Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §22-23

混合生活的优越性与存在的四种区分

第 8 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科一致认为,结合了快乐与理智的混合生活是最值得选择的。为了确定使这种生活变好的原因,苏格拉底开始将一切存在者重新划分为无限、有限、混合物和原因这四个类别。

§22ΣΩ. τί δʼ ὁ συναμφότερος, ὦ Πρώταρχε, ἐξ ἀμφοῖν συμμειχθεὶς κοινὸς γενόμενος;
苏:那么,普罗塔科,由两者混合而成、成为共同的那种结合生活怎么样?
ΠΡΩ. ἡδονῆς λέγεις καὶ νοῦ καὶ φρονήσεως;
普:你指的是快乐、理智与智慧的生活吗?
ΣΩ. οὕτω καὶ τῶν τοιούτων ἔγωγε.
苏:是的,我指的就是这种以及此类生活。
ΠΡΩ. πᾶς δήπου τοῦτόν γε αἱρήσεται πρότερον ἢ ʼκείνων ὁποτερονοῦν, καὶ πρὸς τούτοις οὐχ ὁ μέν, ὁ δʼ οὔ.
普:想必任何人都会选择这种生活,而不是那两种中的任何一种,而且不仅如此,绝不会有人选择而有人不选择。
ΣΩ. μανθάνομεν οὖν ὅτι νῦν ἡμῖν ἐστι τὸ συμβαῖνον ἐν τοῖς παροῦσι λόγοις;
苏:那么我们是否明白,在目前的论证中,我们现在遇到了什么情况?
ΠΡΩ. πάνυ μὲν οὖν, ὅτι γε τρεῖς μὲν βίοι προυτέθησαν, τοῖν δυοῖν δʼ οὐδέτερος ἱκανὸς οὐδὲ αἱρετὸς οὔτε ἀνθρώπων οὔτε ζῴων οὐδενί.
普:当然明白,那就是提出了三种生活,而在这两种生活之中,任何一种对于人类或任何动物来说,既不自足也不值得选择。
ΣΩ. μῶν οὖν οὐκ ἤδη τούτων γε πέρι δῆλον ὡς οὐδέτερος αὐτοῖν εἶχε τἀγαθόν;
苏:那么,关于这些,难道不是已经很明显,它们两者都不包含善吗?
ἦν γὰρ ἂν ἱκανὸς καὶ τέλεος καὶ πᾶσι φυτοῖς καὶ ζῴοις αἱρετός, οἷσπερ δυνατὸν ἦν οὕτως ἀεὶ διὰ βίου ζῆν·
因为如果包含,它对于所有的植物和动物来说都将是自足、完全且值得选择的,只要它们能够如此一生度过。
εἰ δέ τις ἄλλα ᾑρεῖθʼ ἡμῶν, παρὰ φύσιν ἂν τὴν τοῦ ἀληθῶς αἱρετοῦ ἐλάμβανεν ἄκων ἐξ ἀγνοίας ἤ τινος ἀνάγκης οὐκ εὐδαίμονος.
但如果我们中有人选择其他的生活,他就是违背了真正值得选择的事物的本性,由于无知或某种不幸的强迫而违心地接受了它。
ΠΡΩ. ἔοικε γοῦν ταῦθʼ οὕτως ἔχειν.
普:看来情况确实如此。
ΣΩ. ὡς μὲν τοίνυν τήν γε Φιλήβου θεὸν οὐ δεῖ διανοεῖσθαι ταὐτὸν καὶ τἀγαθόν, ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ.
苏:因此,我认为,已经足够说明不能把菲莱布的女神与善视为同一事物了。
ΦΙ. οὐδὲ γὰρ ὁ σὸς νοῦς, ὦ Σώκρατες, ἔστι τἀγαθόν, ἀλλʼ ἕξει που ταὐτὰ ἐγκλήματα.
菲:苏格拉底,你的理智也不是善,想必也会面临同样的指控。
ΣΩ. τάχʼ ἄν, ὦ Φίληβε, ὅ γʼ ἐμός· οὐ μέντοι τόν γε ἀληθινὸν ἅμα καὶ θεῖον οἶμαι νοῦν, ἀλλʼ ἄλλως πως ἔχειν.
苏:菲莱布,我的理智也许会如此;但我认为,那真实且神圣的理智绝非如此,而是处于另一种状态。
τῶν μὲν οὖν νικητηρίων πρὸς τὸν κοινὸν βίον οὐκ ἀμφισβητῶ πω ὑπὲρ νοῦ, τῶν δὲ δὴ δευτερείων ὁρᾶν καὶ σκοπεῖν χρὴ πέρι τί δράσομεν·
关于共同生活的第一等奖,我还不想为理智去争夺,但关于第二等奖,我们必须观察和考察我们该怎么做。
τάχα γὰρ ἂν τοῦ κοινοῦ τούτου βίου αἰτιῴμεθʼ ἂν ἑκάτερος ὁ μὲν τὸν νοῦν αἴτιον, ὁ δʼ ἡδονὴν εἶναι, καὶ οὕτω τὸ μὲν ἀγαθὸν τούτων ἀμφοτέρων οὐδέτερον ἂν εἴη, τάχα δʼ ἂν αἴτιόν τις ὑπολάβοι πότερον αὐτῶν εἶναι.
因为也许我们双方都会声称这种共同生活是由其中之一作为原因的——一方归于理智,另一方归于快乐。 这样一来,善虽然不属于这两者中的任何一个,但也许有人会认为它们中的某一个是其原因。
τούτου δὴ πέρι καὶ μᾶλλον ἔτι πρὸς Φίληβον διαμαχοίμην ἂν ὡς ἐν τῷ μεικτῷ τούτῳ βίῳ, ὅτι ποτʼ ἔστι τοῦτο ὃ λαβὼν ὁ βίος οὗτος γέγονεν αἱρετὸς ἅμα καὶ ἀγαθός, οὐχ ἡδονὴ ἀλλὰ νοῦς τούτῳ συγγενέστερον καὶ ὁμοιότερόν ἐστι, καὶ κατὰ τοῦτον τὸν λόγον οὔτʼ ἂν τῶν πρωτείων οὐδʼ αὖ τῶν δευτερείων ἡδονῇ μετὸν ἀληθῶς ἄν ποτε λέγοιτο· πορρωτέρω δʼ ἐστὶ τῶν τριτείων, εἴ τι τῷ ἐμῷ νῷ δεῖ πιστεύειν ἡμᾶς τὰ νῦν.
关于这一点,我更要与菲莱布激烈争论:在这混合的生活中,无论是什么东西使这种生活变得值得选择且成为善,与之更亲近、更相似的不是快乐,而是理智。 根据这个论证,快乐决不能被真实地认为在一等奖或二等奖中有份;如果现在必须在某种程度上相信我的理智,那它离三等奖就更远了。
§23ΠΡΩ. ἀλλὰ μήν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ νῦν μὲν ἡδονή σοι πεπτωκέναι καθαπερεὶ πληγεῖσα ὑπὸ τῶν νυνδὴ λόγων· τῶν γὰρ νικητηρίων πέρι μαχομένη κεῖται.
普:但是,苏格拉底,在我看来,快乐现在就像是被刚才的论证击倒了一样;因为它在争夺一等奖的战斗中倒下了。
τὸν δὲ νοῦν, ὡς ἔοικε, λεκτέον ὡς ἐμφρόνως οὐκ ἀντεποιεῖτο τῶν νικητηρίων· τὰ γὰρ αὔτʼ ἔπαθεν ἄν.
至于理智,看来我们必须说,它非常聪明地没有去争取一等奖,因为同样的事情也会发生在它身上。
τῶν δὲ δὴ δευτερείων στερηθεῖσα ἡδονὴ παντάπασιν ἄν τινα καὶ ἀτιμίαν σχοίη πρὸς τῶν αὑτῆς ἐραστῶν· οὐδὲ γὰρ ἐκείνοις ἔτʼ ἂν ὁμοίως φαίνοιτο καλή.
但如果被剥夺了二等奖,快乐在它的爱慕者面前就会完全蒙受某种耻辱;因为对他们来说,它看起来也不再同样美丽了。
ΣΩ. τί οὖν;
苏:那该怎么办?
οὐκ ἄμεινον αὐτὴν ἐᾶν ἤδη καὶ μὴ τὴν ἀκριβεστάτην αὐτῇ προσφέροντα βάσανον καὶ ἐξελέγχοντα λυπεῖν;
我们现在不应该放过它,不再用最严苛的检验去折磨和驳倒它,从而伤害它吗?
ΠΡΩ. οὐδὲν λέγεις, ὦ Σώκρατες.
普:你这话说得毫无意义,苏格拉底。
ΣΩ. ἆρʼ ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν;
苏:难道是因为我说了不可能的事,即去伤害快乐?
ΠΡΩ. οὐ μόνον γε ἀλλʼ ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς τούτων τῷ λόγῳ.
普:不仅如此,还因为你不知道,在我们中没有人会放你走,直到你把这些问题在论证中贯彻到底。
ΣΩ. βαβαῖ ἄρα, ὦ Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐδὲ ῥᾳδίου πάνυ τι νῦν.
苏:哎呀,普罗塔科,剩下的论证还很长,而且现在看来也绝非易事。
καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων· ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά.
因为在为理智争取二等奖的过程中,似乎需要另一种工具,就像是持有与之前的论证不同的箭矢;尽管有些可能也是相同的。
οὐκοῦν χρή;
难道不应该用吗?
ΠΡΩ. πῶς γὰρ οὔ;
普:怎么会不呢?
ΣΩ. τὴν δέ γε ἀρχὴν αὐτοῦ διευλαβεῖσθαι πειρώμεθα τιθέμενοι.
苏:那么,让我们在设定它的时候,试着小心防范它的起点。
ΠΡΩ. ποίαν δὴ λέγεις;
普:你说的是哪种起点?
ΣΩ. πάντα τὰ νῦν ὄντα ἐν τῷ παντὶ διχῇ διαλάβωμεν, μᾶλλον δʼ, εἰ βούλει, τριχῇ.
苏:让我们把目前宇宙中存在的一切划分为两类,或者如果你愿意,划分为三类。
ΠΡΩ. καθʼ ὅτι, φράζοις ἄν;
普:是以什么方式呢,你能说明一下吗?
ΣΩ. λάβωμεν ἄττα τῶν νυνδὴ λόγων.
苏:让我们从刚才的讨论中提取一些内容。
ΠΡΩ. ποῖα;
普:哪些内容?
ΣΩ. τὸν θεὸν ἐλέγομέν που τὸ μὲν ἄπειρον δεῖξαι τῶν ὄντων, τὸ δὲ πέρας; ΠΡΩ. πάνυ μὲν οὖν.
苏:我们刚才不是在某个地方说,神表明了存在物中有一部分是无限的,另一部分是有限的吗? 普:完全如此。
ΣΩ. τούτω δὴ τῶν εἰδῶν τὰ δύο τιθώμεθα, τὸ δὲ τρίτον ἐξ ἀμφοῖν τούτοιν ἕν τι συμμισγόμενον.
苏:让我们把这两个设定为形式,而第三个形式则是由这两个混合而成的一个统一体。
εἰμὶ δʼ, ὡς ἔοικεν, ἐγὼ γελοῖός τις ἄνθρωπος κατʼ εἴδη διιστὰς καὶ συναριθμούμενος.
不过,看来我像是一个可笑的人,竟然在划分形式并进行计数。
ΠΡΩ. τί φῄς, ὠγαθέ;
普:你在说什么,好人?
ΣΩ. τετάρτου μοι γένους αὖ προσδεῖν φαίνεται.
苏:在我看来,我们需要第四种类。
ΠΡΩ. λέγε τίνος.
普:说说是什么。
ΣΩ. τῆς συμμείξεως τούτων πρὸς ἄλληλα τὴν αἰτίαν ὅρα, καὶ τίθει μοι πρὸς τρισὶν ἐκείνοις τέταρτον τοῦτο.
苏:看看这些互相混合的原因,并在那三个之外,为我把这个设定为第四个。
ΠΡΩ. μῶν οὖν σοι καὶ πέμπτου προσδεήσει διάκρισίν τινος δυναμένου;
普:那么,你难道还需要一个具有分离能力的第五个类吗?
ΣΩ. τάχʼ ἄν· οὐ μὴν οἶμαί γε ἐν τῷ νῦν·
苏:也许吧;但我认为在现在不需要。
ἂν δέ τι δέῃ, συγγνώσῃ πού μοι σὺ μεταδιώκοντι πέμπτον.
如果需要什么的话,想必你会原谅我追寻第五个类的。
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. πρῶτον μὲν δὴ τῶν τεττάρων τὰ τρία διελόμενοι, τὰ δύο τούτων πειρώμεθα, πολλὰ ἑκάτερον ἐσχισμένον καὶ διεσπασμένον ἰδόντες, εἰς ἓν πάλιν ἑκάτερον συναγαγόντες, νοῆσαι πῇ ποτε ἦν αὐτῶν ἓν καὶ πολλὰ ἑκάτερον.
苏:那么首先,在分出这四个中的三个之后,让我们尝试其中的两个。 观察它们中每一个如何被割裂并拉扯成许多部分,然后再次将它们每一个收拢为一,以理解它们如何各自既是一又是多。
ΠΡΩ. εἴ μοι σαφέστερον ἔτι περὶ αὐτῶν εἴποις, τάχʼ ἂν ἑποίμην.
普:如果你能更清楚地对我说明它们,我也许就能跟得上了。

词汇与语法注释

  1. 22bἂν ... ἐλάμβανεν — 这是表示与过去事实相反的虚拟语气结果从句(直言过去未完成时+ἄν)。苏格拉底在此指出,如果有人选择了其他生活,那必定是因为无知或被迫做出的违心选择。
  2. 22eμετὸν — 非人称动词 μέτεστι(……有份额)的对格绝对结构(accusative absolute)。它在对格不定式句法中作为从属分句的谓语,表明“快乐绝不能被说成在一等奖或二等奖中占有份额”。
  3. 23bπρὶν ἂν ... ἐπεξέλθῃς — 主句含有否定词(οὐδείς)时使用的“πρίν + ἄν + 虚拟式过去(不定过去时)”句法,表示“在……之前绝不……”。这体现了普罗塔科坚决不放走苏格拉底、直至其完成论证的强硬态度。

引用这一段

柏拉图, 菲力帕斯篇 §22-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:22-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。