← プラトン

ピレボス

§39-40

魂の書記と画家および期待による真偽の快楽

ソクラテスは魂の中に働く「書記」と「画家」の比喩を導入し、記憶と感覚から言葉や像がどのように描かれるかを説明する。さらに、未来への期待(エルピス)の分析を通じて、善人には真の快楽が、悪人には偽の快楽が生じることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§39

ΣΩ. ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν1 ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους· καὶ ὅταν μὲν ἀληθῆ γράφῃ, δόξα τε ἀληθὴς καὶ λόγοι ἀπʼ αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι· ψευδῆ δʼ ὅταν ὁ τοιοῦτος παρʼ ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη. ΠΡΩ. πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως. ΣΩ. ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον. ΠΡΩ. τίνα; ΣΩ. ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει. ΠΡΩ. πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν; ΣΩ. ὅταν ἀπʼ ὄψεως ἤ τινος ἄλλης αἰσθήσεως τὰ τότε δοξαζόμενα καὶ λεγόμενα ἀπαγαγών τις τὰς τῶν δοξασθέντων καὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως. ἢ τοῦτο οὐκ ἔστι γιγνόμενον παρʼ ἡμῖν; ΠΡΩ. σφόδρα μὲν οὖν. ΣΩ. οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς; ΠΡΩ. παντάπασιν. ΣΩ. εἰ δὴ ταῦτʼ ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα. ΠΡΩ. τὸ ποῖον; ΣΩ. εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ; ΠΡΩ. περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως. ΣΩ. οὐκοῦν αἵ γε διὰ τῆς ψυχῆς αὐτῆς ἡδοναὶ καὶ λῦπαι ἐλέχθησαν ἐν τοῖς πρόσθεν ὡς πρὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ λυπῶν προγίγνοιντʼ ἄν, ὥσθʼ ἡμῖν συμβαίνει τὸ προχαίρειν τε καὶ προλυπεῖσθαι περὶ τὸν μέλλοντα χρόνον εἶναι γιγνόμενον; ΠΡΩ. ἀληθέστατα. ΣΩ. πότερον οὖν τὰ γράμματά τε καὶ ζωγραφήματα, ἃ σμικρῷ πρότερον ἐτίθεμεν ἐν ἡμῖν γίγνεσθαι, περὶ μὲν τὸν γεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν; ΠΡΩ. σφόδρα γε. ΣΩ. ἆρα σφόδρα λέγεις, ὅτι πάντʼ ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δʼ αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων; ΠΡΩ. παντάπασι μὲν οὖν. ΣΩ. ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι. ΠΡΩ. τὸ ποῖον; ΣΩ. δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρʼ οὐ θεοφιλής ἐστιν; ΠΡΩ. τί μήν;

ソクラテス:記憶が感覚と同一のものへと合流し、これらについて生じるその諸々の受動的状態が、そのとき、言わば我々の魂の中に言葉を書き記すように私には思われる。そして、それが真なることを書き記すときには、真なる思い込みと、それから生じる真なる言葉が我々の中に生じることになる。しかし、我々の中のそのような書記が偽なることを書き記すときには、真なる場合とは反対の結果が生じる。プロタルコス:全くその通りだと私には思われますし、今語られたことをそのように受け入れます。ソクラテス:では、そのとき我々の魂の中に生じるもう一人の職人を、さらに受け入れなさい。プロタルコス:誰のことですか。ソクラテス:画家だ。書記の後に、語られた事柄の似像を魂の中に描く者のことだ。プロタルコス:その者を、再びどのように、そしていつ、我々は存在すると言うのですか。ソクラテス:それは、視覚や他の感覚から、そのときに思いなされ語られた事柄を遠ざけた人が、その思いなされ語られた事柄の似像を自分の中に何らかの仕方で見るようなときだ。それとも、このようなことは我々の中に生じていないだろうか。プロタルコス:実に生じています。ソクラテス:それなら、真なる思い込みと言葉の似像は真であり、偽なるものの似像は偽であるのではないか。プロタルコス:全くその通りです。ソクラテス:もし我々がこれらを正しく語ったとすれば、さらにこれらに加えて次のことも検討しよう。プロタルコス:どのようなことですか。ソクラテス:存在する事柄や、過去に生じた事柄について、我々にこのようなことがこのように生じるのが必然であるとすれば、未来の事柄についてはそうではないのか、ということだ。プロタルコス:いいえ、すべての時間について同様です。ソクラテス:それなら、魂それ自体による快楽と苦痛は、身体による快楽と苦痛に先立って生じるだろうと以前語られた。とすれば、我々において、未来の時間に関してあらかじめ喜び、あるいはあらかじめ苦しむということが生じることになるのではないか。プロタルコス:最も真実なことです。ソクラテス:では、少し前に我々の中に生じると仮定したあの文字や絵画は、過去や現在の時間に関するものであって、未来の時間に関するものではないのだろうか。プロタルコス:いいえ、非常にあります。ソクラテス:「非常に」と君が言うのは、これらすべてがその後の時間に対する期待であり、そして我々は生涯を通じて常に期待に満ちているからではないかね。プロタルコス:全くその通りです。ソクラテス:では、今語られたことに加えて、次のことにも答えてほしい。プロタルコス:どのようなことですか。ソクラテス:正しく、敬虔で、あらゆる点で善い人は、神に愛される者ではないだろうか。プロタルコス:もちろんそうです。

§40

ΣΩ. τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρʼ οὐ τοὐναντίον ἐκείνῳ; ΠΡΩ. πῶς δʼ οὔ; ΣΩ. πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει; ΠΡΩ. τί δʼ οὔ; ΣΩ. λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν; ΠΡΩ. ναί. ΣΩ. καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα·2 καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπʼ αὐτῷ πολλὰς ἡδονάς· καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφʼ αὑτῷ χαίροντα σφόδρα καθορᾷ. ΠΡΩ. τί δʼ οὔ; ΣΩ. τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ τὸ πολὺ τοὐναντίον, ἢ μὴ φῶμεν; ΠΡΩ. καὶ μάλα φατέον. ΣΩ. οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που. ΠΡΩ. τί μήν; ΣΩ. ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δʼ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν. ΠΡΩ. ἀναγκαιότατα λέγεις. ΣΩ. εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως. ΠΡΩ. εἰσίν. ΣΩ. οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι,3 μὴ ἐπʼ οὖσι δὲ μηδʼ ἐπὶ γεγονόσι μηδὲ ἐπʼ ἐσομένοις ἐνίοτε. ΠΡΩ. πάνυ γε. ΣΩ. καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. ἦ γάρ; ΠΡΩ. ναί. ΣΩ. τί οὖν; οὐκ ἀνταποδοτέον ταῖς λύπαις τε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις; ΠΡΩ. πῶς; ΣΩ. ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μηδʼ ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μηδὲ μέλλουσί ποτε γενήσεσθαι. ΠΡΩ. καὶ ταῦθʼ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν. ΣΩ. οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε; ΠΡΩ. πάνυ μὲν οὖν. ΣΩ. τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν; ΠΡΩ. οὐκ ἄλλως. ΣΩ. οὐδʼ ἡδονάς γʼ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.

ソクラテス:では、不正で、あらゆる点で悪い人は、それとは反対の者ではないだろうか。プロタルコス:どうしてそうでないでしょう。ソクラテス:そして、先ほど言ったように、すべての人間は多くの期待に満ちているのではないか。プロタルコス:どうしてそうでないでしょう。ソクラテス:そして、我々が「期待」と呼んでいるものは、我々の各自の中にある言葉ではないか。プロタルコス:はい。ソクラテス:そして、描かれた像も同様だ。人はしばしば、自分に豊かな黄金が与えられ、それによって多くの快楽が生じるのを見る。そして実に、自分自身が自分において大いに喜んでいる姿が描かれているのを目にするのだ。プロタルコス:どうしてそうでないでしょう。ソクラテス:では、これらについて、善い人々に対しては、神に愛される者であるからこそ、描かれたものが大部分は真実として提示されるのに対し、悪い人々に対しては大部分はその反対であると言うべきだろうか、それとも言うべきではないだろうか。プロタルコス:確かにそのように言うべきです。ソクラテス:それなら、悪い人々にも、描かれた快楽が少しも劣らず現れるが、これらは恐らく偽なるものだろう。プロタルコス:もちろんそうです。ソクラテス:したがって、悪い人々は大部分において偽なる快楽を喜び、人間のうちでも善い人々は真なる快楽を喜ぶ。プロタルコス:最も必然的なことをおっしゃいます。ソクラテス:では、今の議論によれば、人間の魂の中には偽なる快楽が存在し、それらはしかし、真なる快楽をより滑稽なものへと模倣したものであり、苦痛についても同様であるということになる。プロタルコス:存在します。ソクラテス:それなら、およそ思いなす者にとって、現に常に思いなすということは存在するが、それが時には存在しない事柄や、過去に生じなかった事柄、あるいは未来に生じない事柄についてなされることもあるのだった。プロタルコス:その通りです。ソクラテス:そしてこれらこそが、そのときに偽なる思い込みと、偽なる思いなすことを作り出すものだったのではないか。そうだろう?プロタルコス:はい。ソクラテス:ではどうだろう。苦痛や快楽に対しても、これらの対応するあり方を彼らの中に認めなければならないのではないか。プロタルコス:どのようにですか。ソクラテス:およそ、どのような仕方であれ、また手当たり次第に喜ぶ者にとって、現に常に喜ぶということは存在するが、それが時には存在しない事柄や、過去に生じなかった事柄、さらにはしばしば、おそらくは最も多くの場合、未来に決して生じない事柄についてなされることもある、というようにだ。プロタルコス:これもまた、ソクラテス、そのように必然的です。ソクラテス:それなら、恐れや怒り、その他すべてそのようなものについても、そのようなものすべてが時には偽であることがあり得るという点で、同じ議論が成り立つのではないか。プロタルコス:全くその通りです。ソクラテス:では、我々は、悪しき思い込みや良き思い込みが、偽なるものとして生じること以外の仕方で生じると言うことができるだろうか。プロタルコス:別の仕方では言えません。ソクラテス:快楽についても同様に、それが偽であること以外のいかなる方法によって悪しくなるのかを、我々は理解しないのではないか。

構文注3 件
  1. 39aἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν

    主語は単数の ἡ μνήμη συμπίπτουσα(感覚と同一へと合流する記憶)と中性複数の τὰ παθήματα(受動的状態)の二つであり、動詞 φαίνονται(〜のように思われる)は複数形をとってこれら両方、あるいは特に後者の複数主語に呼応している。κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα は「これら(感覚)に関するあの諸々の受動的状態」を意味し、先行詞 ἐκεῖνα ... τὰ παθήματα と関係節が絡み合う構造になっている。

  2. 40aκαὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα·

    文法的には動詞が省略された不完全な文である。直前の λόγοι μήν εἰσιν...(言葉がある)に続く文脈から、存在動詞 εἰσιν(存在する、ある)を補い、「描かれた映像も(我々の中に)存在する」と解釈するのが最も自然である。

  3. 40cοὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι

    未完了過去 ἦν は不定詞 δοξάζειν(思いなすこと)を伴い、可能(〜することができた)あるいは確立された事実への言及を表す。与格の τῷ ... δοξάζοντι(およそ思いなす者にとって)は、不定詞の意味上の主語または基準を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:39-40