Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §46-47

身体与灵魂中快乐和痛苦的混合

第 23 段,共 34 段 · 希腊语

内容简介

苏格拉底与普罗塔科讨论了身体内部快乐与痛苦的混合(如抓挠疥癣的快感)以及快乐占优势时的狂乱状态。随后,他们在谈及身体与灵魂对立所产生的混合之后,开始探讨灵魂自身所产生的混合状态(如愤怒、嫉妒等情绪中的痛苦)。

§46ΠΡΩ. ἀνάγκη.
普:确实有必要。
ΣΩ. σκόπει δὴ τὰς τῶν τοιῶνδε νοσημάτων ἡδονάς, τίνα ποτὲ ἔχουσι τρόπον.
苏:那么请看这些疾病的快乐,它们究竟具有什么样的性质。
ΠΡΩ. ποίων;
普:什么样的疾病?
ΣΩ. τὰς τῶν ἀσχημόνων, ἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς.
苏:那些难看的人的快乐,也就是我们所说那些“挑剔的人”所彻底厌恶的。
ΠΡΩ. ποίας;
普:什么样的快乐?
ΣΩ. οἷον τὰς τῆς ψώρας ἰάσεις τῷ τρίβειν καὶ ὅσα τοιαῦτα, οὐκ ἄλλης δεόμενα φαρμάξεως·
苏:例如,通过摩擦来治疗疥癣,以及所有此类不需要其他药物治疗的手段。
τοῦτο γὰρ δὴ τὸ πάθος ἡμῖν, ὦ πρὸς θεῶν, τί ποτε φῶμεν ἐγγίγνεσθαι;
看在诸神的份上,在这种状态中,我们究竟应当说产生的是什么呢?
πότερον ἡδονὴν ἢ λύπην;
是快乐,还是痛苦?
ΠΡΩ. σύμμεικτον τοῦτό γʼ ἄρʼ, ὦ Σώκρατες, ἔοικε γίγνεσθαί τι κακόν.
普:苏格拉底,这看起来确实是某种混合起来的坏事。
ΣΩ. οὐ μὲν δὴ Φιλήβου γε ἕνεκα παρεθέμην τὸν λόγον·
苏:确实,我可不是为了菲莱布才提出这个论点的。
ἀλλʼ ἄνευ τούτων, ὦ Πρώταρχε, τῶν ἡδονῶν καὶ τῶν ταύταις ἑπομένων, ἂν μὴ κατοφθῶσι, σχεδὸν οὐκ ἄν ποτε δυναίμεθα διακρίνασθαι τὸ νῦν ζητούμενον.
但是,普罗塔科,如果不把这些快乐以及随之而来的东西看个明白,我们大概永远也无法解决当前所探求的问题。
ΠΡΩ. οὐκοῦν ἰτέον ἐπὶ τὰς τούτων συγγενεῖς.
普:那么我们必须走向与这些相亲近的快乐。
ΣΩ. τὰς ἐν τῇ μείξει κοινωνούσας λέγεις;
苏:你是说那些参与混合的快乐吗?
ΠΡΩ. πάνυ μὲν οὖν.
普:完全如此。
ΣΩ. εἰσὶ τοίνυν μείξεις αἱ μὲν κατὰ τὸ σῶμα ἐν αὐτοῖς τοῖς σώμασιν, αἱ δʼ αὐτῆς τῆς ψυχῆς ἐν τῇ ψυχῇ· τὰς δʼ αὖ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀνευρήσομεν λύπας ἡδοναῖς μειχθείσας τοτὲ μὲν ἡδονὰς τὰ συναμφότερα, τοτὲ δὲ λύπας ἐπικαλουμένας.
苏:那么,混合有些是关于身体的,产生于身体内部,有些则是属于灵魂自身的,产生于灵魂内部;我们还将发现属于灵魂和身体共同的混合,其中痛苦与快乐相混,两者的结合有时被称为快乐,有时被称为痛苦。
ΠΡΩ. πῶς;
普:怎么说?
ΣΩ. ὁπόταν ἐν τῇ καταστάσει τις ἢ τῇ διαφθορᾷ τἀναντία ἅμα πάθη πάσχῃ, ποτὲ ῥιγῶν θέρηται καὶ θερμαινόμενος ἐνίοτε ψύχηται, ζητῶν οἶμαι τὸ μὲν ἔχειν, τοῦ δὲ ἀπαλλάττεσθαι, τὸ δὴ λεγόμενον πικρῷ γλυκὺ μεμειγμένον, μετὰ δυσαπαλλακτίας παρόν, ἀγανάκτησιν καὶ ὕστερον σύντασιν ἀγρίαν ποιεῖ.
苏:每当有人在恢复或毁灭的过程中同时遭受相反的感受时,例如,在发冷时变热,而在变热时有时又变冷,我想,他寻求获得前者而摆脱后者,所谓“甘苦相杂”的状态伴随着难以摆脱的处境而显现,引起烦躁,随后引起狂暴的紧张。
ΠΡΩ. καὶ μάλα ἀληθὲς τὸ νῦν λεγόμενον.
普:刚才所说的是极具真实性。
ΣΩ. οὐκοῦν αἱ τοιαῦται μείξεις αἱ μὲν ἐξ ἴσων εἰσὶ λυπῶν τε καὶ ἡδονῶν, αἱ δʼ ἐκ τῶν ἑτέρων πλειόνων;
苏:那么,这些混合有些是由等量的痛苦与快乐组成的,有些是由其中一方较多而组成的,不是吗?
ΠΡΩ. πῶς γὰρ οὔ;
普:怎么会不是呢?
ΣΩ. λέγε δὴ τὰς μέν, ὅταν πλείους λῦπαι τῶν ἡδονῶν γίγνωνται—τὰς τῆς ψώρας λεγομένας νυνδὴ ταύτας εἶναι καὶ τὰς τῶν γαργαλισμῶν—ὁπόταν ἐν τοῖς ἐντὸς τὸ ζέον ᾖ καὶ τὸ φλεγμαῖνον, τῇ τρίψει δὲ καὶ τῇ κνήσει μὴ ἐφικνῆταί τις, τὸ δʼ ἐπιπολῆς μόνον διαχέῃ, τοτὲ φέροντες εἰς πῦρ αὐτὰ καὶ εἰς τοὐναντίον πυρίαις μεταβάλλοντες ἐνίοτε ἀμηχάνους ἡδονάς, τοτὲ δὲ τοὐναντίον τοῖς ἐντὸς πρὸς τὰ τῶν ἔξω, λύπας ἡδοναῖς συγκερασθείσας, εἰς ὁπότερʼ ἂν ῥέψῃ, παρέσχοντο τῷ τὰ συγκεκριμένα βίᾳ διαχεῖν ἢ τὰ διακεκριμένα συγχεῖν — ὁμοῦ λύπας ἡδοναῖς παρατιθέναι.
苏:那么,先来说痛苦多于快乐的情况——就是刚才说到的疥癣以及发痒的情况。 当内部发热发炎,通过摩擦和抓挠无法触及深处,而只能分散表面的不适时,人们有时会把这些部位移向火旁,或相反地通过热敷来改变状态,从而有时获得难以言状的快乐;有时则相反,通过内部与外部的对抗,使痛苦与快乐混合。 无论偏向哪一方,由于强行分散了聚集在一起的东西,或者聚集了分散的东西,都会同时产生痛苦与快乐。
§47ΠΡΩ. ἀληθέστατα.
普:确实最真实。
ΣΩ. οὐκοῦν ὁπόταν αὖ πλείων ἡδονὴ κατὰ τὰ τοιαῦτα πάντα συμμειχθῇ, τὸ μὲν ὑπομεμειγμένον τῆς λύπης γαργαλίζει τε καὶ ἠρέμα ἀγανακτεῖν ποιεῖ, τὸ δʼ αὖ τῆς ἡδονῆς πολὺ πλέον ἐγκεχυμένον συντείνει τε καὶ ἐνίοτε πηδᾶν ποιεῖ, καὶ παντοῖα μὲν χρώματα, παντοῖα δὲ σχήματα, παντοῖα δὲ πνεύματα ἀπεργαζόμενον πᾶσαν ἔκπληξιν καὶ βοὰς μετὰ ἀφροσύνης ἐνεργάζεται;
苏:那么,当相反地,在所有这些情况中混入了更多的快乐时,其中微带的痛苦令人发痒并产生轻微的烦躁,而大量灌注的快乐则让人极度紧张,有时甚至让人跳起来,并产生各种脸色、各种姿态和各种呼吸,从而灌输了极度的震惊和伴随愚妄的叫喊,不是吗?
ΠΡΩ. μάλα γε.
普:非常如此。
ΣΩ. καὶ λέγειν τε, ὦ ἑταῖρε, αὐτόν τε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον ὡς ταύταις ταῖς ἡδοναῖς τερπόμενος οἷον ἀποθνῄσκει· καὶ ταύτας γε δὴ παντάπασιν ἀεὶ μεταδιώκει τοσούτῳ μᾶλλον ὅσῳ ἂν ἀκολαστότερός τε καὶ ἀφρονέστερος ὢν τυγχάνῃ, καὶ καλεῖ δὴ μεγίστας ταύτας, καὶ τὸν ἐν αὐταῖς ὅτι μάλιστʼ ἀεὶ ζῶντα εὐδαιμονέστατον καταριθμεῖται.
苏:而且,朋友啊,这不仅让他自己对自己说,也让别人对他说,他在享受这些快乐时简直就像是要死了一般;而且,他越是放荡、越是愚蠢,就越是始终全力追求这些快乐,并称它们为最大,而且把尽可能多地生活在这些快乐之中的人视为最幸福的人。
ΠΡΩ. πάντα, ὦ Σώκρατες, τὰ συμβαίνοντα πρὸς τῶν πολλῶν ἀνθρώπων εἰς δόξαν διεπέρανας.
普:苏格拉底,你已经把大众观念中所发生的种种情况完全剖析了一遍。
ΣΩ. περί γε τῶν ἡδονῶν, ὦ Πρώταρχε, τῶν ἐν τοῖς κοινοῖς παθήμασιν αὐτοῦ τοῦ σώματος τῶν ἐπιπολῆς τε καὶ ἐντὸς κερασθέντων·
苏:普罗塔科,这只是就身体自身的共同感受中的快乐而言的,即表层和内部混合在一起的快乐。
περὶ δέ γʼ ὧν ψυχὴ σώματι τἀναντία συμβάλλεται, λύπην τε ἅμα πρὸς ἡδονὴν καὶ ἡδονὴν πρὸς λύπην, ὥστʼ εἰς μίαν ἀμφότερα κρᾶσιν ἰέναι, ταῦτα ἔμπροσθε μὲν διήλθομεν, ὡς, ὁπόταν κενῶται, πληρώσεως ἐπιθυμεῖ, καὶ ἐλπίζων μὲν χαίρει, κενούμενος δὲ ἀλγεῖ, ταῦτα δὲ τότε μὲν οὐκ ἐμαρτυράμεθα, νῦν δὲ λέγομεν ὡς ψυχῆς πρὸς σῶμα διαφερομένης ἐν πᾶσι τούτοις πλήθει ἀμηχάνοις οὖσι μεῖξις μία λύπης τε καὶ ἡδονῆς συμπίπτει γενομένη.
但是,至于那些灵魂对身体提供相反之物,将痛苦与快乐、快乐与痛苦同时结合,从而使两者融入同一种混合之中的情况——我们之前已经探讨过,当身体匮乏时渴望充盈,心怀希望时感到喜悦,而处于匮乏时感到痛苦。 尽管当时我们没有以此作为见证,但现在我们说,当灵魂与身体产生分歧时,在所有这些无数的情况下,痛苦与快乐便混而为一地产生。
ΠΡΩ. κινδυνεύεις ὀρθότατα λέγειν.
普:你似乎说得非常正确。
ΣΩ. ἔτι τοίνυν ἡμῖν τῶν μείξεων λύπης τε καὶ ἡδονῆς λοιπὴ μία.
苏:那么,痛苦与快乐的混合对我们来说还剩下一个。
ΠΡΩ. ποία, φῄς;
普:你指的是哪一个?
ΣΩ. ἣν αὐτὴν τὴν ψυχὴν αὑτῇ πολλάκις λαμβάνειν σύγκρασιν ἔφαμεν.
苏:就是我们说过灵魂自身常常独自产生的那种混合。
ΠΡΩ. πῶς οὖν δὴ τοῦτʼ αὐτὸ λέγομεν;
普:那么我们究竟该如何说明这件事情本身呢?
ΣΩ. ὀργὴν καὶ φόβον καὶ πόθον καὶ θρῆνον καὶ ἔρωτα καὶ ζῆλον καὶ φθόνον καὶ ὅσα τοιαῦτα, ἆρʼ οὐκ αὐτῆς τῆς ψυχῆς τίθεσαι ταύτας λύπας τινάς;
苏:愤怒、恐惧、渴望、哀悼、爱情、嫉妒、羡慕,以及所有此类情绪——难道你不把这些归为灵魂自身的某种痛苦吗?
ΠΡΩ. ἔγωγε.
普:我确实这样认为。

词汇与语法注释

  1. 46aἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς — 此处包含双重关系代词,结构较复杂。第一个关系代词 `ἃς`(宾格阴性复数)以 `τὰς [ἡδονάς]` 为先行词,作为关系从句中动词 `μισοῦσι` 的直接宾语。第二个关系代词 `οὓς`(宾格阳性复数)在 `εἴπομεν δυσχερεῖς`(我们称为挑剔的)中担任 `εἴπομεν` 的宾语(或双宾语结构中的一部分),而这个关系从句的先行词(即主句动词 `μισοῦσι` 的主语“人们”)被省略了。因此,整体意思是“我们所说那些挑剔的人所彻底厌恶的(快乐)”。
  2. 46cτὰ συναμφότερα — 中性复数名词短语 `τὰ συναμφότερα`(两者结合之物)在此作为具有被动意义的分词 `ἐπικαλουμένας`(被称为)的语义主语(宾格形式)。它修饰前面的 `λύπας`(痛苦),构成“两者结合之物有时被称为快乐,有时被称为痛苦”的结构。
  3. 46eπαρέσχοντο ... ὁμοῦ λύπας ἡδοναῖς παρατιθέναι — 不定式 `παρατιθέναι`(并列、同时呈现)在此作为表示结果或目的的不定式,或作为动词 `παρέσχοντο`(提供了、带来了,其主语为 `λύπας ... συγκερασθείσας`)的直接补足语。中间插入的与格动名词短语 `τῷ ... διαχεῖν ἢ ... συγχεῖν`(通过分散……或聚集……)表示手段,整体构成了“通过……的方式,带来了痛苦与快乐的同时并存”这一长句结构。
  4. 47bκαὶ λέγειν τε ... αὐτόν τε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον — 动词 `ποιεῖ`(使、让)在此接宾格(`αὐτόν τε ... καὶ ἄλλον`)和不定式(`λέγειν`),构成了使役结构。其中 `αὐτόν`(他自己)与 `ἄλλον`(他人)是不定式 `λέγειν` 的语义主语,意为“使他自己以及他人都说……”。

引用这一段

柏拉图, 菲力帕斯篇 §46-47. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:46-47

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。