地演说吧。
ΣΩ. ἀλλʼ, ὦ μακάριε Φαῖδρε, γελοῖος ἔσομαι παρʼ ἀγαθὸν ποιητὴν ἰδιώτης αὐτοσχεδιάζων περὶ τῶν αὐτῶν.
苏格拉底:可是,幸福的斐德若啊,拿我一个门外汉去和一位优秀的诗人相比,就同一主题进行即兴演讲,这会成为笑柄的。
ΦΑΙ. οἶσθʼ ὡς ἔχει;
斐德若:你可知道这事该怎么办?
παῦσαι πρός με καλλωπιζόμενος· σχεδὸν γὰρ ἔχω ὃ εἰπὼν ἀναγκάσω σε λέγειν.
别再跟我拿乔了;因为我几乎掌握了那个只要一说出来就能逼你开口的杀手锏。
ΣΩ. μηδαμῶς τοίνυν εἴπῃς.
苏格拉底:那你就千万别说。
ΦΑΙ. οὔκ, ἀλλὰ καὶ δὴ λέγω· ὁ δέ μοι λόγος ὅρκος ἔσται.
斐德若:不,我已经要说了,而且我的话将成为誓言。
ὄμνυμι γάρ σοι—τίνα μέντοι, τίνα θεῶν;
我向你起誓——不过,向哪位神明呢?
ἢ βούλει τὴν πλάτανον ταυτηνί;
或者你想要这棵悬铃木?
—ἦ μήν, ἐάν μοι μὴ εἴπῃς τὸν λόγον ἐναντίον αὐτῆς ταύτης, μηδέποτέ σοι ἕτερον λόγον μηδένα μηδενὸς μήτε ἐπιδείξειν μήτε ἐξαγγελεῖν.
──真的,如果你不在这棵树面前对我进行演讲,我此后绝不再向你展示、也绝不再向你转述任何人的任何其他演说。
ΣΩ. βαβαῖ, ὦ μιαρέ, ὡς εὖ ἀνηῦρες τὴν ἀνάγκην ἀνδρὶ φιλολόγῳ ποιεῖν ὃ ἂν κελεύῃς.
苏格拉底:哎呀,你这个无赖! 对于一个热爱言论的人,你竟然如此巧妙地找到了逼他做你命令他做的任何事的强制手段。
ΦΑΙ. τί δῆτα ἔχων στρέφῃ;
斐德若:那你到底为什么还在犹豫不决、身子扭捏呢?
ΣΩ. οὐδὲν ἔτι, ἐπειδὴ σύ γε ταῦτα ὀμώμοκας.
苏格拉底:既然你已经发了这样的誓,我就不再推脱了。
πῶς γὰρ ἂν οἷός τʼ εἴην τοιαύτης θοίνης ἀπέχεσθαι;
因为我怎能忍住不享用这样的一顿盛宴呢?

词汇与语法注释

  1. ¦236a¦τοῦ μὲν — τοῦ μὲν 以及与之相对应的 τοῦ δὲ 分别指代“非恋爱者”和“恋爱者”(冠词的代名词用法)。在句中为属格,作为所有格修饰其后的中性名词化形容词 τὸ φρόνιμον(理智)和 τὸ ἄφρον(丧失理智)。它们并非不定式 ἐγκωμιάζειν(赞美)和 ψέγειν(斥责)的直接宾语,这两个不定式的直接宾语是上述的中性名词化形容词。
  2. ¦236c¦εἰς τὰς ὁμοίας λαβὰς ἐλήλυθας — 源自摔跤比喻的惯用表达。λαβή 意为“抓住、把柄、招数”。因此,“你落入了同样的把柄/招数中”意指苏格拉底现在也像他之前逼迫斐德若一样,被逼入了无法推脱的绝境。
  3. ¦236e¦ἔχων — 现在分词 ἔχων 与疑问词(此处为 τί)结合使用时,构成一种口语化的惯用表达,表示“到底在干嘛”、“为什么一直在(磨蹭)”,用以表达说话者的责备、惊讶或焦急。它并不具有字面上的“持有”之意,而是起到了类似助动词的作用,强调动作的拖延或犹疑。

引用这一段

柏拉图, 斐德罗篇 §236. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:236

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。