← プラトン

ピレボス

§46-47

身体および魂における快楽と苦痛の混合

ソクラテスとプロタルコスは、身体内部における快楽と苦痛の混合状態(疥癬を掻く快感など)と、そのうち快楽が優勢な場合の狂騒的な性質を論じる。さらに、身体と魂の対比による混合快楽に言及した後、魂自体に生じる混合(感情に伴う苦痛)の検討に入る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§46

ΠΡΩ. ἀνάγκη. ΣΩ. σκόπει δὴ τὰς τῶν τοιῶνδε νοσημάτων ἡδονάς, τίνα ποτὲ ἔχουσι τρόπον. ΠΡΩ. ποίων; ΣΩ. τὰς τῶν ἀσχημόνων, ἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς.1 ΠΡΩ. ποίας; ΣΩ. οἷον τὰς τῆς ψώρας ἰάσεις τῷ τρίβειν καὶ ὅσα τοιαῦτα, οὐκ ἄλλης δεόμενα φαρμάξεως· τοῦτο γὰρ δὴ τὸ πάθος ἡμῖν, ὦ πρὸς θεῶν, τί ποτε φῶμεν ἐγγίγνεσθαι; πότερον ἡδονὴν ἢ λύπην; ΠΡΩ. σύμμεικτον τοῦτό γʼ ἄρʼ, ὦ Σώκρατες, ἔοικε γίγνεσθαί τι κακόν. ΣΩ. οὐ μὲν δὴ Φιλήβου γε ἕνεκα παρεθέμην τὸν λόγον· ἀλλʼ ἄνευ τούτων, ὦ Πρώταρχε, τῶν ἡδονῶν καὶ τῶν ταύταις ἑπομένων, ἂν μὴ κατοφθῶσι, σχεδὸν οὐκ ἄν ποτε δυναίμεθα διακρίνασθαι τὸ νῦν ζητούμενον. ΠΡΩ. οὐκοῦν ἰτέον ἐπὶ τὰς τούτων συγγενεῖς. ΣΩ. τὰς ἐν τῇ μείξει κοινωνούσας λέγεις; ΠΡΩ. πάνυ μὲν οὖν. ΣΩ. εἰσὶ τοίνυν μείξεις αἱ μὲν κατὰ τὸ σῶμα ἐν αὐτοῖς τοῖς σώμασιν, αἱ δʼ αὐτῆς τῆς ψυχῆς ἐν τῇ ψυχῇ· τὰς δʼ αὖ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀνευρήσομεν λύπας ἡδοναῖς μειχθείσας τοτὲ μὲν ἡδονὰς τὰ συναμφότερα,2 τοτὲ δὲ λύπας ἐπικαλουμένας. ΠΡΩ. πῶς; ΣΩ. ὁπόταν ἐν τῇ καταστάσει τις ἢ τῇ διαφθορᾷ τἀναντία ἅμα πάθη πάσχῃ, ποτὲ ῥιγῶν θέρηται καὶ θερμαινόμενος ἐνίοτε ψύχηται, ζητῶν οἶμαι τὸ μὲν ἔχειν, τοῦ δὲ ἀπαλλάττεσθαι, τὸ δὴ λεγόμενον πικρῷ γλυκὺ μεμειγμένον, μετὰ δυσαπαλλακτίας παρόν, ἀγανάκτησιν καὶ ὕστερον σύντασιν ἀγρίαν ποιεῖ. ΠΡΩ. καὶ μάλα ἀληθὲς τὸ νῦν λεγόμενον. ΣΩ. οὐκοῦν αἱ τοιαῦται μείξεις αἱ μὲν ἐξ ἴσων εἰσὶ λυπῶν τε καὶ ἡδονῶν, αἱ δʼ ἐκ τῶν ἑτέρων πλειόνων; ΠΡΩ. πῶς γὰρ οὔ; ΣΩ. λέγε δὴ τὰς μέν, ὅταν πλείους λῦπαι τῶν ἡδονῶν γίγνωνται—τὰς τῆς ψώρας λεγομένας νυνδὴ ταύτας εἶναι καὶ τὰς τῶν γαργαλισμῶν—ὁπόταν ἐν τοῖς ἐντὸς τὸ ζέον ᾖ καὶ τὸ φλεγμαῖνον, τῇ τρίψει δὲ καὶ τῇ κνήσει μὴ ἐφικνῆταί τις, τὸ δʼ ἐπιπολῆς μόνον διαχέῃ, τοτὲ φέροντες εἰς πῦρ αὐτὰ καὶ εἰς τοὐναντίον πυρίαις μεταβάλλοντες ἐνίοτε ἀμηχάνους ἡδονάς, τοτὲ δὲ τοὐναντίον τοῖς ἐντὸς πρὸς τὰ τῶν ἔξω, λύπας ἡδοναῖς συγκερασθείσας, εἰς ὁπότερʼ ἂν ῥέψῃ, παρέσχοντο τῷ τὰ συγκεκριμένα βίᾳ διαχεῖν ἢ τὰ διακεκριμένα συγχεῖν — ὁμοῦ λύπας ἡδοναῖς παρατιθέναι.3

プロタルコス:避けて通れませんね。ソクラテス:それでは、このような病気の快楽が、一体どのような性質を持っているかを考えてみよう。プロタルコス:どのような病気ですか。ソクラテス:見苦しいものたちの快楽だよ。我々が気難しい人々と呼んだ人々が、完全に嫌悪しているそれらだ。プロタルコス:どのような快楽ですか。ソクラテス:例えば、擦ることによる疥癬の治療や、それと同様の、他の薬物治療を必要としないようなすべてだ。神々の名において、我々はこの状態において、一体何が生じていると言えばよいだろうか。快楽だろうか、それとも苦痛だろうか。プロタルコス:ソクラテス、これは何やら混ざり合った、良くないもののようですね。ソクラテス:もちろん、私はフィレボスの肩を持つためにこの議論を持ち出したのではない。しかし、プロタルコス、これらの快楽とそれに伴うものについて、それらがしっかりと見極められない限り、我々は現在探求している事柄を決着させることが、おそらく決してできないだろう。プロタルコス:それなら、これらの親戚に進むべきですね。ソクラテス:混合にあずかるもののことかね。プロタルコス:まさにその通りです。ソクラテス:すると、混合には、身体に関するものでそれ自体の身体のなかに生じるもの、他方で、魂自体のなかにあって魂自体の中に生じるものがある。さらにまた、魂と身体に共通するもので、苦痛が快楽に混ざり合っており、その合わさったものが、ある時には快楽と呼ばれ、ある時には苦痛と呼ばれるものを、我々は見出すことになるだろう。プロタルコス:どのようにですか。ソクラテス:(健康な状態への)回復や、あるいは(健康の)破壊の過程において、誰かが同時に正反対の経験を被るときだ。例えば、寒気を覚えているときに温まり、温まっているときには時に冷やされ、私の思うに、一方の状態を保持し、他方の状態から逃れることを求めるときだ。そして、世に言われる「苦いものに甘いものが混ざったもの」が、容易には逃れられない状態で現れて、いらだちを、そして後には狂暴な緊張を引き起こす。プロタルコス:今言われたことは、極めて真実です。ソクラテス:それでは、そのような混合には、苦痛と快楽が等量からなるものと、どちらか一方がより多くを占めるものとがあるのではないか。プロタルコス:どうしてそうでないことがあり得ましょう。ソクラテス:それでは言ってみよう。快楽よりも苦痛の方が多くなる場合について。 ――さっき言った疥癬のそれ、そしてくすぐったさのそれがこれにあたる。 ――内部に熱りや炎症があり、擦ったり掻いたりしてもそこまで届かず、表面だけをほぐしているとき、ある時には患部を火に近づけ、あるいは逆に蒸し風呂によって変化させて、時に途方もない快楽を生じさせ、またある時には、内部のものと外部のものとが逆の対比となって、苦痛が快楽に混ざり合い、どちらかに傾くにせよ、固まったものを力尽くでほぐしたり、あるいは散らばったものを混ぜ合わせたりすることによって苦痛と快楽を同時に並び置くことになるのだ。

§47

ΠΡΩ. ἀληθέστατα. ΣΩ. οὐκοῦν ὁπόταν αὖ πλείων ἡδονὴ κατὰ τὰ τοιαῦτα πάντα συμμειχθῇ, τὸ μὲν ὑπομεμειγμένον τῆς λύπης γαργαλίζει τε καὶ ἠρέμα ἀγανακτεῖν ποιεῖ, τὸ δʼ αὖ τῆς ἡδονῆς πολὺ πλέον ἐγκεχυμένον συντείνει τε καὶ ἐνίοτε πηδᾶν ποιεῖ, καὶ παντοῖα μὲν χρώματα, παντοῖα δὲ σχήματα, παντοῖα δὲ πνεύματα ἀπεργαζόμενον πᾶσαν ἔκπληξιν καὶ βοὰς μετὰ ἀφροσύνης ἐνεργάζεται; ΠΡΩ. μάλα γε. ΣΩ. καὶ λέγειν τε, ὦ ἑταῖρε, αὐτόν τε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον4 ὡς ταύταις ταῖς ἡδοναῖς τερπόμενος οἷον ἀποθνῄσκει· καὶ ταύτας γε δὴ παντάπασιν ἀεὶ μεταδιώκει τοσούτῳ μᾶλλον ὅσῳ ἂν ἀκολαστότερός τε καὶ ἀφρονέστερος ὢν τυγχάνῃ, καὶ καλεῖ δὴ μεγίστας ταύτας, καὶ τὸν ἐν αὐταῖς ὅτι μάλιστʼ ἀεὶ ζῶντα εὐδαιμονέστατον καταριθμεῖται. ΠΡΩ. πάντα, ὦ Σώκρατες, τὰ συμβαίνοντα πρὸς τῶν πολλῶν ἀνθρώπων εἰς δόξαν διεπέρανας. ΣΩ. περί γε τῶν ἡδονῶν, ὦ Πρώταρχε, τῶν ἐν τοῖς κοινοῖς παθήμασιν αὐτοῦ τοῦ σώματος τῶν ἐπιπολῆς τε καὶ ἐντὸς κερασθέντων· περὶ δέ γʼ ὧν ψυχὴ σώματι τἀναντία συμβάλλεται, λύπην τε ἅμα πρὸς ἡδονὴν καὶ ἡδονὴν πρὸς λύπην, ὥστʼ εἰς μίαν ἀμφότερα κρᾶσιν ἰέναι, ταῦτα ἔμπροσθε μὲν διήλθομεν, ὡς, ὁπόταν κενῶται, πληρώσεως ἐπιθυμεῖ, καὶ ἐλπίζων μὲν χαίρει, κενούμενος δὲ ἀλγεῖ, ταῦτα δὲ τότε μὲν οὐκ ἐμαρτυράμεθα, νῦν δὲ λέγομεν ὡς ψυχῆς πρὸς σῶμα διαφερομένης ἐν πᾶσι τούτοις πλήθει ἀμηχάνοις οὖσι μεῖξις μία λύπης τε καὶ ἡδονῆς συμπίπτει γενομένη. ΠΡΩ. κινδυνεύεις ὀρθότατα λέγειν. ΣΩ. ἔτι τοίνυν ἡμῖν τῶν μείξεων λύπης τε καὶ ἡδονῆς λοιπὴ μία. ΠΡΩ. ποία, φῄς; ΣΩ. ἣν αὐτὴν τὴν ψυχὴν αὑτῇ πολλάκις λαμβάνειν σύγκρασιν ἔφαμεν. ΠΡΩ. πῶς οὖν δὴ τοῦτʼ αὐτὸ λέγομεν; ΣΩ. ὀργὴν καὶ φόβον καὶ πόθον καὶ θρῆνον καὶ ἔρωτα καὶ ζῆλον καὶ φθόνον καὶ ὅσα τοιαῦτα, ἆρʼ οὐκ αὐτῆς τῆς ψυχῆς τίθεσαι ταύτας λύπας τινάς; ΠΡΩ. ἔγωγε.

プロタルコス:全くその通りです。ソクラテス:それでは逆に、これらすべてにおいてより多くの快楽が混ざり合うときには、そこに少し混ざっている苦痛は、むずむずさせ、緩やかにいらだたせるが、他方で、はるかに多く注ぎ込まれた快楽は、緊張を極めさせ、時には飛び跳ねさせ、ありとあらゆる顔色、ありとあらゆる姿勢、ありとあらゆる呼吸を生じさせて、我を忘れるほどの驚愕と、愚かさを伴う叫び声を呼び起こすのではないか。プロタルコス:極めてよくあります。ソクラテス:そして、友よ、それは彼自身にも自分について、また他人にも彼について、これらの快楽を楽しんで、いわば死にそうになっている、と言わせるのだ。そして、彼がより放縦で愚かであればあるほど、ますますこれらの快楽を常に全面的に追い求め、これらを最大の快楽と呼び、その中でできる限り常に生きている者を最も幸福な者とみなすのだ。 プロタルコス:ソクラテス、世間一般の多くの人々の意見に従って生じる事柄を、君はすべて描き尽くしてしまいました。ソクラテス:プロタルコス、それは、身体それ自体の共通の経験における快楽、すなわち表面と内部のものが混ざり合った快楽に関する限りでのことだ。しかし、魂が身体に対して正反対の寄与をなし、苦痛を快楽に対して、快楽を苦痛に対して同時に投げかけることで、両者が一つの混合へと向かうようなものについて言えば、これらについては前に我々が論じた。すなわち、身体が空になるとき、充填を欲し、期待するときには喜び、空になるときには苦しむということだ。これらについては、あの時には証言を求めなかったが、今や我々は、これらすべて数知れぬ状況において、魂が身体とは異なった方向に向かうときに、苦痛と快楽が一つの混合をなして生じるのだ、と主張している。プロタルコス:君は極めて正しいことを言っているようですね。ソクラテス:それなら、苦痛と快楽の混合には、我々にとってまだあと一つが残されている。プロタルコス:それはどのようなもの、と言われるのですか。ソクラテス:魂それ自体が自分自身だけでしばしば受け取るような混合、と我々が言っていたそれだよ。プロタルコス:それでは、これ自体を我々はどう言えばよいのでしょう。ソクラテス:怒りや恐れ、憧れ、哀悼、愛欲、嫉妬、羨望、およびこれらに類するすべてのものは、魂それ自体の何らかの苦痛であると、君は思わないかね。プロタルコス:私はそう思います。

構文注4 件
  1. 46aἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς

    関係代名詞が2つ重ねられており、複雑な構造になっている。最初の関係代名詞 ἃς(対格・女性複数)は τὰς [ἡδονάς] を先行詞とし、関係節内の動詞 μισοῦσι の直接目的語である。2つ目の οὓς(対格・男性複数)は、εἴπομεν δυσχερεῖς(我々が気難しいと呼んだ)における εἴπομεν の補語(二重対格)であり、この関係節の先行詞(主節の動詞 μισοῦσι の主語となるべき「人々」)は省略されている。したがって、全体として「我々が気難しいと言った人々が完全に嫌悪しているそれら(快楽)」という意味になる。

  2. 46cτὰ συναμφότερα

    名詞中性複数形 τὰ συναμφότερα(両方を合わせたもの)は、ここでは主節の直接目的語 λύπας ... ἐπικαλουμένας(〜と呼ばれる苦痛)の中で、受動の意味を持つ分詞 ἐπικαλουμένας(名づけられる、呼ばれる)の主格的な対格(対格不定詞や分詞構文における意味上の主語)として機能している。「両方が合わさったものが、ある時は快楽と、ある時は苦痛と呼ばれる」という構造を示し、全体として λύπας を修飾する分詞句の内包する主語となっている。

  3. 46eπαρέσχοντο ... ὁμοῦ λύπας ἡδοναῖς παρατιθέναι

    動詞 παρέσχοντο(提供した、もたらした。主語は φέροντες ... καὶ ... μεταβάλλοντες、目的語は ἡδονάς および λύπας ... συγκερασθείσας)に対し、不定詞 παρατιθέναι(並び置くこと、並置すること)が結果または目的を表す不定詞、あるいは παρέσχοντο の直接の補文(「〜することを可能にする」)として機能している。中間に挿入された与格の動名詞句 τῷ ... διαχεῖν ἢ ... συγχεῖν(ほぐしたり、あるいは混ぜ合わせたりすることによって)が手段を示しており、全体として「〜することによって、苦痛と快楽を同時に並び置くことをもたらす」という極めて長い文脈を形成している。

  4. 47bκαὶ λέγειν τε ... αὐτόν τε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον

    動詞 ποιεῖ(〜させる、引き起こす)が対格(αὐτόν τε ... καὶ ἄλλον)と不定詞(λέγειν)を伴って使役の構文を形作っている。αὐτόν(彼自身)および ἄλλον(他者)が不定詞 λέγειν の意味上の主語であり、「彼自身にも、そして他者にも、〜と言わせるようにする」という意味になる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:46-47