Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §48

戏剧中的情感与导致可笑的三种自我无知

第 24 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科探讨了情感、悲剧和喜剧中快乐与痛苦的混合,并为了分析“可笑”的本质,将违背德尔斐神谕的三种自我无知形式(高估财产、身体特征和美德)进行了分类。

§48ΣΩ. οὐκοῦν αὐτὰς ἡδονῶν μεστὰς εὑρήσομεν ἀμηχάνων;
苏:那么,我们难道不会发现,它们本身充斥着难以言状的快乐吗?
ἢ δεόμεθα ὑπομιμνῄσκεσθαι τὸ " ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο, " καὶ τὰς ἐν τοῖς θρήνοις καὶ πόθοις ἡδονὰς ἐν λύπαις οὔσας ἀναμεμειγμένας;
还是说,我们需要被提醒起那句话: “它使哪怕是非常聪明的人也大发雷霆,它比滴落的蜂蜜还要甜得多,” 以及在哀悼和渴望中的快乐,是与痛苦混合在一起的吗?
ΠΡΩ. οὔκ, ἀλλʼ οὕτω ταῦτά γε καὶ οὐκ ἄλλως ἂν συμβαίνοι γιγνόμενα.
普:不,这些事情确实就是这样发生的,而不会是别样。
ΣΩ. καὶ μὴν καὶ τάς γε τραγικὰς θεωρήσεις, ὅταν ἅμα χαίροντες κλάωσι, μέμνησαι;
苏:而且,你还记得观看悲剧时的情形吗,当人们在哭泣的同时又感到高兴?
ΠΡΩ. τί δʼ οὔ;
普:怎么会不记得呢?
ΣΩ. τὴν δʼ ἐν ταῖς κωμῳδίαις διάθεσιν ἡμῶν τῆς ψυχῆς, ἆρʼ οἶσθʼ ὡς ἔστι κἀν τούτοις μεῖξις λύπης τε καὶ ἡδονῆς;
苏:那么我们在喜剧中灵魂的心境呢,你是否知道在这些情况中同样也有痛苦与快乐的混合?
ΠΡΩ. οὐ πάνυ κατανοῶ.
普:我不太理解。
ΣΩ. παντάπασι γὰρ οὐ ῥᾴδιον, ὦ Πρώταρχε, ἐν τούτῳ συννοεῖν τὸ τοιοῦτον ἑκάστοτε πάθος.
苏:普罗塔科,因为在这种情况中,要理解每次产生的此类感受,确实完全不容易。
ΠΡΩ. οὔκουν ὥς γʼ ἔοικεν ἐμοί.
普:至少对我来说似乎确实不容易。
ΣΩ. λάβωμέν γε μὴν αὐτὸ τοσούτῳ μᾶλλον ὅσῳ σκοτεινότερόν ἐστιν, ἵνα καὶ ἐν ἄλλοις ῥᾷον καταμαθεῖν τις οἷός τʼ ᾖ μεῖξιν λύπης τε καὶ ἡδονῆς.
苏:然而,既然它越是晦暗,我们就越要把握住它,以便我们在其他情况下也能更容易地领会痛苦与快乐的混合。
ΠΡΩ. λέγοις ἄν.
普:请讲吧。
ΣΩ. τό τοι νυνδὴ ῥηθὲν ὄνομα φθόνου πότερα λύπην τινὰ ψυχῆς θήσεις, ἢ πῶς;
苏:那么,刚才提到的“嫉妒”这个名字,你是把它归为灵魂的某种痛苦,还是怎么看?
ΠΡΩ. οὕτως.
普:这样看。
ΣΩ. ἀλλὰ μὴν ὁ φθονῶν γε ἐπὶ κακοῖς τοῖς τῶν πέλας ἡδόμενος ἀναφανήσεται.
苏:然而,嫉妒的人显然会因为邻人的不幸而感到快乐。
ΠΡΩ. σφόδρα γε.
普:非常如此。
ΣΩ. κακὸν μὴν ἄγνοια καὶ ἣν δὴ λέγομεν ἀβελτέραν ἕξιν.
苏:不过,无知以及我们所说的愚蠢的状态,是一种坏事,不是吗?
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. ἐκ δὴ τούτων ἰδὲ τὸ γελοῖον ἥντινα φύσιν ἔχει.
苏:那么,从这些里面来看看“可笑”具有怎样的本性。
ΠΡΩ. λέγε μόνον.
普:你只管说吧。
ΣΩ. ἔστιν δὴ πονηρία μέν τις τὸ κεφάλαιον, ἕξεώς τινος ἐπίκλην λεγομένη· τῆς δʼ αὖ πάσης πονηρίας ἐστὶ τοὐναντίον πάθος ἔχον ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἐν Δελφοῖς γραμμάτων.
苏:总的来说,恶德是某种状态的通称;而在所有的恶德中,有一种状态恰好与德尔斐的碑文所说的话相反。
ΠΡΩ. τὸ γνῶθι σαυτὸν λέγεις, ὦ Σώκρατες;
普:苏格拉底,你是说“认识你自己”吗?
ΣΩ. ἔγωγε.
苏:正是。
τοὐναντίον μὴν ἐκείνῳ δῆλον ὅτι τὸ μηδαμῇ γιγνώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη.
那么,与那句话相反的,显然就是碑文所说的对自己的完全不认识。
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. ὦ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν.
苏:普罗塔科,试着把这件事情本身一分为三。
ΠΡΩ. πῇ φῄς;
普:你指的是怎么分?
οὐ γὰρ μὴ δυνατὸς ὦ.
因为我可能无能为力。
ΣΩ. λέγεις δὴ δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν;
苏:你是说现在必须由我来作此划分吗?
ΠΡΩ. λέγω, καὶ δέομαί γε πρὸς τῷ λέγειν.
普:是的,我不仅这么说,还恳求你这样做。
ΣΩ. ἆρʼ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον;
苏:那么,那些不认识自己的人,难道不是必然在三个方面各自遭受这种感受吗?
ΠΡΩ. πῶς;
普:怎么说?
ΣΩ. πρῶτον μὲν κατὰ χρήματα, δοξάζειν εἶναι πλουσιώτερον ἢ κατὰ τὴν αὑτῶν οὐσίαν.
苏:首先是在财产方面,想象自己比实际拥有的财产更为富有。
ΠΡΩ. πολλοὶ γοῦν εἰσὶν τὸ τοιοῦτον πάθος ἔχοντες.
普:确实有很多人处于这种状态。
ΣΩ. πλείους δέ γε οἳ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι, καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὔσης αὐτοῖς ἀληθείας.
苏:但更多的人则想象自己更魁梧、更美丽,在所有关于身体的方面,都远远超过自己拥有的真实情况。
ΠΡΩ. πάνυ γε.
普:确实如此。
ΣΩ. πολὺ δὲ πλεῖστοί γε οἶμαι περὶ τὸ τρίτον εἶδος τὸ τῶν ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ δοξάζοντες βελτίους ἑαυτούς, οὐκ ὄντες.
苏:而在我看来,绝大多数人在第三种类型,即关于灵魂里的事物上犯了错误,在并不具备美德的情况下,想象自己更加优越。
ΠΡΩ. σφόδρα μὲν οὖν.
普:非常如此。

词汇与语法注释

  1. 48ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι — 引用自荷马《伊利亚特》第18卷第109-110行。关系代名词 ὅς 的先行词“愤怒(χόλος)”并未直接出现在引用部分中,在柏拉图的语境下,它被叠加在紧接前面提到的“灵魂的痛苦(如 ὀργή)”的代词 αὐτάς 上。需要理解这种伴随文学引用而产生的语境上的主语或先行词的重合。
  2. 48aἀλλʼ οὕτω ταῦτά γε καὶ οὐκ ἄλλως ἂν συμβαίνοι γιγνόμενα — 分词 γιγνόμενα 作为动词 συμβαίνοι(发生、结果是)的补充或叙述分词,表示“这些事情结果会以这种方式发生”。它起到了强调事态按照所描述的方式发生的作用。
  3. 48cἕξεώς τινος ἐπίκλην λεγομένη — ἕξεώς τινος 是属格,作为解释性属格(或同格属格)表示 πονηρία(恶德)的具体“(某类)状态”。ἐπίκλην 是副词性宾格,意为“作为俗称、名义上”,修饰恶德仅作为此类状态的一个通用总称(τὸ κεφάλαιον)。
  4. 48dοὐ γὰρ μὴ δυνατὸς ὦ — 这里使用 οὐ μή +虚拟语气(此处为 ὦ)的句式,表示雅典方言中的强否定(“绝不可能”)或强烈担忧(“我恐怕无能为力”)。幽默地表达了普罗塔科的自我怀疑以及在对话推进过程中的谨慎态度。

引用这一段

柏拉图, 菲力帕斯篇 §48. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:48

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。