← プラトン

ピレボス

§22-23

混合の生の優越と存在の四区分の導入

ソクラテスとプロタルコスは、快楽と知性の混ざり合った「共同の生」こそが最善の生であることを合意し、さらにその生を良くしている原因(二等賞)を決定するために、存在者を「無限」「有限」「混ざり合ったもの」「原因」の四つに区分する議論を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22

ΣΩ. τί δʼ ὁ συναμφότερος, ὦ Πρώταρχε, ἐξ ἀμφοῖν συμμειχθεὶς κοινὸς γενόμενος; ΠΡΩ. ἡδονῆς λέγεις καὶ νοῦ καὶ φρονήσεως; ΣΩ. οὕτω καὶ τῶν τοιούτων ἔγωγε. ΠΡΩ. πᾶς δήπου τοῦτόν γε αἱρήσεται πρότερον ἢ ʼκείνων ὁποτερονοῦν, καὶ πρὸς τούτοις οὐχ ὁ μέν, ὁ δʼ οὔ. ΣΩ. μανθάνομεν οὖν ὅτι νῦν ἡμῖν ἐστι τὸ συμβαῖνον ἐν τοῖς παροῦσι λόγοις; ΠΡΩ. πάνυ μὲν οὖν, ὅτι γε τρεῖς μὲν βίοι προυτέθησαν, τοῖν δυοῖν δʼ οὐδέτερος ἱκανὸς οὐδὲ αἱρετὸς οὔτε ἀνθρώπων οὔτε ζῴων οὐδενί. ΣΩ. μῶν οὖν οὐκ ἤδη τούτων γε πέρι δῆλον ὡς οὐδέτερος αὐτοῖν εἶχε τἀγαθόν; ἦν γὰρ ἂν ἱκανὸς καὶ τέλεος καὶ πᾶσι φυτοῖς καὶ ζῴοις αἱρετός, οἷσπερ δυνατὸν ἦν οὕτως ἀεὶ διὰ βίου ζῆν· εἰ δέ τις ἄλλα ᾑρεῖθʼ ἡμῶν, παρὰ φύσιν ἂν τὴν τοῦ ἀληθῶς αἱρετοῦ ἐλάμβανεν1 ἄκων ἐξ ἀγνοίας ἤ τινος ἀνάγκης οὐκ εὐδαίμονος. ΠΡΩ. ἔοικε γοῦν ταῦθʼ οὕτως ἔχειν. ΣΩ. ὡς μὲν τοίνυν τήν γε Φιλήβου θεὸν οὐ δεῖ διανοεῖσθαι ταὐτὸν καὶ τἀγαθόν, ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ. ΦΙ. οὐδὲ γὰρ ὁ σὸς νοῦς, ὦ Σώκρατες, ἔστι τἀγαθόν, ἀλλʼ ἕξει που ταὐτὰ ἐγκλήματα. ΣΩ. τάχʼ ἄν, ὦ Φίληβε, ὅ γʼ ἐμός· οὐ μέντοι τόν γε ἀληθινὸν ἅμα καὶ θεῖον οἶμαι νοῦν, ἀλλʼ ἄλλως πως ἔχειν. τῶν μὲν οὖν νικητηρίων πρὸς τὸν κοινὸν βίον οὐκ ἀμφισβητῶ πω ὑπὲρ νοῦ, τῶν δὲ δὴ δευτερείων ὁρᾶν καὶ σκοπεῖν χρὴ πέρι τί δράσομεν· τάχα γὰρ ἂν τοῦ κοινοῦ τούτου βίου αἰτιῴμεθʼ ἂν ἑκάτερος ὁ μὲν τὸν νοῦν αἴτιον, ὁ δʼ ἡδονὴν εἶναι, καὶ οὕτω τὸ μὲν ἀγαθὸν τούτων ἀμφοτέρων οὐδέτερον ἂν εἴη, τάχα δʼ ἂν αἴτιόν τις ὑπολάβοι πότερον αὐτῶν εἶναι. τούτου δὴ πέρι καὶ μᾶλλον ἔτι πρὸς Φίληβον διαμαχοίμην ἂν ὡς ἐν τῷ μεικτῷ τούτῳ βίῳ, ὅτι ποτʼ ἔστι τοῦτο ὃ λαβὼν ὁ βίος οὗτος γέγονεν αἱρετὸς ἅμα καὶ ἀγαθός, οὐχ ἡδονὴ ἀλλὰ νοῦς τούτῳ συγγενέστερον καὶ ὁμοιότερόν ἐστι, καὶ κατὰ τοῦτον τὸν λόγον οὔτʼ ἂν τῶν πρωτείων οὐδʼ αὖ τῶν δευτερείων ἡδονῇ μετὸν2 ἀληθῶς ἄν ποτε λέγοιτο· πορρωτέρω δʼ ἐστὶ τῶν τριτείων, εἴ τι τῷ ἐμῷ νῷ δεῖ πιστεύειν ἡμᾶς τὰ νῦν.

ソクラテス:それでは、プロタルコスよ、両者から混ざり合って一つになった共同の生はどうだろうか。 プロタルコス:快楽と、知性と、知恵の生のことですか。 ソクラテス:そうだ、そしてそのようなものの生のことだ、と私は言う。 プロタルコス:誰でも、それらのいずれよりも、この生を先に選ぶだろう。そして、それに加えて、ある人は選び、ある人は選ばないということはない。 ソクラテス:我々は、今の議論において我々に起こっていることが何であるかを理解しているだろうか。 プロタルコス:もちろんです。三つの生が提示され、そのうちの二つのどちらも十分ではなく、人間にとっても他の動物にとっても選択に値しない、ということです。 ソクラテス:それでは、これらのことについて、彼らのどちらも善を持っていなかったということは、すでに明らかではないか。というのも、もし持っていれば、自足的で完全であり、そのようにして生涯を通じて生きることが可能なすべての植物や動物にとっても選択に値したはずだからだ。しかし、もし我々のうちの誰かが他のものを選んだとすれば、真に選択に値するものの本性に反して、無知からか、あるいは何らかの不幸せな強制から、意に反してそれを受け取っていたことになる。 プロタルコス:確かにそのように思われます。 ソクラテス:それゆえ、フィレボスの女神を善と同一視してはならないということは、十分に語られたと思う。 フィレボス:ソクラテス、君の知性だって善ではない。やはり同じ非難を受けることになるだろう。 ソクラテス:フィレボスよ、私の知性なら、おそらくそうだろう。しかし、真にして神的な知性はそうではなく、何か異なった状態にあると思う。共同の生に対する勝利の賞について、私は知性のために未だ争うつもりはない。しかし、二等賞について、我々がどうすべきかを見て考察しなければならない。おそらく、この共同の生について、一方は知性をその原因とし、他方は快楽をその原因とするだろう。そのようにして、善はこれら二つのどちらでもないが、おそらく、それらのどちらかがその原因であると想定されるかもしれない。このことについてこそ、私はフィレボスとさらに激しく戦うつもりだ。この混ざり合った生において、それを選択に値するものにし、同時に善にしたものは一体何であるか、それを受け取ったがゆえにそのようになったそのものは、快楽ではなく知性の方こそが、これとより近親であり、より似ているのだ。そしてこの議論によれば、快楽は一等賞にも二等賞にも、真に分け前を持つとは決して言われないだろう。そして、もし私の知性に今いくらかでも信頼を置くべきなら、三等賞からも遠く離れている。

§23

ΠΡΩ. ἀλλὰ μήν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ νῦν μὲν ἡδονή σοι πεπτωκέναι καθαπερεὶ πληγεῖσα ὑπὸ τῶν νυνδὴ λόγων· τῶν γὰρ νικητηρίων πέρι μαχομένη κεῖται. τὸν δὲ νοῦν, ὡς ἔοικε, λεκτέον ὡς ἐμφρόνως οὐκ ἀντεποιεῖτο τῶν νικητηρίων· τὰ γὰρ αὔτʼ ἔπαθεν ἄν. τῶν δὲ δὴ δευτερείων στερηθεῖσα ἡδονὴ παντάπασιν ἄν τινα καὶ ἀτιμίαν σχοίη πρὸς τῶν αὑτῆς ἐραστῶν· οὐδὲ γὰρ ἐκείνοις ἔτʼ ἂν ὁμοίως φαίνοιτο καλή. ΣΩ. τί οὖν; οὐκ ἄμεινον αὐτὴν ἐᾶν ἤδη καὶ μὴ τὴν ἀκριβεστάτην αὐτῇ προσφέροντα βάσανον καὶ ἐξελέγχοντα λυπεῖν; ΠΡΩ. οὐδὲν λέγεις, ὦ Σώκρατες. ΣΩ. ἆρʼ ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν; ΠΡΩ. οὐ μόνον γε ἀλλʼ ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς3 τούτων τῷ λόγῳ. ΣΩ. βαβαῖ ἄρα, ὦ Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐδὲ ῥᾳδίου πάνυ τι νῦν. καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων· ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά. οὐκοῦν χρή; ΠΡΩ. πῶς γὰρ οὔ; ΣΩ. τὴν δέ γε ἀρχὴν αὐτοῦ διευλαβεῖσθαι πειρώμεθα τιθέμενοι. ΠΡΩ. ποίαν δὴ λέγεις; ΣΩ. πάντα τὰ νῦν ὄντα ἐν τῷ παντὶ διχῇ διαλάβωμεν, μᾶλλον δʼ, εἰ βούλει, τριχῇ. ΠΡΩ. καθʼ ὅτι, φράζοις ἄν; ΣΩ. λάβωμεν ἄττα τῶν νυνδὴ λόγων. ΠΡΩ. ποῖα; ΣΩ. τὸν θεὸν ἐλέγομέν που τὸ μὲν ἄπειρον δεῖξαι τῶν ὄντων, τὸ δὲ πέρας; ΠΡΩ. πάνυ μὲν οὖν. ΣΩ. τούτω δὴ τῶν εἰδῶν τὰ δύο τιθώμεθα, τὸ δὲ τρίτον ἐξ ἀμφοῖν τούτοιν ἕν τι συμμισγόμενον. εἰμὶ δʼ, ὡς ἔοικεν, ἐγὼ γελοῖός τις ἄνθρωπος κατʼ εἴδη διιστὰς καὶ συναριθμούμενος. ΠΡΩ. τί φῄς, ὠγαθέ; ΣΩ. τετάρτου μοι γένους αὖ προσδεῖν φαίνεται. ΠΡΩ. λέγε τίνος. ΣΩ. τῆς συμμείξεως τούτων πρὸς ἄλληλα τὴν αἰτίαν ὅρα, καὶ τίθει μοι πρὸς τρισὶν ἐκείνοις τέταρτον τοῦτο. ΠΡΩ. μῶν οὖν σοι καὶ πέμπτου προσδεήσει διάκρισίν τινος δυναμένου; ΣΩ. τάχʼ ἄν· οὐ μὴν οἶμαί γε ἐν τῷ νῦν· ἂν δέ τι δέῃ, συγγνώσῃ πού μοι σὺ μεταδιώκοντι πέμπτον. ΠΡΩ. τί μήν; ΣΩ. πρῶτον μὲν δὴ τῶν τεττάρων τὰ τρία διελόμενοι, τὰ δύο τούτων πειρώμεθα, πολλὰ ἑκάτερον ἐσχισμένον καὶ διεσπασμένον ἰδόντες, εἰς ἓν πάλιν ἑκάτερον συναγαγόντες, νοῆσαι πῇ ποτε ἦν αὐτῶν ἓν καὶ πολλὰ ἑκάτερον. ΠΡΩ. εἴ μοι σαφέστερον ἔτι περὶ αὐτῶν εἴποις, τάχʼ ἂν ἑποίμην.

プロタルコス:しかし、ソクラテス、私には、快楽は今やたった今の議論によって打ちのめされて倒れたように思えます。一等賞をめぐって戦って、横たわっているのです。他方、知性は、見たところ、賢明にも一等賞を要求しなかったと言わねばなりません。同じ目に遭ったでしょうから。しかし、二等賞さえ奪われれば、快楽は自らの愛好者たちに対して完全に何らかの不名誉を被ることになるでしょう。彼らにとっても、もはや同様に美しくは見えないでしょうから。 ソクラテス:ではどうするか。もう快楽をそのままにしておき、極めて厳格な吟味を突きつけて論駁し、苦しめるのをやめる方が良くはないか。 プロタルコス:ソクラテス、何をおっしゃるのです。 ソクラテス:私が不可能なこと、つまり快楽を苦しめる、と言ったからかね。 プロタルコス:それだけでなく、あなたがこの議論を最後までやり遂げるまでは、我々の誰もあなたを解放しないということを、あなたが分かっていないからです。 ソクラテス:おやまあ、プロタルコスよ、残りの議論は長く、今や決して容易でもない。知性のための二等賞に向かって進むにあたり、前の議論とは別の、言わば矢のような道具が必要とされるように思われるからだ。もっとも、いくつかは同じものであるかもしれないが。やはり、そうすべきだろうか。 プロタルコス:どうしてそうではないでしょう。 ソクラテス:それでは、その出発点を設定しながら、注意深く警戒することにしよう。 プロタルコス:それはどのようなものですか。 ソクラテス:現在、宇宙に存在するすべてのものを二つに分けよう。いやむしろ、もしよければ三つに。 プロタルコス:どのようにですか、おっしゃってください。 ソクラテス:たった今の議論のいくつかを取り上げよう。 プロタルコス:どのようなものですか。 ソクラテス:神は、存在するもののうち、一方は無限を示し、他方は限を示したと、我々はどこかで言っていたのではないか。 プロタルコス:全くその通りです。 ソクラテス:これら二つの種類を設定しよう。そして第三のものは、これら両方から混ざり合って生じる一つのものだ。しかし、見たところ、私は種類を切り離したり、数え上げたりする、おかしな人間のようだ。 プロタルコス:友よ、何を言うのですか。 ソクラテス:私には、第四の類がさらに必要であると思われるのだ。 プロタルコス:何ですか、言ってください。 ソクラテス:これらの互いの混ざり合いの原因を見て、これを先の三つに加えて第四のものとして設定してくれ。 プロタルコス:それでは、何かを分かつ能力を持つ、第五のものも必要になりますか。 ソクラテス:おそらくね。しかし、今はいらないと思う。もし必要なら、第五のものを追い求める私を許してくれるだろう。 プロタルコス:もちろんです。 ソクラテス:それではまず、四つのうちの三つを区分して、これらのうちの二つを試みよう。それぞれが多くに裂かれ、引き裂かれているのを見て、再びそれぞれを一つにまとめて、どのようにそれらがそれぞれ、一つであり、また多くであるのかを理解しよう。 プロタルコス:それらについてもっと明確に言ってくだされば、ついていけるかもしれません。

構文注3 件
  1. 22bἂν ... ἐλάμβανεν

    過去の事実に反する仮定の帰結を表す反実仮想の帰結節(直説法未完了過去+ἄν)である。もし「善」にかなうもの(混合された生)以外の選択肢を選ぶ者がいたとすれば、それは無知や強制による不本意な選択であったはずだ、という論理を提示している。

  2. 22eμετὸν

    非人称動詞 μέτεστι(〜に分け前がある)の対格絶対(accusative absolute)。対格不定詞構文における従属節内の述語として機能しており、「快楽が一等賞や二等賞に分け前を持つと言われることは決してない」という内容を導く。

  3. 23bπρὶν ἂν ... ἐπεξέλθῃς

    主節に否定語(οὐδείς)を伴う場合に用いられる πρίν + ἄν + 接続法過去(アオリスト)の構文で、「〜するまでは決して…ない」という意味を表す。プロタルコスが、ソクラテスが議論を最後まで完遂するまで絶対に解放しないという強い意志を示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:22-23