§37ΣΩ. διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆς τε πέρι καὶ δόξης.
苏:那么,让我们对刚才谈到的关于快乐和信念的事情做出更清晰的界定。
ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν;
对我们来说,想必确实存在着“有信念”这回事吧?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. καὶ ἥδεσθαι;
苏:还有感到快乐?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι;
苏:而且,被相信的对象也是某种存在吗?
ΠΡΩ. πῶς δʼ οὔ;
普:怎么会不是呢?
ΣΩ. καὶ τό γε ᾧ τὸ ἡδόμενον ἥδεται;
苏:还有那个让快乐者感到快乐的对象也是吗?
ΠΡΩ. καὶ πάνυ γε.
普:确实如此。
ΣΩ. οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν.
苏:那么,那个持有信念者,无论其信念正确与否,绝不会失去其实际上正在进行“相信”这一事实。
ΠΡΩ. πῶς γὰρ ἄν;
普:怎么会呢?
ΣΩ. οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτʼ ἀπολεῖ.
苏:那么同样地,那个感到快乐者,无论其快乐得正确与否,显然也绝不会失去其实际上正在“感到快乐”这一事实。
ΠΡΩ. ναί, καὶ τοῦθʼ οὕτως ἔχει.
普:是的,情况也是如此。
ΣΩ. ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δʼ ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν σκεπτέον.
苏:因此,究竟是以何种方式,在我们身上信念往往既会变成虚假的也会变成真实的,而快乐却唯独是真实的,尽管“实际上在相信”和“实际上在快乐”这两者同样都分得了存在的地位——这一点是我们必须考察的。
ΠΡΩ. σκεπτέον.
普:应当考察。
ΣΩ. ἆρʼ ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτʼ εἶναι;
苏:这是因为虚假和真实附加在信念之上,从而使它不仅是信念,而且使它们各自都具有了某种性质吗? 你说这就是需要考察的吗?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποίʼ ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθʼ ἡμῖν διομολογητέον.
苏:此外,我们还必须共同承认这一点:是不是有些事物整体上对我们而言具有某些性质,而快乐和痛苦却仅仅是它们本身,而不会具有某些性质?
ΠΡΩ. δῆλον.
普:显然。
ΣΩ. ἀλλʼ οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε· πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί.
苏:但这绝不难看出它们也具有某些性质;因为我们很久以前就说过,痛苦和快乐这两者,各自都会变得巨大、微小以及强烈。
ΠΡΩ. παντάπασι μὲν οὖν.
普:完全如此。
ΣΩ. ἂν δέ γε πονηρία τούτων, ὦ Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν;
苏:但是,普罗塔科,如果恶劣性附加在这些事物的任何一个之上,我们是否要说,信念因此变得恶劣,而快乐也同样变得恶劣?
ΠΡΩ. ἀλλὰ τί μήν, ὦ Σώκρατες;
普:不然还能怎样呢,苏格拉底?
ΣΩ. τί δʼ, ἂν ὀρθότης ἢ τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται;
苏:那如果正确,或者与正确相反的东西附加在它们其中之一之上呢?
μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν;
难道我们不该说,如果一个信念拥有正确性,它就是正确的信念,而快乐也是同样吗?
ΠΡΩ. ἀναγκαῖον.
普:必然如此。
ΣΩ. ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδʼ ὀρθῶς δοξάζουσαν;
苏:但是,如果被相信的对象是错谬的,我们难道不该承认,那时的信念因其错谬而并非正确的,也不是正确地在相信吗?
ΠΡΩ. πῶς γὰρ ἄν;
普:怎么会不是呢?
ΣΩ. τί δʼ, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφʼ ᾧ λυπεῖται ἢ τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν;
苏:那如果我们又看到某种痛苦或快乐,对于其所痛苦或相反所快乐的对象发生了错谬,我们还会给它冠以“正确的”、“好的”或任何美好的名称吗?
ΠΡΩ. ἀλλʼ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.
普:如果不免出错的是快乐,那就不可能了。
ΣΩ. καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.
苏:而且确实,快乐似乎常常并非伴随着正确的信念,而是伴随着虚假的信念在我们身上产生。
§38ΠΡΩ. πῶς γὰρ οὔ;
普:怎么会不如此呢?
καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες, ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δʼ ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ.
而且,苏格拉底,在这种情况下,在那个时候,我们把这一信念称为虚假的,但对于快乐本身,绝不会有人称其为虚假的。
ΣΩ. ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, ὦ Πρώταρχε, λόγῳ τὰ νῦν.
苏:普罗塔科,你现在倒是非常热心地在为快乐的论点辩护呢。
ΠΡΩ. οὐδέν γε, ἀλλʼ ἅπερ ἀκούω λέγω.
普:绝非如此,我只是在说我所听到的话。
ΣΩ. διαφέρει δʼ ἡμῖν οὐδέν, ὦ ἑταῖρε, ἡ μετὰ δόξης τε ὀρθῆς καὶ μετʼ ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης;
苏:但是,朋友啊,伴随着正确信念与知识的快乐,与伴随着虚假与无知而常常在我们每个人身上产生的快乐,对我们来说难道没有任何区别吗?
ΠΡΩ. εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν.
普:无论如何,它们很可能有着不小的区别。
ΣΩ. τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.
苏:那么,让我们来考察它们二者之间的区别吧。
ΠΡΩ. ἄγʼ ὅπῃ σοι φαίνεται.
普:请按照你认为合适的路径引导吧。
ΣΩ. τῇδε δὴ ἄγω.
苏:那我就往这边引导。
ΠΡΩ. πῇ;
普:往哪边?
ΣΩ. δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής;
苏:我们说,对我们而言,信念既有虚假的,也有真实的,是吗?
ΠΡΩ. ἔστιν.
普:是的。
ΣΩ. ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.
苏:而且,正如我们刚才所说,快乐和痛苦常常伴随着这些信念——我是指伴随着真实的和虚假的信念。
ΠΡΩ. πάνυ γε.
普:确实如此。
ΣΩ. οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθʼ ἑκάστοτε;
苏:那么,我们身上的信念以及尝试做出判断这一行为,每次不都是产生于记忆和感觉吗?
ΠΡΩ. καὶ μάλα.
普:非常确实。
ΣΩ. ἆρʼ οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθʼ ἴσχειν;
苏:那么,关于这些事物,你认为我们必然处于以下这种状态吗?
ΠΡΩ. πῶς;
普:怎么说?
ΣΩ. πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθʼ ἅπερ ὁρᾷ;
苏:你会不会说,一个从远处看去、看得并不十分清楚的人,往往会想要去判定他所看到的那些事物?
ΠΡΩ. φαίην ἄν.
普:我会这么说。
ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτʼ ἂν ὧδε;
苏:那么,在此之后,这个人难道不会像这样问自己吗?
ΠΡΩ. πῶς;
普:怎么问?
ΣΩ. τί ποτʼ ἄρʼ ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθʼ ἑστάναι φανταζόμενον ὑπό τινι δένδρῳ;
苏:“那个在岩石旁、某棵树下显现出站立模样的,到底是什么东西?
ταῦτʼ εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτʼ ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε;
”你认为有人在看到这些呈现在他眼前的这类事物时,会对自己说这样的话吗?
ΠΡΩ. τί μήν;
普:当然会了。
ΣΩ. ἆρʼ οὖν μετὰ ταῦτα ὁ τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών;
苏:那么,在此之后,这样的人会不会对自己做出回答说“那是一人”,并且说得恰中其妙?
ΠΡΩ. καὶ πάνυ γε.
普:确实如此。
ΣΩ. καὶ παρενεχθείς γʼ αὖ τάχʼ ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι.
苏:或者,如果他被误导了,他也许会把所看到的东西说成是某种牧人制作的雕像。
ΠΡΩ. μάλα γε.
普:非常确实。
ΣΩ. κἂν μέν τίς γʼ αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτʼ ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν;
苏:而且,如果有人在场,他就会把对自己说的话转为声音,对在场的人再次说出这些同样的话,于是,我们先前称为“信念”的东西,在此便以这种方式变成了“言辞”?
ΠΡΩ. τί μήν;
普:当然如此。
ΣΩ. ἂν δʼ ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται.
苏:但如果他是独自一人在心中思考这同样的事情,有时他会把这想法留在心中走上更长的一段时间。
ΠΡΩ. πάνυ μὲν οὖν.
普:完全如此。
ΣΩ. τί οὖν;
苏:那么如何?
ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί;
关于这些事情,你的看法和我一样吗?
ΠΡΩ. τὸ ποῖον;
普:是怎样的想法?
ΣΩ. δοκεῖ μοι τότε ἡμῶν ἡ ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι.
苏:在我看来,那时我们的灵魂就像是一本书。
ΠΡΩ. πῶς;
普:怎么说?