§41ΠΡΩ. πάνυ μὲν οὖν τοὐναντίον, ὦ Σώκρατες, εἴρηκας.
普:苏格拉底,你说的完全相反。
σχεδὸν γὰρ τῷ ψεύδει μὲν οὐ πάνυ πονηρὰς ἄν τις λύπας τε καὶ ἡδονὰς θείη, μεγάλῃ δὲ ἄλλῃ καὶ πολλῇ συμπιπτούσας πονηρίᾳ.
因为几乎没有人会因为虚假而认为痛苦和快乐是非常恶劣的,相反,是因为它们与某种其他巨大而多倍的恶劣相结合。
ΣΩ. τὰς μὲν τοίνυν πονηρὰς ἡδονὰς καὶ διὰ πονηρίαν οὔσας τοιαύτας ὀλίγον ὕστερον ἐροῦμεν, ἂν ἔτι δοκῇ νῷν· τὰς δὲ ψευδεῖς κατʼ ἄλλον τρόπον ἐν ἡμῖν πολλὰς καὶ πολλάκις ἐνούσας τε καὶ ἐγγιγνομένας λεκτέον.
苏:那么,关于恶劣的快乐,以及由于恶劣而成为那样的快乐,如果我俩还有这个想法,我们稍后再谈;但关于虚假的快乐,我们必须以另一种方式谈论它们,作为在很大数量上且经常存在并产生于我们之中的事物。
τούτῳ γὰρ ἴσως χρησόμεθα πρὸς τὰς κρίσεις.
因为我们也许会把这用于我们的判断。
ΠΡΩ. πῶς γὰρ οὔκ; εἴπερ γε εἰσίν.
普:当然如此,如果它们确实存在的话。
ΣΩ. ἀλλʼ, ὦ Πρώταρχε, εἰσὶν κατά γε τὴν ἐμήν.
苏:但是,普罗塔科,至少在我的观点中,它们是存在的。
τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρʼ ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι.
只要这个信念还在我们面前,它当然就不可能不被检验。
ΠΡΩ. καλῶς.
普:好。
ΣΩ. περιιστώμεθα δὴ καθάπερ ἀθληταὶ πρὸς τοῦτον αὖ τὸν λόγον.
苏:那么,让我们像运动员一样,轮流站好位置来面对这个论点。
ΠΡΩ. ἴωμεν.
普:我们开始吧。
ΣΩ. ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν τοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται.
苏:然而,如果我们记得,刚才我们确实说过,当所谓的欲望在我们之中时,身体在其体验中便与灵魂分离开来,彼此独立且分离。
ΠΡΩ. μεμνήμεθα καὶ προερρήθη ταῦτα.
普:我们记得,而且这些话刚才已经说过了。
ΣΩ. οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ἡ ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα ἤ τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον;
苏:那么,渴望身体当前状态之相反状态的是灵魂,而提供痛苦或因某种受动状态产生的快乐的是身体,不是吗?
ΠΡΩ. ἦν γὰρ οὖν.
普:确实如此。
ΣΩ. συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις.
苏:现在,请推算在这些情况下会发生什么。
ΠΡΩ. λέγε.
普:请说。
ΣΩ. γίγνεται τοίνυν, ὁπόταν ᾖ ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρʼ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, ὃ καὶ νυνδὴ ἐφάνη.
苏:那么,每当这些情况存在时,痛苦和快乐就会同时并存,而由于它们是相反的,对它们的感知也会同时并列产生,这在刚才也已经显明了。
ΠΡΩ. φαίνεται γοῦν.
普:至少看起来如此。
ΣΩ. οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται;
苏:那么,这一点不是也被说过了,并且作为我们之前的共识摆在我们面前吗?
ΠΡΩ. τὸ ποῖον;
普:哪一点?
ΣΩ. ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.
苏:那就是痛苦和快乐这两者都接受“更多和更少”,而且它们属于无限定者的那一类?
ΠΡΩ. εἴρηται.
普:说过了。
τί μήν;
当然。
ΣΩ. τίς οὖν μηχανὴ ταῦτʼ ὀρθῶς κρίνεσθαι;
苏:那么,有什么方法可以正确判断这些呢?
ΠΡΩ. πῇ δὴ καὶ πῶς;
普:到底以什么方式,又该如何呢?
ΣΩ. εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν.
苏:如果我们在这种情况下对这些进行判断的意图,想要在每次都辨别出它们相互对比时,哪一个更大,哪一个更小,哪一个程度更深,哪一个更强烈——痛苦与快乐对比,痛苦与痛苦对比,以及快乐与快乐对比。
ΠΡΩ. ἀλλʼ ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησις τῆς κρίσεως αὕτη.
普:确实是这样,而判断的意图也正是如此。
§42ΣΩ. τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν τὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαις δʼ ἄρα καὶ ἡδοναῖς οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον;
苏:那么,在视觉的情况下,从远处和近处看大小会掩盖真相,并让人产生虚假的信念,难道在痛苦和快乐中不也是这同样的事情在发生吗?
ΠΡΩ. πολὺ μὲν οὖν μᾶλλον, ὦ Σώκρατες.
普:苏格拉底,确实更甚。
ΣΩ. ἐναντίον δὴ τὸ νῦν τῷ σμικρὸν ἔμπροσθε γέγονεν.
苏:现在发生的事,与刚才不久发生的事正好相反。
ΠΡΩ. τὸ ποῖον λέγεις;
普:你指的是什么?
ΣΩ. τότε μὲν αἱ δόξαι ψευδεῖς τε καὶ ἀληθεῖς αὗται γιγνόμεναι τὰς λύπας τε καὶ ἡδονὰς ἅμα τοῦ παρʼ αὑταῖς παθήματος ἀνεπίμπλασαν.
苏:那时,那些信念本身通过变得虚假和真实,同时也使痛苦和快乐染上了它们自身的受动状态。
ΠΡΩ. ἀληθέστατα.
普:最为真实。
ΣΩ. νῦν δέ γε αὐταὶ διὰ τὸ πόρρωθέν τε καὶ ἐγγύθεν ἑκάστοτε μεταβαλλόμεναι θεωρεῖσθαι, καὶ ἅμα τιθέμεναι παρʼ ἀλλήλας, αἱ μὲν ἡδοναὶ παρὰ τὸ λυπηρὸν μείζους φαίνονται καὶ σφοδρότεραι, λῦπαι δʼ αὖ διὰ τὸ παρʼ ἡδονὰς τοὐναντίον ἐκείναις.
苏:但现在,因为它们自己每次被观察时,都是在远处和近处的变化中,并且同时被并列放置,快乐在痛苦的对比下显得更大、更强烈,而痛苦在快乐的对比下则显得与它们相反。
ΠΡΩ. ἀνάγκη γίγνεσθαι τὰ τοιαῦτα διὰ ταῦτα.
普:由于这些原因,必然会发生这样的事。
ΣΩ. οὐκοῦν ὅσῳ μείζους τῶν οὐσῶν ἑκάτεραι καὶ ἐλάττους φαίνονται, τοῦτο ἀποτεμόμενος ἑκατέρων τὸ φαινόμενον ἀλλʼ οὐκ ὄν, οὔτε αὐτὸ ὀρθῶς φαινόμενον ἐρεῖς, οὐδʼ αὖ ποτε τὸ ἐπὶ τούτῳ μέρος τῆς ἡδονῆς καὶ λύπης γιγνόμενον ὀρθόν τε καὶ ἀληθὲς τολμήσεις λέγειν.
苏:那么,既然每一方看起来都比实际存在的大或小,如果你从每一方中切断这看起来存在但实际上不真实的部分,你既不会说这看起来的部分本身是正确显现的,也决不敢说在此基础上产生的快乐和痛苦的部分是正确和真实的。
ΠΡΩ. οὐ γὰρ οὖν.
普:确实不能。
ΣΩ. τούτων τοίνυν ἑξῆς ὀψόμεθα ἐὰν τῇδε ἀπαντῶμεν ἡδονὰς καὶ λύπας ψευδεῖς ἔτι μᾶλλον ἢ ταύτας φαινομένας τε καὶ οὔσας ἐν τοῖς ζῴοις.
苏:那么,在这些之后,如果我们朝这个方向前进,我们将看到在生物之中存在比这些更虚假的快乐和痛苦,无论是显现出来的还是实际存在的。
ΠΡΩ. ποίας δὴ καὶ πῶς λέγεις;
普:你指的是哪一种,又是如何呢?
ΣΩ. εἴρηταί που πολλάκις ὅτι τῆς φύσεως ἑκάστων διαφθειρομένης μὲν συγκρίσεσι καὶ διακρίσεσι καὶ πληρώσεσι καὶ κενώσεσι καί τισιν αὔξαις καὶ φθίσεσι λῦπαί τε καὶ ἀλγηδόνες καὶ ὀδύναι καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ὀνόματα ἔχει συμβαίνει γιγνόμενα.
苏:想必已经说过许多次,当每个生物的自然本性被结合、分离、充填、枯渇以及某种增进和衰退破坏时,痛苦、疼、受难以及所有拥有此类名称的事物就会产生。
ΠΡΩ. ναί, ταῦτα εἴρηται πολλάκις.
普:是的,这些已经说过很多次了。
ΣΩ. εἰς δέ γε τὴν αὑτῶν φύσιν ὅταν καθιστῆται, ταύτην αὖ τὴν κατάστασιν ἡδονὴν ἀπεδεξάμεθα παρʼ ἡμῶν αὐτῶν.
苏:而当它们恢复到它们自身的自然本性时,我们自己则把这种恢复过程接受为快乐。
ΠΡΩ. ὀρθῶς.
普:正确。
ΣΩ. τί δʼ ὅταν περὶ τὸ σῶμα μηδὲν τούτων γιγνόμενον ἡμῶν ᾖ;
苏:但是,当我们的身体没有发生这些事情时,情况又如何呢?
ΠΡΩ. πότε δὲ τοῦτʼ ἂν γένοιτο, ὦ Σώκρατες;
普:苏格拉底,这会在什么时候发生呢?
ΣΩ. οὐδὲν πρὸς λόγον ἐστίν, ὦ Πρώταρχε, ὃ σὺ νῦν ἤρου τὸ ἐρώτημα.
苏:普罗塔科,你刚才问的那个问题与我们的论点无关。
ΠΡΩ. τί δή;
普:为什么呢?
ΣΩ. διότι τὴν ἐμὴν ἐρώτησιν οὐ κωλύεις με διερέσθαι σε πάλιν.
苏:因为你并没有阻止我再次问你我的问题。
ΠΡΩ. ποίαν;
普:哪一个?
ΣΩ. εἰ δʼ οὖν μὴ γίγνοιτο, ὦ Πρώταρχε, φήσω, τὸ τοιοῦτον, τί ποτε ἀναγκαῖον ἐξ αὐτοῦ συμβαίνειν ἡμῖν;
苏:我会说:“普罗塔科,如果这样一类事情不发生,那么对我们来说必然会由此产生什么结果呢?
ΠΡΩ. μὴ κινουμένου τοῦ σώματος ἐφʼ ἑκάτερα φῄς;
” 普:你是说身体在两个方向上都没有发生运动的时候吗?
ΣΩ. οὕτως.
苏:正是如此。
ΠΡΩ. δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτʼ ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτʼ ἄν τις λύπη.
普:苏格拉底,这显然很清楚,在这种状态下,既不会产生快乐,也不会产生任何痛苦。