Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §24-25

无限与限度的定义及更多与更少

第 9 段,共 34 段 · 希腊语

内容简介

苏格拉底将容许程度变化(“更多与更少”)且不设限的领域规定为“无限”,而将引入相等和数比等固定客观比例的领域区分为“限度”。

§24ΣΩ. λέγω τοίνυν τὰ δύο ἃ προτίθεμαι ταὔτʼ εἶναι ἅπερ νυνδή, τὸ μὲν ἄπειρον, τὸ δὲ πέρας ἔχον·
苏:那么,我所提出的那两个,就是刚才所说的同样两个:一个是无限,另一个是具有限度的。
ὅτι δὲ τρόπον τινὰ τὸ ἄπειρον πόλλʼ ἐστί, πειράσομαι φράζειν.
至于无限如何在某种意义上是多,我将试着说明。
τὸ δὲ πέρας ἔχον ἡμᾶς περιμενέτω.
而那个具有限度的,就让它等候我们吧。
ΠΡΩ. μένει.
普:它等候着。
ΣΩ. σκέψαι δή.
苏:那么请考虑。
χαλεπὸν μὲν γὰρ καὶ ἀμφισβητήσιμον ὃ κελεύω σε σκοπεῖν, ὅμως δὲ σκόπει.
因为我让你考察的事情是困难且有争议的,但还是要考察。
θερμοτέρου καὶ ψυχροτέρου πέρι πρῶτον ὅρα πέρας εἴ ποτέ τι νοήσαις ἄν, ἢ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς οἰκοῦντε τοῖς γένεσιν, ἕωσπερ ἂν ἐνοικῆτον, τέλος οὐκ ἂν ἐπιτρεψαίτην γίγνεσθαι· γενομένης γὰρ τελευτῆς καὶ αὐτὼ τετελευτήκατον.
首先看关于较热和较冷,你是否能设想它们的某种限度,还是说,居住在这两个类别本身的“更多与更少”,只要它们还居住其中,就不会允许终点产生;因为一旦终点产生,它们自身也就终止了。
ΠΡΩ. ἀληθέστατα λέγεις.
普:你说的极其真实。
ΣΩ. ἀεὶ δέ γε, φαμέν, ἔν τε τῷ θερμοτέρῳ καὶ ψυχροτέρῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἔνι.
苏:但是我们确实说过,“更多与更少”始终存在于较热和较冷之中。
ΠΡΩ. καὶ μάλα.
普:确实如此。
ΣΩ. ἀεὶ τοίνυν ὁ λόγος ἡμῖν σημαίνει τούτω μὴ τέλος ἔχειν· ἀτελῆ δʼ ὄντε δήπου παντάπασιν ἀπείρω γίγνεσθον.
苏:那么,我们的论证始终表明这两个不具有终点;既然没有终点,它们想必就完全成了无限。
ΠΡΩ. καὶ σφόδρα γε, ὦ Σώκρατες.
普:真的确实如此,苏格拉底。
ΣΩ. ἀλλʼ εὖ γε, ὦ φίλε Πρώταρχε, ὑπέλαβες καὶ ἀνέμνησας ὅτι καὶ τὸ σφόδρα τοῦτο, ὃ σὺ νῦν ἐφθέγξω, καὶ τό γε ἠρέμα τὴν αὐτὴν δύναμιν ἔχετον τῷ μᾶλλόν τε καὶ ἧττον·
苏:但是很好,亲爱的普罗塔科,你接着说了下去,并且提醒了我,你刚才吐露的这个“极其”,以及“稍微”,与“更多与更少”具有同样的效力。
ὅπου γὰρ ἂν ἐνῆτον, οὐκ ἐᾶτον εἶναι ποσὸν ἕκαστον, ἀλλʼ ἀεὶ σφοδρότερον ἡσυχαιτέρου καὶ τοὐναντίον ἑκάσταις πράξεσιν ἐμποιοῦντε τὸ πλέον καὶ τὸ ἔλαττον ἀπεργάζεσθον, τὸ δὲ ποσὸν ἀφανίζετον.
因为无论它们存在于何处,它们都不允许每个事物成为一个确定的量,而是始终通过使每一个行为产生比平静更强烈的状态或相反的状态,从而造成更多和更少,并使确定的量消失。
ὃ γὰρ ἐλέχθη νυνδή, μὴ ἀφανίσαντε τὸ ποσόν, ἀλλʼ ἐάσαντε αὐτό τε καὶ τὸ μέτριον ἐν τῇ τοῦ μᾶλλον καὶ ἧττον καὶ σφόδρα καὶ ἠρέμα ἕδρᾳ ἐγγενέσθαι, αὐτὰ ἔρρει ταῦτα ἐκ τῆς αὑτῶν χώρας ἐν ᾗ ἐνῆν.
因为,正如刚才所说的,如果它们不使确定的量消失,而是允许它自身以及适度在 “更多与更少”以及“极其”和“稍微”的领地中产生,那么这些事物本身就会从它们原来所处的地位中消逝。
οὐ γὰρ ἔτι θερμότερον οὐδὲ ψυχρότερον εἴτην ἂν λαβόντε τὸ ποσόν· προχωρεῖ γὰρ καὶ οὐ μένει τό τε θερμότερον ἀεὶ καὶ τὸ ψυχρότερον ὡσαύτως, τὸ δὲ ποσὸν ἔστη καὶ προϊὸν ἐπαύσατο.
因为一旦接受了确定的量,它们就不再会是较热或较冷了;因为较热者总是前进而不停留,较冷者也是同样,而确定的量则停滞并停止了前进。
κατὰ δὴ τοῦτον τὸν λόγον ἄπειρον γίγνοιτʼ ἂν τὸ θερμότερον καὶ τοὐναντίον ἅμα.
那么,根据这个道理,较热者及其相反者就会成为无限。
ΠΡΩ. φαίνεται γοῦν, ὦ Σώκρατες·
普:苏格拉底,看来确实如此。
ἔστι δʼ, ὅπερ εἶπες, οὐ ῥᾴδια ταῦτα συνέπεσθαι.
但是,正如你所说,跟上这些并不容易。
τὸ δὲ εἰς αὖθίς τε καὶ αὖθις ἴσως λεχθέντα τόν τε ἐρωτῶντα καὶ τὸν ἐρωτώμενον ἱκανῶς ἂν συμφωνοῦντας ἀποφήναιεν.
不过,如果它们被一次又一次地提起,也许能让提问者和被问者表现出充分的合意。
ΣΩ. ἀλλʼ εὖ μὲν λέγεις καὶ πειρατέον οὕτω ποιεῖν.
苏:你说得很好,我们必须试着这样做。
νῦν μέντοι ἄθρει τῆς τοῦ ἀπείρου φύσεως εἰ τοῦτο δεξόμεθα σημεῖον, ἵνα μὴ πάντʼ ἐπεξιόντες μηκύνωμεν.
不过现在,请观察我们是否要将这个作为无限本性的标志,以免我们通过一一列举而使讨论拖得太长。
ΠΡΩ. τὸ ποῖον δὴ λέγεις;
普:你说的是哪种标志?
§25ΣΩ. ὁπόσʼ ἂν ἡμῖν φαίνηται μᾶλλόν τε καὶ ἧττον γιγνόμενα καὶ τὸ σφόδρα καὶ ἠρέμα δεχόμενα καὶ τὸ λίαν καὶ ὅσα τοιαῦτα πάντα, εἰς τὸ τοῦ ἀπείρου γένος ὡς εἰς ἓν δεῖ πάντα ταῦτα τιθέναι, κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἔφαμεν ὅσα διέσπασται καὶ διέσχισται συναγαγόντας χρῆναι κατὰ δύναμιν μίαν ἐπισημαίνεσθαί τινα φύσιν, εἰ μέμνησαι.
苏:凡是向我们显现为变得“更多与更少”,且能接受“极其”与“稍微”以及“过度”,和所有此类事物,我们必须把这一切都归入无限的这一类别,视其为一个统一体。 这是根据之前的论证,当时我们说过,必须把所有被拉扯和割裂的事物收集起来,并在可能范围内,标示为某种单一的本性,如果你还记得的话。
ΠΡΩ. μέμνημαι.
普:我记得。
ΣΩ. οὐκοῦν τὰ μὴ δεχόμενα ταῦτα, τούτων δὲ τὰ ἐναντία πάντα δεχόμενα, πρῶτον μὲν τὸ ἴσον καὶ ἰσότητα, μετὰ δὲ τὸ ἴσον τὸ διπλάσιον καὶ πᾶν ὅτιπερ ἂν πρὸς ἀριθμὸν ἀριθμὸς ἢ μέτρον ᾖ πρὸς μέτρον, ταῦτα σύμπαντα εἰς τὸ πέρας ἀπολογιζόμενοι καλῶς ἂν δοκοῖμεν δρᾶν τοῦτο.
苏:那么,对于那些不接受这些,而是接受其所有相反面事物的人——首先是相等和相等性,在相等之后是两倍,以及任何数字对数字或尺度对尺度——如果我们把所有这些都归入限度,我们似乎就做得很好。
ἢ πῶς σὺ φῄς;
或者你怎么说?
ΠΡΩ. κάλλιστά γε, ὦ Σώκρατες.
普:极其完美,苏格拉底。
ΣΩ. εἶεν·
苏:很好。
τὸ δὲ τρίτον τὸ μεικτὸν ἐκ τούτοιν ἀμφοῖν τίνα ἰδέαν φήσομεν ἔχειν;
但是对于那第三个,由这两者混合而成的,我们要说它具有什么样的性质呢?
ΠΡΩ. σὺ καὶ ἐμοὶ φράσεις, ὡς οἶμαι.
普:我想,你会对我说明的。
ΣΩ. θεὸς μὲν οὖν, ἄνπερ γε ἐμαῖς εὐχαῖς ἐπήκοος γίγνηταί τις θεῶν.
苏:神会说明的,只要诸神中确实有谁听到了我的祈祷。
ΠΡΩ. εὔχου δὴ καὶ σκόπει.
普:那么请祈祷并考察。
ΣΩ. σκοπῶ· καί μοι δοκεῖ τις, ὦ Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι.
苏:我正在考察;普罗塔科,在我看来,他们中的某一位刚才已经成了我们的朋友。
ΠΡΩ. πῶς λέγεις τοῦτο καὶ τίνι τεκμηρίῳ χρῇ;
普:你这话怎么说,你用的是什么证据?
ΣΩ. φράσω δῆλον ὅτι· σὺ δέ μοι συνακολούθησον τῷ λόγῳ.
苏:我当然会说清楚;你且在论证中紧跟我的思路。
ΠΡΩ. λέγε μόνον.
普:请讲便是。
ΣΩ. θερμότερον ἐφθεγγόμεθα νυνδή πού τι καὶ ψυχρότερον.
苏:我想,我们刚才说了关于较热和较冷的事情。
ἦ γάρ;
不是吗?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. πρόσθες δὴ ξηρότερον καὶ ὑγρότερον αὐτοῖς καὶ πλέον καὶ ἔλαττον καὶ θᾶττον καὶ βραδύτερον καὶ μεῖζον καὶ σμικρότερον καὶ ὁπόσα ἐν τῷ πρόσθεν τῆς τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένης ἐτίθεμεν εἰς ἓν φύσεως.
苏:那么,请向它们加上较干燥和较湿润、较多和较少、较快和较慢、较大和较小,以及我们先前归入那接受“更多与更少”的单一本性中的所有事物。
ΠΡΩ. τῆς τοῦ ἀπείρου λέγεις;
普:你指的是无限的本性吗?
ΣΩ. ναί.
苏:是的。
συμμείγνυ δέ γε εἰς αὐτὴν τὸ μετὰ ταῦτα τὴν αὖ τοῦ πέρατος γένναν.
接着,把属于限度的类别也混合到其中。
ΠΡΩ. ποίαν;
普:哪一种?
ΣΩ. ἣν καὶ νυνδή, δέον ἡμᾶς καθάπερ τὴν τοῦ ἀπείρου συνηγάγομεν εἰς ἕν, οὕτω καὶ τὴν τοῦ περατοειδοῦς συναγαγεῖν, οὐ συνηγάγομεν. ἀλλʼ ἴσως καὶ νῦν ταὐτὸν δράσει, εἰ τούτων ἀμφοτέρων συναγομένων καταφανὴς κἀκείνη γενήσεται.
苏:就是刚才那一种——当时我们本该像收集无限类别那样,把具有限度特征的类别也收集为一个,但我们没有收集——不过,也许现在如果我们把这两者都收集起来,那一个也会变得清晰显现,从而达到同样的效果。
ΠΡΩ. ποίαν καὶ πῶς λέγεις;
普:你是说什么种类,又是怎么说的?
ΣΩ. τὴν τοῦ ἴσου καὶ διπλασίου, καὶ ὁπόση παύει πρὸς ἄλληλα τἀναντία διαφόρως ἔχοντα, σύμμετρα δὲ καὶ σύμφωνα ἐνθεῖσα ἀριθμὸν ἀπεργάζεται.
苏:即相等和两倍的类别,以及所有消除相互对立者之间的分歧、并通过引入适度和和谐来产生数字的东西。
ΠΡΩ. μανθάνω· φαίνῃ γάρ μοι λέγειν μειγνὺς ταῦτα γενέσεις τινὰς ἐφʼ ἑκάστων αὐτῶν συμβαίνειν.
普:我明白了;因为在我看来,你是在混合这些事物时,说明在它们各自的情况下都有某种生成产生。
ΣΩ. ὀρθῶς γὰρ φαίνομαι.
苏:是的,因为我似乎确实是这么说的。
ΠΡΩ. λέγε τοίνυν.
普:那么请说下去。

词汇与语法注释

  1. 24aοἰκοῦντε ... ἐπιτρεψαίτην — 这些是双数(dual)分词和动词。其语法主语是“更多与更少”这两个对立概念(tò mâllón te kaì hêtton),因此一致采用双数形式,指代居住在同一性质中的两种相反方向的趋势。
  2. 24cμὴ ἀφανίσαντε τὸ ποσόν, ἀλλʼ ἐάσαντε — 此处同样使用了双数分词,语义上的主语是前文的“极其”和“稍微”两词。它们作为带假设意味的条件分词起作用(“如果它们不使确定的量消失,而是允许……”),并与主句动词 ἔρρει(“将会消逝”)相连,带有反事实假设的语气。
  3. 25dδέον ἡμᾶς ... οὐ συνηγάγομεν — δέον 是无人称动词 δεῖ 的分词中性宾格,用于宾格绝对结构(accusative absolute),表示“虽然我们应当……”。与后文的直陈式过去否定式 οὐ συνηγάγομεν(“我们没有收集”)结合,突出了过去未履行的义务。

引用这一段

柏拉图, 菲力帕斯篇 §24-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:24-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。