§20ΠΡΩ. εἰς ἀπορίαν ἐμβάλλων καὶ ἀνερωτῶν ὧν μὴ δυναίμεθʼ ἂν ἱκανὴν ἀπόκρισιν ἐν τῷ παρόντι διδόναι σοι.
普:你把我们投入困境,并反过来询问那些我们目前无法给你一个充分回答的事情。
μὴ γὰρ οἰώμεθα τέλος ἡμῖν εἶναι τῶν νῦν τὴν πάντων ἡμῶν ἀπορίαν, ἀλλʼ εἰ δρᾶν τοῦθʼ ἡμεῖς ἀδυνατοῦμεν, σοὶ δραστέον· ὑπέσχου γάρ.
因为我们千万不要以为我们所有人的这种迷茫就是现在的讨论终点,而是如果我们无能为力,那就必须由你来做,因为你承诺过。
βουλεύου δὴ πρὸς ταῦτα αὐτὸς πότερον ἡδονῆς εἴδη σοι καὶ ἐπιστήμης διαιρετέον ἢ καὶ ἐατέον, εἴ πῃ καθʼ ἕτερόν τινα τρόπον οἷός τʼ εἶ καὶ βούλει δηλῶσαί πως ἄλλως τὰ νῦν ἀμφισβητούμενα παρʼ ἡμῖν.
所以,请你自己针对这些事情考虑一下,你是应该划分快乐和知识的种类,还是予以放任,如果你能以其他某种方式,并且愿意用别的方法来阐明我们目前争论的事情。
ΣΩ. δεινὸν μὲν τοίνυν ἔτι προσδοκᾶν οὐδὲν δεῖ τὸν ἐμέ, ἐπειδὴ τοῦθʼ οὕτως εἶπες·
苏:既然你这样说了,那么我一丁点也不需要再预料什么可怕的事情了。
τὸ γὰρ εἰ βούλει ῥηθὲν λύει πάντα φόβον ἑκάστων πέρι.
因为说出“如果你愿意”这句话,就化解了关于每一件事的一切恐惧。
πρὸς δὲ αὖ τοῖς μνήμην τινὰ δοκεῖ τίς μοι δεδωκέναι θεῶν ἡμῖν.
此外,神明中的某一位似乎又给了我们某种记忆。
ΠΡΩ. πῶς δὴ καὶ τίνων;
普:究竟是怎样的,又是关于什么的记忆?
ΣΩ. λόγων ποτέ τινων πάλαι ἀκούσας ὄναρ ἢ καὶ ἐγρηγορὼς νῦν ἐννοῶ περί τε ἡδονῆς καὶ φρονήσεως, ὡς οὐδέτερον αὐτοῖν ἐστι τἀγαθόν, ἀλλὰ ἄλλο τι τρίτον, ἕτερον μὲν τούτων, ἄμεινον δὲ ἀμφοῖν.
苏:我以前在梦中或者醒着的时候,曾听过一些论据,现在我想起来了,是关于快乐和智慧的:它们两者都不是善,而是另外某种第三者,既不同于这两者,又优于这两者。
καίτοι τοῦτό γε ἂν ἐναργῶς ἡμῖν φανῇ νῦν, ἀπήλλακται μὲν ἡδονὴ τοῦ νικᾶν·
然而,如果这一点现在清楚地呈现在我们面前,快乐就免于胜出了。
τὸ γὰρ ἀγαθὸν οὐκ ἂν ἔτι ταὐτὸν αὐτῇ γίγνοιτο.
因为善就不再与它同一了。
ἢ πῶς;
难道不是吗?
ΠΡΩ. οὕτως.
普:确实如此。
ΣΩ. τῶν δέ γε εἰς τὴν διαίρεσιν εἰδῶν ἡδονῆς οὐδὲν ἔτι προσδεησόμεθα κατʼ ἐμὴν δόξαν.
苏:而且在我看来,我们不再需要对快乐的任何种类进行划分了。
προϊὸν δʼ ἔτι σαφέστερον δείξει.
随着讨论的进行,它会更加清楚地显示出来。
ΠΡΩ. κάλλιστʼ εἰπὼν οὕτω καὶ διαπέραινε.
普:说得太好了,请继续进行下去。
ΣΩ. μίκρʼ ἄττα τοίνυν ἔμπροσθεν ἔτι διομολογησώμεθα.
苏:那么,在此之前,让我们先对几个小点达成一致。
ΠΡΩ. τὰ ποῖα;
普:是哪些小点?
ΣΩ. τὴν τἀγαθοῦ μοῖραν πότερον ἀνάγκη τέλεον ἢ μὴ τέλεον εἶναι;
苏:善的份额必须是完全的,还是不完全的?
ΠΡΩ. πάντων δήπου τελεώτατον, ὦ Σώκρατες.
普:当然是所有东西中最完全的,苏格拉底。
ΣΩ. τί δέ; ἱκανὸν τἀγαθόν;
苏:那么,善是自足的吗?
ΠΡΩ. πῶς γὰρ οὔ;
普:怎么会不是呢?
καὶ πάντων γε εἰς τοῦτο διαφέρειν τῶν ὄντων.
而且在这点上确实超越了所有存在的事物。
ΣΩ. τόδε γε μήν, ὡς οἶμαι, περὶ αὐτοῦ ἀναγκαιότατον εἶναι λέγειν, ὡς πᾶν τὸ γιγνῶσκον αὐτὸ θηρεύει καὶ ἐφίεται βουλόμενον ἑλεῖν καὶ περὶ αὑτὸ κτήσασθαι, καὶ τῶν ἄλλων οὐδὲν φροντίζει πλὴν τῶν ἀποτελουμένων ἅμα ἀγαθοῖς.
苏:不过,我认为关于它最不可或缺的说法是:凡是具有认识能力的东西都会追猎它,并且渴望捕获并占有它,除了那些与善一同完成的事物之外,它不在意任何其他事物。
ΠΡΩ. οὐκ ἔστι τούτοις ἀντειπεῖν.
普:这些是无法反驳的。
ΣΩ. σκοπῶμεν δὴ καὶ κρίνωμεν τόν τε ἡδονῆς καὶ τὸν φρονήσεως βίον ἰδόντες χωρίς.
苏:那么,让我们通过分别观察快乐的生活和智慧的生活来进行考察和评判。
ΠΡΩ. πῶς εἶπες;
普:你这是怎么说的?
§21ΣΩ. μήτε ἐν τῷ τῆς ἡδονῆς ἐνέστω φρόνησις μήτʼ ἐν τῷ τῆς φρονήσεως ἡδονή.
苏:既不让智慧存在于快乐的生活中,也不让快乐存在于智慧的生活中。
δεῖ γάρ, εἴπερ πότερον αὐτῶν ἔστʼ ἀγαθόν, μηδὲν μηδενὸς ἔτι προσδεῖσθαι·
因为如果它们中的任何一个确实是善,它就不应该再需要任何其他东西。
δεόμενον δʼ ἂν φανῇ πότερον, οὐκ ἔστι που τοῦτʼ ἔτι τὸ ὄντως ἡμῖν ἀγαθόν.
但如果其中之一显得有所需要,那它肯定不再是我们真正的善了。
ΠΡΩ. πῶς γὰρ ἄν;
普:怎么会是呢?
ΣΩ. οὐκοῦν ἐν σοὶ πειρώμεθα βασανίζοντες ταῦτα;
苏:那么,让我们在你身上检验这些来进行测试吧?
ΠΡΩ. πάνυ μὲν οὖν.
普:完全可以。
ΣΩ. ἀποκρίνου δή.
苏:那么回答吧。
ΠΡΩ. λέγε.
普:请说。
ΣΩ. δέξαιʼ ἄν, Πρώταρχε, σὺ ζῆν τὸν βίον ἅπαντα ἡδόμενος ἡδονὰς τὰς μεγίστας;
苏:普罗塔科,你愿意一生享受最大的快乐而活着吗?
ΠΡΩ. τί δʼ οὔ;
普:怎么会不愿意呢?
ΣΩ. ἆρʼ οὖν ἔτι τινὸς ἄν σοι προσδεῖν ἡγοῖο, εἰ τοῦτʼ ἔχεις παντελῶς;
苏:那么,如果你完全拥有了这一点,你还会认为自己还需要什么吗?
ΠΡΩ. οὐδαμῶς.
普:绝不。
ΣΩ. ὅρα δή, τοῦ φρονεῖν καὶ τοῦ νοεῖν καὶ λογίζεσθαι τὰ δέοντα καὶ ὅσα τούτων ἀδελφά, μῶν μὴ δέοιʼ ἄν τι;
苏:想一想,对于思考、理解、计算必需的事物以及所有与这些同类的东西,你难道不会有任何需要吗?
ΠΡΩ. καὶ τί;
普:怎么会有呢?
πάντα γὰρ ἔχοιμʼ ἄν που τὸ χαίρειν ἔχων.
因为只要有了快乐,我想我就拥有了一切。
ΣΩ. οὐκοῦν οὕτω ζῶν ἀεὶ μὲν διὰ βίου ταῖς μεγίσταις ἡδοναῖς χαίροις ἄν;
苏:那么这样活着,你就会在这一生中始终享受最大的快乐吗?
ΠΡΩ. τί δʼ οὔ;
普:怎么会不呢?
ΣΩ. νοῦν δέ γε καὶ μνήμην καὶ ἐπιστήμην καὶ δόξαν μὴ κεκτημένος ἀληθῆ, πρῶτον μὲν τοῦτο αὐτό, εἰ χαίρεις ἢ μὴ χαίρεις, ἀνάγκη δήπου σε ἀγνοεῖν, κενόν γε ὄντα πάσης φρονήσεως;
苏:但是,如果你没有理智、记忆、知识和真实的信念,首先,对于你是否快乐这件事,你难道不是必定一无所知吗,因为你没有任何智慧?
ΠΡΩ. ἀνάγκη.
普:必定如此。
ΣΩ. καὶ μὴν ὡσαύτως μνήμην μὴ κεκτημένον ἀνάγκη δήπου μηδʼ ὅτι ποτὲ ἔχαιρες μεμνῆσθαι, τῆς τʼ ἐν τῷ παραχρῆμα ἡδονῆς προσπιπτούσης μηδʼ ἡντινοῦν μνήμην ὑπομένειν· δόξαν δʼ αὖ μὴ κεκτημένον ἀληθῆ μὴ δοξάζειν χαίρειν χαίροντα, λογισμοῦ δὲ στερόμενον μηδʼ εἰς τὸν ἔπειτα χρόνον ὡς χαιρήσεις δυνατὸν εἶναι λογίζεσθαι, ζῆν δὲ οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετʼ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων.
苏:同样地,如果不拥有记忆,你必定连自己曾经快乐过都无法记住,而且对于当下发生的快乐,也不会留下任何记忆;如果不拥有真实的信念,你在快乐时就不会认为自己快乐;如果被剥夺了计算能力,你就甚至无法对未来计算自己将会快乐,你所过的就不是人类的生活,而是某种海肺或那些生活在贝壳中的海洋生物的生活。
ἔστι ταῦτα, ἢ παρὰ ταῦτα ἔχομεν ἄλλα διανοηθῆναι;
是这样,还是在这之外我们还能想到别的情况?
ΠΡΩ. καὶ πῶς;
普:怎么可能呢?
ΣΩ. ἆρʼ οὖν αἱρετὸς ἡμῖν βίος ὁ τοιοῦτος;
苏:那么,这样的生活对我们来说是值得选择的吗?
ΠΡΩ. εἰς ἀφασίαν παντάπασί με, ὦ Σώκρατες, οὗτος ὁ λόγος ἐμβέβληκε τὰ νῦν.
普:苏格拉底,这个论证现在彻底让我哑口无言了。
ΣΩ. μήπω τοίνυν μαλθακιζώμεθα, τὸν δὲ τοῦ νοῦ μεταλαβόντες αὖ βίον ἴδωμεν.
苏:那么,我们还不要软弱,让我们反过来接受理智的生活来看看。
ΠΡΩ. τὸν ποῖον δὴ λέγεις;
普:你说的是哪一种生活?
ΣΩ. εἴ τις δέξαιτʼ ἂν αὖ ζῆν ἡμῶν φρόνησιν μὲν καὶ νοῦν καὶ ἐπιστήμην καὶ μνήμην πᾶσαν πάντων κεκτημένος, ἡδονῆς δὲ μετέχων μήτε μέγα μήτε σμικρόν, μηδʼ αὖ λύπης, ἀλλὰ τὸ παράπαν ἀπαθὴς πάντων τῶν τοιούτων.
苏:如果我们中有人反过来愿意活着,拥有智慧、理智、知识以及对一切事物的全部记忆,但在快乐中既无大也无小,在痛苦中也同样没有,而是对所有这些事情完全无动于衷。
ΠΡΩ. οὐδέτερος ὁ βίος, ὦ Σώκρατες, ἔμοιγε τούτων αἱρετός, οὐδʼ ἄλλῳ μή ποτε, ὡς ἐγᾦμαι, φανῇ.
普:苏格拉底,这两种生活对我来说都不是值得选择的,而且我认为对其他人来说也永远不会显得是值得选择的。