- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:41-42
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスとプロタルコスは、悪しき快楽と偽なる快楽の違いを確認した上で、遠近法が視覚の大きさを誤らせるように、快楽と苦痛が並置や観察の距離によって実際よりも誇張されて認識される「偽なる快楽」の構造を論じ、さらに身体が静止している中間の状態における快苦の不在へと議論を進める。
ΠΡΩ. πάνυ μὲν οὖν τοὐναντίον, ὦ Σώκρατες, εἴρηκας. σχεδὸν γὰρ τῷ ψεύδει1 μὲν οὐ πάνυ πονηρὰς ἄν τις λύπας τε καὶ ἡδονὰς θείη, μεγάλῃ δὲ ἄλλῃ καὶ πολλῇ συμπιπτούσας πονηρίᾳ. ΣΩ. τὰς μὲν τοίνυν πονηρὰς ἡδονὰς καὶ διὰ πονηρίαν οὔσας τοιαύτας ὀλίγον ὕστερον ἐροῦμεν, ἂν ἔτι δοκῇ νῷν· τὰς δὲ ψευδεῖς κατʼ ἄλλον τρόπον ἐν ἡμῖν πολλὰς καὶ πολλάκις ἐνούσας τε καὶ ἐγγιγνομένας λεκτέον. τούτῳ γὰρ ἴσως χρησόμεθα πρὸς τὰς κρίσεις. ΠΡΩ. πῶς γὰρ οὔκ; εἴπερ γε εἰσίν. ΣΩ. ἀλλʼ, ὦ Πρώταρχε, εἰσὶν κατά γε τὴν ἐμήν. τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρʼ ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι. ΠΡΩ. καλῶς. ΣΩ. περιιστώμεθα δὴ καθάπερ ἀθληταὶ πρὸς τοῦτον αὖ τὸν λόγον. ΠΡΩ. ἴωμεν. ΣΩ. ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν τοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται. ΠΡΩ. μεμνήμεθα καὶ προερρήθη ταῦτα. ΣΩ. οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ἡ ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα ἤ τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον; ΠΡΩ. ἦν γὰρ οὖν. ΣΩ. συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις. ΠΡΩ. λέγε. ΣΩ. γίγνεται τοίνυν, ὁπόταν ᾖ ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρʼ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, ὃ καὶ νυνδὴ ἐφάνη. ΠΡΩ. φαίνεται γοῦν. ΣΩ. οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται; ΠΡΩ. τὸ ποῖον; ΣΩ. ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην. ΠΡΩ. εἴρηται. τί μήν; ΣΩ. τίς οὖν μηχανὴ ταῦτʼ ὀρθῶς κρίνεσθαι; ΠΡΩ. πῇ δὴ καὶ πῶς; ΣΩ. εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν. ΠΡΩ. ἀλλʼ ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησις τῆς κρίσεως αὕτη.
プロタルコス:ソクラテス、あなたは全く反対のことを言いました。というのも、偽であることによって苦痛や快楽が非常に悪くなると考える人はほとんどいないでしょうから。そうではなく、他の何か大きくて多大な悪(悪徳)に出会う(合流する)からこそ、それらは悪くなるのだと考えるでしょう。ソクラテス:では、悪しき快楽、および悪徳によってそのようになっている快楽については、もし我々二人にその考えがまだあるなら、少し後で語ることにしよう。しかし、偽なる快楽については、別の仕方で我々の中に数多く、かつしばしば存在し生じるものとして、語らねばならない。我々はおそらくこれを判断のために用いることになるだろうから。プロタルコス:もちろんです、もしそれらが現に存在するならば。ソクラテス:しかし、プロタルコス、私の考えでは存在するのだ。そして、この確信が我々の間にある限り、それが吟味されないままでいることはもちろん不可能だ。プロタルコス:結構です。ソクラテス:では、まるでアスリートのように、我々もまたこの議論に向かって身を構えよう。プロタルコス:進みましょう。ソクラテス:しかし、もし覚えているなら、少し前に我々はこう言った。いわゆる欲望が我々の中にあるとき、身体はその受動的状態において魂から切り離され、別々かつ分離している、と。プロタルコス:覚えていますし、それらのことは前もって語られました。ソクラテス:それなら、欲望を抱くのは身体の現在の状態とは反対の状態を求める魂であり、一方、痛みや、何らかの受動状態による快楽を提供する(引き起こす)のは身体であったのではないか。プロタルコス:確かにそうでした。ソクラテス:では、これらにおいて生じることを推論してみなさい。プロタルコス:おっしゃってください。ソクラテス:それなら、これらが存在するときにはいつでも、苦痛と快楽が同時に並び存在し、互いに反対であるこれらに対する感覚も同時に並んで生じることになる。このことは、今しがたも明らかになったことだ。プロタルコス:ともかく、そのように思われます。ソクラテス:それなら、次のこともまた語られており、我々の合意としてあらかじめ据え置かれているのではないか。プロタルコス:どのようなことですか。ソクラテス:苦痛と快楽というこれら両方が「より多く」と「より少なく」を受け入れるものであり、またそれらは無限定なものの類に属する、ということだ。プロタルコス:語られました。もちろんです。ソクラテス:では、これらが正しく判断されるためのいかなる方法があるだろうか。プロタルコス:一体どのように、またどうやってですか。ソクラテス:もしこれらを判断しようとする我々の意図が、そのような場合において、互いに対比してどちらがより大きくどちらがより小さいか、どちらがより程度が高くどちらがより強烈であるか、すなわち苦痛と快楽、苦痛と苦痛、快楽と快楽の対比を、その都度見分けようと望むのだとすれば。プロタルコス:確かにそのようなものでありますし、判断の意図もその通りです。
ΣΩ. τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν τὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαις δʼ ἄρα καὶ ἡδοναῖς οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον; ΠΡΩ. πολὺ μὲν οὖν μᾶλλον, ὦ Σώκρατες. ΣΩ. ἐναντίον δὴ τὸ νῦν τῷ σμικρὸν ἔμπροσθε γέγονεν. ΠΡΩ. τὸ ποῖον λέγεις; ΣΩ. τότε μὲν αἱ δόξαι ψευδεῖς τε καὶ ἀληθεῖς αὗται γιγνόμεναι τὰς λύπας τε καὶ ἡδονὰς ἅμα τοῦ παρʼ αὑταῖς παθήματος2 ἀνεπίμπλασαν. ΠΡΩ. ἀληθέστατα. ΣΩ. νῦν δέ γε αὐταὶ διὰ τὸ πόρρωθέν τε καὶ ἐγγύθεν ἑκάστοτε μεταβαλλόμεναι θεωρεῖσθαι,3 καὶ ἅμα τιθέμεναι παρʼ ἀλλήλας, αἱ μὲν ἡδοναὶ παρὰ τὸ λυπηρὸν μείζους φαίνονται καὶ σφοδρότεραι, λῦπαι δʼ αὖ διὰ τὸ παρʼ ἡδονὰς τοὐναντίον ἐκείναις. ΠΡΩ. ἀνάγκη γίγνεσθαι τὰ τοιαῦτα διὰ ταῦτα. ΣΩ. οὐκοῦν ὅσῳ μείζους τῶν οὐσῶν ἑκάτεραι καὶ ἐλάττους φαίνονται, τοῦτο ἀποτεμόμενος ἑκατέρων τὸ φαινόμενον ἀλλʼ οὐκ ὄν,4 οὔτε αὐτὸ ὀρθῶς φαινόμενον ἐρεῖς, οὐδʼ αὖ ποτε τὸ ἐπὶ τούτῳ μέρος τῆς ἡδονῆς καὶ λύπης γιγνόμενον ὀρθόν τε καὶ ἀληθὲς τολμήσεις λέγειν. ΠΡΩ. οὐ γὰρ οὖν. ΣΩ. τούτων τοίνυν ἑξῆς ὀψόμεθα ἐὰν τῇδε ἀπαντῶμεν ἡδονὰς καὶ λύπας ψευδεῖς ἔτι μᾶλλον ἢ ταύτας φαινομένας τε καὶ οὔσας ἐν τοῖς ζῴοις. ΠΡΩ. ποίας δὴ καὶ πῶς λέγεις; ΣΩ. εἴρηταί που πολλάκις ὅτι τῆς φύσεως ἑκάστων διαφθειρομένης μὲν συγκρίσεσι καὶ διακρίσεσι καὶ πληρώσεσι καὶ κενώσεσι καί τισιν αὔξαις καὶ φθίσεσι λῦπαί τε καὶ ἀλγηδόνες καὶ ὀδύναι καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ὀνόματα ἔχει συμβαίνει γιγνόμενα. ΠΡΩ. ναί, ταῦτα εἴρηται πολλάκις. ΣΩ. εἰς δέ γε τὴν αὑτῶν φύσιν ὅταν καθιστῆται, ταύτην αὖ τὴν κατάστασιν ἡδονὴν ἀπεδεξάμεθα παρʼ ἡμῶν αὐτῶν. ΠΡΩ. ὀρθῶς. ΣΩ. τί δʼ ὅταν περὶ τὸ σῶμα μηδὲν τούτων γιγνόμενον ἡμῶν ᾖ; ΠΡΩ. πότε δὲ τοῦτʼ ἂν γένοιτο, ὦ Σώκρατες; ΣΩ. οὐδὲν πρὸς λόγον ἐστίν, ὦ Πρώταρχε, ὃ σὺ νῦν ἤρου τὸ ἐρώτημα. ΠΡΩ. τί δή; ΣΩ. διότι τὴν ἐμὴν ἐρώτησιν οὐ κωλύεις με διερέσθαι σε πάλιν. ΠΡΩ. ποίαν; ΣΩ. εἰ δʼ οὖν μὴ γίγνοιτο, ὦ Πρώταρχε, φήσω, τὸ τοιοῦτον, τί ποτε ἀναγκαῖον ἐξ αὐτοῦ συμβαίνειν ἡμῖν; ΠΡΩ. μὴ κινουμένου τοῦ σώματος ἐφʼ ἑκάτερα φῄς; ΣΩ. οὕτως. ΠΡΩ. δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτʼ ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτʼ ἄν τις λύπη.
ソクラテス:ではどうだろう。視覚において、大きさを遠くから、また近くから見ることが真実を覆い隠し、偽なる思い込みを抱かせるのだとすれば、苦痛や快楽においても、まさにこれと同じことが生じているのではないか。プロタルコス:むしろ、はるかにその通りです、ソクラテス。ソクラテス:今起こっていることは、少し前のこととは反対になっているな。プロタルコス:どのようなことをおっしゃっているのですか。ソクラテス:あのときは、思い込みそのものが偽あるいは真となることによって、苦痛や快楽を、それ自身における受動的状態と同時に染めていた。プロタルコス:最も真実なことです。ソクラテス:しかし今度は、快楽や苦痛そのものが、遠くから、あるいは近くから、その都度見方が変わる状態で観察され、また同時に並置されることによって、快楽は苦痛を伴うものと並べられることで実際より大きく強烈に見え、逆に苦痛は、快楽と並べられることで、それらとは反対の性質を示すのだ。プロタルコス:これらの理由によって、そのようなことが生じるのは必然です。ソクラテス:それなら、それぞれが実際にあるよりもどれだけ大きく、あるいは小さく見えるか、その見かけだけで実在しない部分をそれぞれから切り離すなら、君はその見かけ自体が正しく現れているとは言わないだろうし、また、これに基づいて生じる快楽や苦痛の部分が正しく真実であると主張する勇気も決して持たないだろう。プロタルコス:確かにその通りです。ソクラテス:では、これらの次に、もしこの方向に進むなら、生き物の中に、これらよりもさらに偽であるような、そのように見え、かつそのように存在する快楽や苦痛を見いだすことになるだろう。プロタルコス:一体どのようなものを、またどうやってですか。ソクラテス:それぞれの自然が、結合や分離、充填や枯渇、あるいは何らかの増大や減少によって損なわれるときには、苦痛や、疼き、うめき、その他そのような名前を持つすべてのものが生じることになると、おそらく何度も語られたはずだ。プロタルコス:はい、それらは何度も語られました。ソクラテス:そして、それら自身の自然へと回復されるときには、この回復過程を我々自身、快楽として受け入れたのだった。プロタルコス:その通りです。ソクラテス:では、我々の身体について、これらのことが何一つ起こっていないときにはどうだろうか。プロタルコス:しかし、ソクラテス、そのようなことがいつ起こり得るでしょうか。ソクラテス:プロタルコス、君が今尋ねたその問いは、議論の本筋に関係がない。プロタルコス:なぜですか。ソクラテス:なぜなら、君は私が自分の問いを君に再び問いかけるのを妨げていないからだ。プロタルコス:どのような問いですか。ソクラテス:「もし仮に、プロタルコス、そのようなことが起こらないとすれば、そこから我々にどのようなことが必然的に生じるだろうか」と私は言おう。プロタルコス:身体がどちらの方向にも動かされないとき、ということですか。ソクラテス:その通りだ。プロタルコス:ソクラテス、そのような状態においては、快楽もいかなる苦痛も決して生じ得ないということは明らかです。
- 41aτῷ ψεύδει
与格 τῷ ψεύδει は原因・理由を表す(「偽であることによって」)。プロタルコスは、快楽や苦痛が単に偽であるために極めて悪くなるのではなく、他の大きな悪徳(πονηρίᾳ)と結びつく(合流する)ことによって悪くなると主張しており、これら二つの理由が μὲν ... δέ によって対比されている。
- 42aτοῦ παρʼ αὑταῖς παθήματος
属格句 τοῦ παρʼ αὑταῖς παθήματος は、属格を要求する動詞 ἀνεπίμπλασαν(「〜で満たす、染める」)の補語。三人称複数女性の再帰代名詞 αὑταῖς の先行詞は αἱ δόξαι(思い込み)であり、思い込み自身が帯びる真偽という受動的状態(性質)が、同時に生じる快楽や苦痛にも伝染し満たしていたことを表している。
- 42bμεταβαλλόμεναι θεωρεῖσθαι
受動態不定詞 θεωρεῖσθαι(「観察されること」)は前置詞句 διὰ τὸ に支配されている。現在分詞 μεταβαλλόμεναι(女性複数)は、文脈上省略されている主語 αἱ ἡδοναί(快楽)および αἱ λῦπαι(苦痛)と性数一致しており、観察の距離や文脈によって、それら自体がその都度変化して見えている状況を示す。
- 42bτοῦτο ἀποτεμόμενος ἑκατέρων τὸ φαινόμενον ἀλλʼ οὐκ ὄν
代名詞 τοῦτο は、直後の名詞句 τὸ φαινόμενον ἀλλʼ οὐκ ὄν(「見かけだけで実在しない部分」)と同格。属格 ἑκατέρων(「両者のそれぞれから」)は、動詞 ἀποτέμνω(「切り離す、取り除く」)が要求する奪格的(分離の)属格である。
