§45ΣΩ. οὐκοῦν εἰ καὶ τὸ τῆς ἡδονῆς γένος ἰδεῖν ἥντινά ποτʼ ἔχει φύσιν βουληθεῖμεν, οὐκ εἰς τὰς πολλοστὰς ἡδονὰς ἀποβλεπτέον, ἀλλʼ εἰς τὰς ἀκροτάτας καὶ σφοδροτάτας λεγομένας.
苏:那么,如果我们也想要看清快乐这一种类究竟具有什么样的自然本性,我们就不应当瞩目于那些微不足道的快乐,而应当瞩目于那些被称为最极致、最剧烈的快乐。
ΠΡΩ. πᾶς ἄν σοι ταύτῃ συγχωροίη τὰ νῦν.
普:现在,任何人都会在这一点上赞同你。
ΣΩ. ἆρʼ οὖν, αἱ πρόχειροί γε αἵπερ καὶ μέγισται τῶν ἡδονῶν, ὃ λέγομεν πολλάκις, αἱ περὶ τὸ σῶμά εἰσιν αὗται;
苏:那么,正如我们经常所说,那些最手近且又是最大的快乐,就是关于身体的这些快乐吗?
ΠΡΩ. πῶς γὰρ οὔ;
普:怎么会不是呢?
ΣΩ. πότερον οὖν καὶ μείζους εἰσὶ καὶ γίγνονται περὶ τοὺς κάμνοντας ἐν ταῖς νόσοις ἢ περὶ ὑγιαίνοντας;
苏:那么,这些快乐是在生病的人们中间,还是在健康的人们中间,变得更大并产生得更多呢?
εὐλαβηθῶμεν δὲ μὴ προπετῶς ἀποκρινόμενοι πταίσωμέν πῃ. τάχα γὰρ ἴσως φαῖμεν ἂν περὶ ὑγιαίνοντας.
让我们小心,免得因轻率回答而在某处栽跟头;因为也许我们会说是在健康的人中间。
ΠΡΩ. εἰκός γε.
普:这很有可能。
ΣΩ. τί δʼ;
苏:那又如何呢?
οὐχ αὗται τῶν ἡδονῶν ὑπερβάλλουσιν, ὧν ἂν καὶ ἐπιθυμίαι μέγισται προγίγνωνται;
凡是由最大的欲望预先产生的那些快乐,不正是超越其他快乐的吗?
ΠΡΩ. τοῦτο μὲν ἀληθές.
普:这确实是真的。
ΣΩ. ἀλλʼ οὐχ οἱ πυρέττοντες καὶ ἐν τοιούτοις νοσήμασιν ἐχόμενοι μᾶλλον διψῶσι καὶ ῥιγοῦσι καὶ πάντα ὁπόσα διὰ τοῦ σώματος εἰώθασι πάσχειν, μᾶλλόν τʼ ἐνδείᾳ συγγίγνονται καὶ ἀποπληρουμένων μείζους ἡδονὰς ἴσχουσιν;
苏:但是,那些发烧和被此类疾病缠身的人,不是更强烈地感到口渴、寒冷,以及所有他们习惯于通过身体所遭受的事情吗? 而且他们不是处于更深的匮乏之中,并在得到满足时获得更大的快乐吗?
ἢ τοῦτο οὐ φήσομεν ἀληθὲς εἶναι;
还是我们要说这不是真的?
ΠΡΩ. πάνυ μὲν οὖν νῦν ῥηθὲν φαίνεται.
普:现在说来,这显得确实非常真实。
ΣΩ. τί οὖν;
苏:那么又如何呢?
ὀρθῶς ἂν φαινοίμεθα λέγοντες ὡς εἴ τις τὰς μεγίστας ἡδονὰς ἰδεῖν βούλοιτο, οὐκ εἰς ὑγίειαν ἀλλʼ εἰς νόσον ἰόντας δεῖ σκοπεῖν;
如果我们说,如果有人想要看清最大的快乐,不应当看健康状态,而应当观察那些陷入疾病状态的人,这看起来是正确的吗?
ὅρα δὲ μή με ἡγῇ διανοούμενον ἐρωτᾶν σε εἰ πλείω χαίρουσιν οἱ σφόδρα νοσοῦντες τῶν ὑγιαινόντων, ἀλλʼ οἴου μέγεθός με ζητεῖν ἡδονῆς, καὶ τὸ σφόδρα περὶ τοῦ τοιούτου ποῦ ποτε γίγνεται ἑκάστοτε.
但请注意,不要以为我是想问你,那些重病的人是否比健康的人享受到更多的快乐;相反,请认为我是在寻找快乐的“大小”,以及这种事物在各种情况下究竟在何处达到“剧烈”。
νοῆσαι γὰρ δεῖ φαμεν ἥντινα φύσιν ἔχει καὶ τίνα λέγουσιν οἱ φάσκοντες μηδʼ εἶναι τὸ παράπαν αὐτήν.
因为我们说过,必须理解它具有何种自然本性,以及那些断言快乐根本不存在的人究竟在说什么。
ΠΡΩ. ἀλλὰ σχεδὸν ἕπομαι τῷ λόγῳ σου.
普:好在,我大致能跟上你的论点。
ΣΩ. τάχα, ὦ Πρώταρχε, οὐχ ἧττον δείξεις.
苏:普罗塔科,也许你很快就会更充分地证明这一点。
ἀπόκριναι γάρ· ἐν ὕβρει μείζους ἡδονάς—οὐ πλείους λέγω, τῷ σφόδρα δὲ καὶ τῷ μᾶλλον ὑπερεχούσας—ὁρᾷς ἢ ἐν τῷ σώφρονι βίῳ;
请回答我:在放荡之中,你看到的快乐是更大的——我不是说数量上的更多,而是在剧烈和程度上超越其他的——还是在节制的生活之中?
λέγε δὲ προσέχων τὸν νοῦν.
请专心回答。
ΠΡΩ. ἀλλʼ ἔμαθον ὃ λέγεις, καὶ πολὺ τὸ διαφέρον ὁρῶ.
普:我明白你所说的了,并且看到了巨大的差异。
τοὺς μὲν γὰρ σώφρονάς που καὶ ὁ παροιμιαζόμενος ἐπίσχει λόγος ἑκάστοτε, ὁ τὸ
μηδὲν ἄγαν
παρακελευόμενος, ᾧ πείθονται· τὸ δὲ τῶν ἀφρόνων τε καὶ ὑβριστῶν μέχρι μανίας ἡ σφοδρὰ ἡδονὴ κατέχουσα περιβοήτους ἀπεργάζεται.
因为那些节制的人在任何时候都被那句著名的箴言所约束,即劝诫“毋过分”的话,他们对此表示顺从;而在愚蠢和放荡的人中间,剧烈的快乐占有他们以至于疯狂,使他们恶名昭彰。
ΣΩ. καλῶς·
苏:说得太好了。
καὶ εἴ γε τοῦθʼ οὕτως ἔχει, δῆλον ὡς ἔν τινι πονηρίᾳ ψυχῆς καὶ τοῦ σώματος, ἀλλʼ οὐκ ἐν ἀρετῇ μέγισται μὲν ἡδοναί, μέγισται δὲ καὶ λῦπαι γίγνονται.
如果这确实如此,那么显而易见,最大的快乐和最大的痛苦都产生于灵魂和身体的某种恶劣状态中,而非产生于德性之中。
ΠΡΩ. πάνυ μὲν οὖν.
普:确实非常如此。
ΣΩ. οὐκοῦν τούτων τινὰς προελόμενον δεῖ σκοπεῖσθαι τίνα ποτὲ τρόπον ἐχούσας ἐλέγομεν αὐτὰς εἶναι μεγίστας.
苏:那么,我们必须挑出其中的一些来,考察它们究竟具有什么样的状态,以至于我们曾说它们是最大的。