Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §43-44

中间的生活与否定快乐者的观点

第 21 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科达成共识,认为存在一种因微小变化而不产生痛苦和快乐的“中间生活”,并决定追随那些完全否定快乐存在的“菲莱布的敌手”的论点,以考察其极端立场。

§43ΣΩ. κάλλιστʼ εἶπες.
苏:说得太好了。
ἀλλὰ γὰρ οἶμαι τόδε λέγεις, ὡς ἀεί τι τούτων ἀναγκαῖον ἡμῖν συμβαίνειν, ὡς οἱ σοφοί φασιν· ἀεὶ γὰρ ἅπαντα ἄνω τε καὶ κάτω ῥεῖ.
然而我想,你指的是这一点:正如智者们所说,这些情况之一必然总是发生在我们身上;因为万物总是上下流动着。
ΠΡΩ. λέγουσι γὰρ οὖν, καὶ δοκοῦσί γε οὐ φαύλως λέγειν.
普:他们确实这样说,而且看起来说得不无道理。
ΣΩ. πῶς γὰρ ἄν, μὴ φαῦλοί γε ὄντες;
苏:他们自己既然不是平庸之辈,又怎会说出平庸的话呢?
ἀλλὰ γὰρ ὑπεκστῆναι τὸν λόγον ἐπιφερόμενον τοῦτον βούλομαι.
然而,我想要躲开这个袭来的论点。
τῇδʼ οὖν διανοοῦμαι φεύγειν, καὶ σύ μοι σύμφευγε.
因此,我打算往这边逃走,你也跟我一起逃走吧。
ΠΡΩ. λέγε ὅπῃ.
普:请说明往哪里。
ΣΩ. ταῦτα μὲν τοίνυν οὕτως ἔστω, φῶμεν πρὸς τούτους·
苏:那么,我们就对他们说,这些事情就如其所是吧。
σὺ δʼ ἀπόκριναι πότερον ἀεὶ πάντα, ὁπόσα πάσχει τι τῶν ἐμψύχων, ταῦτʼ αἰσθάνεται τὸ πάσχον, καὶ οὔτʼ αὐξανόμενοι λανθάνομεν ἡμᾶς αὐτοὺς οὔτε τι τῶν τοιούτων οὐδὲν πάσχοντες, ἢ πᾶν τοὐναντίον.
但请你回答,活物所遭受的一切,遭受者是否总是能感觉到,以至于无论是我们在成长时,还是我们遭受任何此类事情时,我们自己都不会察觉不到? 还是完全相反?
ΠΡΩ. ἅπαν δήπου τοὐναντίον· ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθʼ ἡμᾶς.
普:当然完全相反;因为几乎所有这类事情我们都毫无察觉。
ΣΩ. οὐ τοίνυν καλῶς ἡμῖν εἴρηται τὸ νυνδὴ ῥηθέν, ὡς αἱ μεταβολαὶ κάτω τε καὶ ἄνω γιγνόμεναι λύπας τε καὶ ἡδονὰς ἀπεργάζονται.
苏:那么,刚才所说的“上下发生的变化产生痛苦和快乐”这一论断,我们说得并不妥当。
ΠΡΩ. τί μήν;
普:确实如此。
ΣΩ. ὧδʼ ἔσται κάλλιον καὶ ἀνεπιληπτότερον τὸ λεγόμενον.
苏:如果这样说,那将会更好,且更不易受到反驳。
ΠΡΩ. πῶς;
普:如何呢?
ΣΩ. ὡς αἱ μὲν μεγάλαι μεταβολαὶ λύπας τε καὶ ἡδονὰς ποιοῦσιν ἡμῖν, αἱ δʼ αὖ μέτριαί τε καὶ σμικραὶ τὸ παράπαν οὐδέτερα τούτων.
苏:即剧烈的变化会给我们带来痛苦和快乐,而温和及微小的变化则完全不带来这两者之中的任何一个。
ΠΡΩ. ὀρθότερον οὕτως ἢ ʼκείνως, ὦ Σώκρατες.
普:苏格拉底,这样说比那种说法更正确。
ΣΩ. οὐκοῦν εἰ ταῦτα οὕτω, πάλιν ὁ νυνδὴ ῥηθεὶς βίος ἂν ἥκοι.
苏:那么,如果这些情况是这样,刚才所说的那种生活就会再次回来。
ΠΡΩ. ποῖος;
普:哪一种?
ΣΩ. ὃν ἄλυπόν τε καὶ ἄνευ χαρμονῶν ἔφαμεν εἶναι.
苏:就是我们所说的既无痛苦也无喜悦的生活。
ΠΡΩ. ἀληθέστατα λέγεις.
普:你说得最真实。
ΣΩ. ἐκ δὴ τούτων τιθῶμεν τριττοὺς ἡμῖν βίους, ἕνα μὲν ἡδύν, τὸν δʼ αὖ λυπηρόν, τὸν δʼ ἕνα μηδέτερα.
苏:因此,根据这些,让我们为自己设定三种生活:一种是快乐的,另一种是痛苦的,还有一种是两者皆非的。
ἢ πῶς ἂν φαίης σὺ περὶ τούτων;
或者,你对这些会怎么说?
ΠΡΩ. οὐκ ἄλλως ἔγωγε ἢ ταύτῃ, τρεῖς εἶναι τοὺς βίους.
普:我个人也不会以其他方式来说,只能说有三种生活。
ΣΩ. οὐκοῦν οὐκ ἂν εἴη τὸ μὴ λυπεῖσθαί ποτε ταὐτὸν τῷ χαίρειν;
苏:那么,不感到痛苦怎么可能与感到快乐是同一回事呢?
ΠΡΩ. πῶς γὰρ ἄν;
普:怎么会是一回事呢?
ΣΩ. ὁπόταν οὖν ἀκούσῃς ὡς ἥδιστον πάντων ἐστὶν ἀλύπως διατελεῖν τὸν βίον ἅπαντα, τί τόθʼ ὑπολαμβάνεις λέγειν τὸν τοιοῦτον;
苏:那么,每当你听到有人说一生无痛地度过是万物中最快乐的事时,你认为说这话的人是什么意思?
ΠΡΩ. ἡδὺ λέγειν φαίνεται ἔμοιγε οὗτος τὸ μὴ λυπεῖσθαι.
普:在我看来,这个人似乎把免于痛苦称为快乐。
ΣΩ. τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δʼ ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων.
苏:既然我们面前有三种东西,你可以把他们假定为你喜欢的任何东西,以便我们能使用更美雅的名称——让一个是金,一个是银,第三个则是两者皆非的东西。
ΠΡΩ. κεῖται.
普:设定好了。
ΣΩ. τὸ δὴ μηδέτερα τούτων ἔσθʼ ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἢ ἄργυρος;
苏:那么,对于我们来说,这第三个两者皆非的东西,怎么可能变成两者中的任何一个,无论是金还是银呢?
ΠΡΩ. καὶ πῶς ἄν;
普:怎么可能呢?
ΣΩ. οὐδʼ ἄρα ὁ μέσος βίος ἡδὺς ἢ λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτʼ εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτʼ εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.
苏:因此,如果有人认为这中间的生活是快乐的或痛苦的,他的看法当然是不正确的;如果有人这样说,按正确的道理来看,这话也说得不对。
ΠΡΩ. πῶς γὰρ ἄν;
普:确实如此。
§44ΣΩ. ἀλλὰ μήν, ὦ ἑταῖρε, λεγόντων γε ταῦτα καὶ δοξαζόντων αἰσθανόμεθα.
苏:然而,我的朋友,我们确实察觉到有人在这样说,并且在这样认为。
ΠΡΩ. καὶ μάλα.
普:确实非常多。
ΣΩ. πότερον οὖν καὶ χαίρειν οἴονται τότε ὅταν μὴ λυπῶνται;
苏:那么,当他们不感到痛苦的时候,他们是否也认为自己正在享受快乐呢?
ΠΡΩ. φασὶ γοῦν.
普:至少他们是这样说的。
ΣΩ. οὐκοῦν οἴονται τότε χαίρειν· οὐ γὰρ ἂν ἔλεγόν που.
苏:所以他们当时认为自己是在享受快乐;因为我想,否则他们是不会这么说的。
ΠΡΩ. κινδυνεύει.
普:似乎是这样。
ΣΩ. ψευδῆ γε μὴν δοξάζουσι περὶ τοῦ χαίρειν, εἴπερ χωρὶς τοῦ μὴ λυπεῖσθαι καὶ τοῦ χαίρειν ἡ φύσις ἑκατέρου.
苏:然而,如果免于痛苦的本性与享受快乐的本性确实是相互分离的,那么他们关于享受快乐就抱有了虚假的信念。
ΠΡΩ. καὶ μὴν χωρίς γε ἦν.
普:而它们确实是分离的。
ΣΩ. πότερον οὖν αἱρώμεθα παρʼ ἡμῖν ταῦτʼ εἶναι, καθάπερ ἄρτι, τρία, ἢ δύο μόνα, λύπην μὲν κακὸν τοῖς ἀνθρώποις, τὴν δʼ ἀπαλλαγὴν τῶν λυπῶν, αὐτὸ τοῦτο ἀγαθὸν ὄν, ἡδὺ προσαγορεύεσθαι;
苏:那么,我们是选择认为这些正如刚才那样有三种,还是只有两种:痛苦是人类的恶,而免除痛苦本身是一桩善事,因此被称为快乐?
ΠΡΩ. πῶς δὴ νῦν τοῦτο, ὦ Σώκρατες, ἐρωτώμεθα ὑφʼ ἡμῶν αὐτῶν;
普:苏格拉底,我们现在为什么自己问自己这个问题呢?
οὐ γὰρ μανθάνω.
我不明白。
ΣΩ. ὄντως γὰρ τοὺς πολεμίους Φιλήβου τοῦδε, ὦ Πρώταρχε, οὐ μανθάνεις;
苏:普罗塔科,你真的不知道这位菲莱布的敌手是谁吗?
ΠΡΩ. λέγεις δὲ αὐτοὺς τίνας;
普:你说他们是谁?
ΣΩ. καὶ μάλα δεινοὺς λεγομένους τὰ περὶ φύσιν, οἳ τὸ παράπαν ἡδονὰς οὔ φασιν εἶναι.
苏:那些在自然哲学方面据说非常厉害的人,他们断言快乐根本不存在。
ΠΡΩ. τί μήν;
普:那他们怎么说?
ΣΩ. λυπῶν ταύτας εἶναι πάσας ἀποφυγάς, ἃς νῦν οἱ περὶ Φίληβον ἡδονὰς ἐπονομάζουσιν.
苏:他们说,现在菲莱布党徒称之为快乐的所有这些东西,实际上不过是痛苦的免除。
ΠΡΩ. τούτοις οὖν ἡμᾶς πότερα πείθεσθαι συμβουλεύεις, ἢ πῶς, ὦ Σώκρατες;
普:苏格拉底,那你建议我们是相信他们呢,还是怎么做?
ΣΩ. οὔκ, ἀλλʼ ὥσπερ μάντεσι προσχρῆσθαί τισι, μαντευομένοις οὐ τέχνῃ ἀλλά τινι δυσχερείᾳ φύσεως οὐκ ἀγεννοῦς λίαν μεμισηκότων τὴν τῆς ἡδονῆς δύναμιν καὶ νενομικότων οὐδὲν ὑγιές, ὥστε καὶ αὐτὸ τοῦτο αὐτῆς τὸ ἐπαγωγὸν γοήτευμα, οὐχ ἡδονήν, εἶναι.
苏:并非如此,而是要像对待某些预言者一样对待他们。 他们作预言不凭技术,而是凭着一种高贵天性中的厌恶感;他们极度憎恨快乐的力量,认为其中毫无健全之处,以至于甚至连她那诱人的魔力也被看作不是快乐,而是一种欺骗性的妖术。
τούτοις μὲν οὖν ταῦτα ἂν προσχρήσαιο, σκεψάμενος ἔτι καὶ τὰ ἄλλα αὐτῶν δυσχεράσματα· μετὰ δὲ ταῦτα αἵ γέ μοι δοκοῦσιν ἡδοναὶ ἀληθεῖς εἶναι πεύσῃ, ἵνα ἐξ ἀμφοῖν τοῖν λόγοιν σκεψάμενοι τὴν δύναμιν αὐτῆς παραθώμεθα πρὸς τὴν κρίσιν.
因此,在考察了他们的其他反感之后,你可以在这些方面利用他们;在此之后,你将从我这里了解哪些快乐在我看来是真实的,以便从这两种论点中考察她的力量,并将其呈现在我们面前进行判断。
ΠΡΩ. ὀρθῶς λέγεις.
普:你说得对。
ΣΩ. μεταδιώκωμεν δὴ τούτους, ὥσπερ συμμάχους, κατὰ τὸ τῆς δυσχερείας αὐτῶν ἴχνος.
苏:那么,让我们把他们当作盟友,顺着他们厌恶的足迹去追寻吧。
οἶμαι γὰρ τοιόνδε τι λέγειν αὐτούς, ἀρχομένους ποθὲν ἄνωθεν, ὡς εἰ βουληθεῖμεν ὁτουοῦν εἴδους τὴν φύσιν ἰδεῖν, οἷον τὴν τοῦ σκληροῦ, πότερον εἰς τὰ σκληρότατα ἀποβλέποντες οὕτως ἂν μᾶλλον συννοήσαιμεν ἢ πρὸς τὰ πολλοστὰ σκληρότητι;
我想他们是从某个很高的地方开始,说了类似这样的话:如果我们想要看清任何种类的自然本性,例如“坚硬”的自然本性,我们是通过瞩目于最坚硬的东西才能更好地理解它,还是瞩目于坚硬度极微小的东西?
δεῖ δή σε, ὦ Πρώταρχε, καθάπερ ἐμοί, καὶ τούτοις τοῖς δυσχερέσιν ἀποκρίνεσθαι.
现在,普罗塔科,你必须像我一样,回答这些反感快乐的人。
ΠΡΩ. πάνυ μὲν οὖν, καὶ λέγω γε αὐτοῖς ὅτι πρὸς τὰ πρῶτα μεγέθει.
普:当然要回答,而且我要对他们说,应当瞩目于那些在程度(大小)上居于首位的事物。

词汇与语法注释

  1. 43aἀεί τι τούτων ἀναγκαῖον ἡμῖν συμβαίνειν — 在两个 ὡς 连词中,第一个引导名词性分句(相当于 ὅτι 分句),作为主动词 λέγεις 的直接宾语;第二个作为比较连词,表示“正如”。
  2. 43bἅπαν δήπου τοὐναντίον· ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθʼ ἡμᾶς. — 属格 ὀλίγου 作副词使用,类似于惯用语 ὀλίγου δεῖν(“几乎”),修饰整个句子。其中现在完成时动词 λέληθε(源于 λανθάνω)支配宾格 ἡμᾶς。
  3. 44cμαντευομένοις οὐ τέχνῃ ἀλλά τινι δυσχερείᾳ φύσεως οὐκ ἀγεννοῦς λίαν μεμισηκότων τὴν τῆς ἡδονῆς δύναμιν — 完成活性分词 μεμισηκότων(属格复数)在语法格上不与属格单数 οὐκ ἀγεννοῦς(修饰 φύσεως)一致,但在语义上作为所有格属格,指代拥有这种天性的主体,即那些“敌人们(预言者们)”。

引用这一段

柏拉图, 菲力帕斯篇 §43-44. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:43-44

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。