Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §39-40

灵魂中的书吏与画家及期待中的真假快乐

第 19 段,共 34 段 · 希腊语

内容简介

苏格拉底引入了灵魂中的“书吏”和“画家”的比喻,以此解释言辞和画像如何由记忆和感觉产生。通过分析对未来的期待,他论证了善人产生真实的快乐,而恶人产生虚假的快乐。

§39ΣΩ. ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους·
苏:记忆与感觉在同一处交会,这些关于它们的受动状态,在我看来在当时就几乎是在我们灵魂中写下言辞。
καὶ ὅταν μὲν ἀληθῆ γράφῃ, δόξα τε ἀληθὴς καὶ λόγοι ἀπʼ αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι· ψευδῆ δʼ ὅταν ὁ τοιοῦτος παρʼ ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη.
而当它写下真实的事物时,真实的信念以及由此而来的真实的言辞便在我们身上产生;但当我们身上的这样一位书吏写下虚假的事物时,就会得出与真实相反的结果。
ΠΡΩ. πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως.
普:在我看来完全如此,我也这样接受刚才所说话。
ΣΩ. ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον.
苏:那么,也请接受在当时在我们灵魂中产生的另一位工匠吧。
ΠΡΩ. τίνα;
普:谁?
ΣΩ. ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει.
苏:画家。 他在书吏之后,在灵魂中描绘这些被说出之物的似像。
ΠΡΩ. πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν;
普:我们又该在何时、以何种方式说这一位的存在呢?
ΣΩ. ὅταν ἀπʼ ὄψεως ἤ τινος ἄλλης αἰσθήσεως τὰ τότε δοξαζόμενα καὶ λεγόμενα ἀπαγαγών τις τὰς τῶν δοξασθέντων καὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως.
苏:当有人把当时被相信和被说出的事物,从视觉或某种其他感觉中抽离出来,在自己心中以某种方式看到那些被相信和被说出之物的似像时。
ἢ τοῦτο οὐκ ἔστι γιγνόμενον παρʼ ἡμῖν;
难道这不曾是在我们身上产生的事情吗?
ΠΡΩ. σφόδρα μὲν οὖν.
普:非常确实。
ΣΩ. οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς;
苏:那么,关于真实的信念和言辞的似像就是真实的,而关于虚假的信念和言辞的似像就是虚假的吗?
ΠΡΩ. παντάπασιν.
普:完全如此。
ΣΩ. εἰ δὴ ταῦτʼ ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα.
苏:如果这些话我们说得对,那就在这些之外再考虑一下这一点。
ΠΡΩ. τὸ ποῖον;
普:哪一点?
ΣΩ. εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ;
苏:如果在存在的事物和过去发生的事物上,我们必然会以这种方式体验这些,那么在未来的事物上是否就不是这样呢?
ΠΡΩ. περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως.
普:不,在所有时间上都是一样的。
ΣΩ. οὐκοῦν αἵ γε διὰ τῆς ψυχῆς αὐτῆς ἡδοναὶ καὶ λῦπαι ἐλέχθησαν ἐν τοῖς πρόσθεν ὡς πρὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ λυπῶν προγίγνοιντʼ ἄν, ὥσθʼ ἡμῖν συμβαίνει τὸ προχαίρειν τε καὶ προλυπεῖσθαι περὶ τὸν μέλλοντα χρόνον εἶναι γιγνόμενον;
苏:那么,先前不是说过,通过灵魂自身产生的快乐和痛苦,会在通过身体产生的快乐和痛苦之前产生,以至于在我们身上发生了关于未来的时间提前快乐和提前痛苦的情况吗?
ΠΡΩ. ἀληθέστατα.
普:最为真实。
ΣΩ. πότερον οὖν τὰ γράμματά τε καὶ ζωγραφήματα, ἃ σμικρῷ πρότερον ἐτίθεμεν ἐν ἡμῖν γίγνεσθαι, περὶ μὲν τὸν γεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν;
苏:那么,我们刚才假设在我们身上产生的那些文字和绘画,是关于过去和现在的,还是关于未来的就不是呢?
ΠΡΩ. σφόδρα γε.
普:极其有。
ΣΩ. ἆρα σφόδρα λέγεις, ὅτι πάντʼ ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δʼ αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων;
苏:你说是“极其有”,是因为所有这些都是对未来时间的期待,而我们在一生中总是充满了期待吗?
ΠΡΩ. παντάπασι μὲν οὖν.
普:完全如此。
ΣΩ. ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι.
苏:来吧,除了刚才所说的话,也请回答这一个。
ΠΡΩ. τὸ ποῖον;
普:哪一个?
ΣΩ. δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρʼ οὐ θεοφιλής ἐστιν;
苏:一个公正、虔敬、在各方面都好的人,不就是神所喜爱的吗?
ΠΡΩ. τί μήν;
普:当然如此。
§40ΣΩ. τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρʼ οὐ τοὐναντίον ἐκείνῳ;
苏:那不公正且完全恶劣的人,岂不与那个人相反吗?
ΠΡΩ. πῶς δʼ οὔ;
普:怎么会不是呢?
ΣΩ. πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει;
苏:正如我们刚才所说,每个人都充满了许多期待,不是吗?
ΠΡΩ. τί δʼ οὔ;
普:怎么不是呢?
ΣΩ. λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν;
苏:那么,我们每个人身上都有那些我们称为“期待”的言辞,是吗?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα·
苏:而且,也有被画出的像。
καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπʼ αὐτῷ πολλὰς ἡδονάς· καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφʼ αὑτῷ χαίροντα σφόδρα καθορᾷ.
人常常看见丰盛的黄金来到自己身边,并因此产生许多快乐;确实,他也看见自己被画成在自己之中感到极大快乐的样子。
ΠΡΩ. τί δʼ οὔ;
普:怎么不是呢?
ΣΩ. τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ τὸ πολὺ τοὐναντίον, ἢ μὴ φῶμεν;
苏:那么对于这些,我们是否应该说,对于善人,大部分由于他们是神所喜爱的,那些被写下的东西会作为真实的呈现给他们;而对于恶人,大部分则相反? 我们该这么说还是不该这么说呢?
ΠΡΩ. καὶ μάλα φατέον.
普:确实应该这么说。
ΣΩ. οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που.
苏:那么,对于恶人,画出的快乐也同样不少地呈现出来,但这些想必是虚假的吧。
ΠΡΩ. τί μήν;
普:当然如此。
ΣΩ. ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δʼ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν.
苏:因此,恶人大部分是在为虚假的快乐而高兴,而人类中的善人则是在为真实的快乐而高兴。
ΠΡΩ. ἀναγκαιότατα λέγεις.
普:你所说的最为必然。
ΣΩ. εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως.
苏:那么,根据现在的论点,人类的灵魂中确实存在虚假的快乐,然而这些快乐是对真实快乐的一种更滑稽的模仿,痛苦也是如此。
ΠΡΩ. εἰσίν.
普:确实存在。
ΣΩ. οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπʼ οὖσι δὲ μηδʼ ἐπὶ γεγονόσι μηδὲ ἐπʼ ἐσομένοις ἐνίοτε.
苏:那么,对于任何在持有信念的人来说,实际上一直在持有信念确实是存在的,但有时这信念既非关于存在的事物,也非关于过去的事物,也非关于未来的事物。
ΠΡΩ. πάνυ γε.
普:确实如此。
ΣΩ. καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. ἦ γάρ;
苏:我想,这些就是当时产生虚假信念和虚假地持有信念的原因,不是吗?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. τί οὖν;
苏:那又如何?
οὐκ ἀνταποδοτέον ταῖς λύπαις τε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις;
难道我们不该把这些在信念中的相反状况,对应地赋予痛苦和快乐吗?
ΠΡΩ. πῶς;
普:怎么赋予?
ΣΩ. ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μηδʼ ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μηδὲ μέλλουσί ποτε γενήσεσθαι.
苏:正如,对于任何以某种方式、随意地在感到快乐的人来说,实际上一直在感到快乐确实是存在的,但有时这快乐既非关于存在的事物,也非关于过去的事物,甚至常常、或者也许最经常是关于那些永远不会发生的事物。
ΠΡΩ. καὶ ταῦθʼ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν.
普:苏格拉底,情况必然也是如此。
ΣΩ. οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε;
苏:那么,关于恐惧、愤怒和所有此类的情感,是不是也有同样的道理,即所有这些东西有时也是虚假的?
ΠΡΩ. πάνυ μὲν οὖν.
普:完全如此。
ΣΩ. τί δέ;
苏:那又如何?
πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν; ΠΡΩ. οὐκ ἄλλως.
我们能说恶劣的信念和好信念的产生,有除了变得虚假之外的其他方式吗? 普:没有其他方式。
ΣΩ. οὐδʼ ἡδονάς γʼ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.
苏:我想,我们也无法理解快乐有除了由于是虚假之外的任何其他变恶劣的方式。

词汇与语法注释

  1. 39aἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν — 主语由单数名词短语 `ἡ μνήμη συμπίπτουσα`(与感觉相交会的记忆)和中性复数名词 `τὰ παθήματα`(受动状态)共同构成,因此动词 `φαίνονται`(似乎、显现)采用复数形式来与之呼应。短语 `κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα` 意为“以及关于这些的那些受动状态”,其结构由于关系从句与先行词的交织而较为复杂。
  2. 40aκαὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα· — 语法上这是一个省略了动词的不完整句子。承接前句 `λόγοι μήν εἰσιν...`(有言辞……)的语境,此处最自然的是补足表示存在的动词 `εἰσιν`(存在、有),理解为“描绘出来的画像也同样(存在于我们之中)”。
  3. 40cοὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι — 未完成过去时动词 `ἦν` 搭配不定式 `δοξάζειν`(相信、持有信念)表示可能性(“曾经可以相信”)或对已确立事实的指代。与格分词 `τῷ ... δοξάζοντι`(对于任何在持有信念的人)充当不定式的主语或关系与格。

引用这一段

柏拉图, 菲力帕斯篇 §39-40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:39-40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。