Humanitext Reader

柏拉图 · 政治家篇 §300-301

作为次善之策的守法与现实政体的分类

第 28 段,共 34 段 · 希腊语

内容简介

异邦人指出了无知统治者违反法律的严重危害,确立了严格遵守法律作为“退而求其次”的次善之策,并以此为标准对现实中的贵族制、寡头制、君主制、僭主制及民主制等政体进行了分类。

§300ΞΕ. τί δὲ τόδε;
异邦人:但关于这一点又如何呢?
εἰ κατὰ συγγράμματα μὲν ἀναγκάζοιμεν ἕκαστον γίγνεσθαι τῶν εἰρημένων καὶ τοῖς συγγράμμασιν ἡμῶν ἐπιστατεῖν τὸν χειροτονηθέντα ἢ λαχόντα ἐκ τύχης, οὗτος δὲ μηδὲν φροντίζων τῶν γραμμάτων ἢ κέρδους ἕνεκέν τινος ἢ χάριτος ἰδίας παρὰ ταῦτʼ ἐπιχειροῖ δρᾶν ἕτερα, μηδὲν γιγνώσκων, ἆρα οὐ τοῦ κακοῦ τοῦ πρόσθεν μεῖζον ἂν ἔτι τοῦτο γίγνοιτο κακόν;
如果我们强迫上述每一项活动都按照成文规则进行,并由通过选出或通过抽签决定的人来监督我们的成文规则,而这个人却完全不关心这些规定,或是为了某种利益,或是为了个人私情,在毫无所知的情况下,企图违背这些规定而另搞一套,这难道不会成为比先前的恶更大的恶吗?
ΝΕ. ΣΩ. ἀληθέστατά.
年轻苏格拉底:确实如此。
ΞΕ. παρὰ γὰρ οἶμαι τοὺς νόμους τοὺς ἐκ πείρας πολλῆς κειμένους καί τινων συμβούλων ἕκαστα χαριέντως συμβουλευσάντων καὶ πεισάντων θέσθαι τὸ πλῆθος, ὁ παρὰ ταῦτα τολμῶν δρᾶν, ἁμαρτήματος ἁμάρτημα πολλαπλάσιον ἀπεργαζόμενος, ἀνατρέποι πᾶσαν ἂν πρᾶξιν ἔτι μειζόνως τῶν συγγραμμάτων.
异邦人:因为在我看来,那敢于违背这些基于丰富经验而制定、并经由某些顾问提出极佳建议并说服大众而设立的法律的人,其所犯的错误将是原先错误的许多倍,并且比起单纯不守成文规则,还会更加严重地颠覆所有的行为。
ΝΕ. ΣΩ. πῶς δʼ οὐ μέλλει;
年轻苏格拉底:怎么会不如此呢?
ΞΕ. διὰ ταῦτα δὴ τοῖς περὶ ὁτουοῦν νόμους καὶ συγγράμματα τιθεμένοις δεύτερος πλοῦς τὸ παρὰ ταῦτα μήτε ἕνα μήτε πλῆθος μηδὲν μηδέποτε ἐᾶν δρᾶν μηδʼ ὁτιοῦν.
异邦人:因此,对于那些就任何事物制定法律和成文规则的人来说,“退而求其次”的办法就是绝不允许任何人(无论是个人还是大众)在任何时候做任何违背这些规则的事。
ΝΕ. ΣΩ. ὀρθῶς.
年轻苏格拉底:正确。
ΞΕ. οὐκοῦν μιμήματα μὲν ἂν ἑκάστων ταῦτα εἴη τῆς ἀληθείας, τὰ παρὰ τῶν εἰδότων εἰς δύναμιν εἶναι γεγραμμένα;
异邦人:那么,如果这些规则是由知晓者尽最大可能写下的,它们在每种情况下不就成了真理的模仿吗?
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
年轻苏格拉底:怎么会不是呢?
ΞΕ. καὶ μὴν τόν γε εἰδότα ἔφαμεν, τὸν ὄντως πολιτικόν, εἰ μεμνήμεθα, ποιήσειν τῇ τέχνῃ πολλὰ εἰς τὴν αὑτοῦ πρᾶξιν τῶν γραμμάτων οὐδὲν φροντίζοντα, ὁπόταν ἄλλʼ αὐτῷ βελτίω δόξῃ παρὰ τὰ γεγραμμένα ὑφʼ αὑτοῦ καὶ ἐπεσταλμένα ἀποῦσίν τισιν.
异邦人:然而,如果我们还记得的话,我们曾说过,那真正拥有政治艺术的知晓者,如果他发现有其他违背他自己写下并向不在场的人交代的成文规定、但却更好的办法,他就会凭借自己的技术在自己的实践中做许多事,而完全不理会那些成文规定。
ΝΕ. ΣΩ. ἔφαμεν γάρ.
年轻苏格拉底:是的,我们确实说过。
ΞΕ. οὐκοῦν ἀνὴρ ὁστισοῦν εἷς ἢ πλῆθος ὁτιοῦν, οἷς ἂν νόμοι κείμενοι τυγχάνωσι, παρὰ ταῦτα ὅτι ἂν ἐπιχειρήσωσι ποιεῖν ὡς βέλτιον ἕτερον ὄν, ταὐτὸν δρῶσι κατὰ δύναμιν ὅπερ ὁ ἀληθινὸς ἐκεῖνος;
异邦人:那么,对于任何已经制定了法律的个人或大众,当他们企图违背法律,以有其他更好的做法为由去行事时,他们不也是在尽其所能,做着和那个真正的政治家同样的事吗?
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
年轻苏格拉底:确实如此。
ΞΕ. ἆρʼ οὖν εἰ μὲν ἀνεπιστήμονες ὄντες τὸ τοιοῦτον δρῷεν, μιμεῖσθαι μὲν ἂν ἐπιχειροῖεν τὸ ἀληθές, μιμοῖντʼ ἂν μέντοι παγκάκως· εἰ δʼ ἔντεχνοι, τοῦτο οὐκ ἔστιν ἔτι μίμημα ἀλλʼ αὐτὸ τὸ ἀληθέστατον ἐκεῖνο;
异邦人:那么,如果他们在没有知识的情况下这样做,他们确实是在试图模仿真理,但却模仿得极其糟糕;而如果他们拥有技术,这不就不再是模仿,而是那最真实的真理本身了吗?
ΝΕ. ΣΩ. πάντως που.
年轻苏格拉底:确实如此。
ΞΕ. καὶ μὴν ἔμπροσθέ γε ὡμολογημένον ἡμῖν κεῖται μηδὲν πλῆθος μηδʼ ἡντινοῦν δυνατὸν εἶναι λαβεῖν τέχνην.
异邦人:而且我们之前已经同意并确立了,任何大众,无论是什么样的大众,都不可能掌握一门技术。
ΝΕ. ΣΩ. κεῖται γὰρ οὖν.
年轻苏格拉底:是的,确实如此。
ΞΕ. οὐκοῦν εἰ μὲν ἔστι βασιλική τις τέχνη, τὸ τῶν πλουσίων πλῆθος καὶ ὁ σύμπας δῆμος οὐκ ἄν ποτε λάβοι τὴν πολιτικὴν ταύτην ἐπιστήμην.
异邦人:因此,如果存在某种王者之术,那么富人阶层和全体平民是绝不可能获得这种政治科学的。
ΝΕ. ΣΩ. πῶς γὰρ ἄν;
年轻苏格拉底:怎么可能获得呢?
§301ΞΕ. δεῖ δὴ τὰς τοιαύτας γε ὡς ἔοικε πολιτείας, εἰ μέλλουσι καλῶς τὴν ἀληθινὴν ἐκείνην τὴν τοῦ ἑνὸς μετὰ τέχνης ἄρχοντος πολιτείαν εἰς δύναμιν μιμήσεσθαι, μηδέποτε κειμένων αὐτοῖς τῶν νόμων μηδὲν ποιεῖν παρὰ τὰ γεγραμμένα καὶ πάτρια ἔθη.
异邦人:那么,看来这样的政体,如果它们要尽可能完美地模仿那个由凭借技术进行统治的单一统治者所治理的真正政体,就绝不能在已经制定了法律的情况下,做任何违背成文规定和祖传习俗的事。
ΝΕ. ΣΩ. κάλλιστʼ εἴρηκας.
年轻苏格拉底:你说得极其好。
ΞΕ. ὅταν ἄρα οἱ πλούσιοι ταύτην μιμῶνται, τότε ἀριστοκρατίαν καλοῦμεν τὴν τοιαύτην πολιτείαν· ὁπόταν δὲ τῶν νόμων μὴ φροντίζωσιν, ὀλιγαρχίαν.
异邦人:因此,当富人模仿这种政体时,我们称这种政体为贵族制;而当他们不顾法律时,则称为寡头制。
ΝΕ. ΣΩ. κινδυνεύει.
年轻苏格拉底:大概是这样。
ΞΕ. καὶ μὴν ὁπόταν αὖθις εἷς ἄρχῃ κατὰ νόμους, μιμούμενος τὸν ἐπιστήμονα, βασιλέα καλοῦμεν, οὐ διορίζοντες ὀνόματι τὸν μετʼ ἐπιστήμης ἢ δόξης κατὰ νόμους μοναρχοῦντα.
异邦人:进一步说,当又是一个人按照法律进行统治、模仿那位知晓者时,我们称他为国王,我们并没有在名称上把那个凭借知识或凭借意见而按照法律进行君主统治的人区分开来。
ΝΕ. ΣΩ. κινδυνεύομεν.
年轻苏格拉底:看来我们确实没有。
ΞΕ. οὐκοῦν κἄν τις ἄρα ἐπιστήμων ὄντως ὢν εἷς ἄρχῃ, πάντως τό γε ὄνομα ταὐτὸν βασιλεὺς καὶ οὐδὲν ἕτερον προσρηθήσεται· διʼ ἃ δὴ τὰ πέντε ὀνόματα τῶν νῦν λεγομένων πολιτειῶν ἓν μόνον γέγονεν.
异邦人:因此,即使是某个真正拥有知识的人作为君主进行统治,他也必定会被用相同的名称“国王”来称呼,而没有别的名称;也正因为如此,现在所说的五种政体名称,实际上只源于一种。
ΝΕ. ΣΩ. ἔοικε γοῦν.
年轻苏格拉底:至少看起来是这样。
ΞΕ. τί δʼ ὅταν μήτε κατὰ νόμους μήτε κατὰ ἔθη πράττῃ τις εἷς ἄρχων, προσποιῆται δὲ ὥσπερ ὁ ἐπιστήμων ὡς ἄρα παρὰ τὰ γεγραμμένα τό γε βέλτιστον ποιητέον, ᾖ δέ τις ἐπιθυμία καὶ ἄγνοια τούτου τοῦ μιμήματος ἡγουμένη, μῶν οὐ τότε τὸν τοιοῦτον ἕκαστον τύραννον κλητέον;
异邦人:但是,如果一个统治者既不按照法律也不按照习俗行事,却像那个拥有知识的人一样假装说“违背成文规定才是为了做最妥当的事”,而引导这种模仿的实际上却是某种欲望和无知,难道我们不应该称每一个这样的人为僭主吗?
ΝΕ. ΣΩ. τί μήν;
年轻苏格拉底:当然应该。
ΞΕ. οὕτω δὴ τύραννός τε γέγονε, φαμέν, καὶ βασιλεὺς καὶ ὀλιγαρχία καὶ ἀριστοκρατία καὶ δημοκρατία, δυσχερανάντων τῶν ἀνθρώπων τὸν ἕνα ἐκεῖνον μόναρχον, καὶ ἀπιστησάντων μηδένα τῆς τοιαύτης ἀρχῆς ἄξιον ἂν γενέσθαι ποτέ, ὥστε ἐθέλειν καὶ δυνατὸν εἶναι μετʼ ἀρετῆς καὶ ἐπιστήμης ἄρχοντα τὰ δίκαια καὶ ὅσια διανέμειν ὀρθῶς πᾶσιν, λωβᾶσθαι δὲ καὶ ἀποκτεινύναι καὶ κακοῦν ὃν ἂν βουληθῇ ἑκάστοτε ἡμῶν·
异邦人:我们说,正是这样才产生了僭主、国王、寡头制、贵族制和民主制。 因为人们对那唯一的君主感到厌烦,并且不相信会有任何人配得上这样的统治,能够既有愿望又有能力凭借德行和知识进行统治,并能正确地将公正和神圣分配给所有人;相反,人们认为他会在任何时候根据自己的意愿伤害、杀害和虐待我们中的任何人。
ἐπεὶ γενόμενόν γʼ ἂν οἷον λέγομεν ἀγαπᾶσθαί τε ἂν καὶ οἰκεῖν διακυβερνῶντα εὐδαιμόνως ὀρθὴν ἀκριβῶς μόνον πολιτείαν.
然而,如果真的出现了我们所说的那样的人,他将会受到爱戴,并且他会幸福地治理国家,并精细地驾驭这唯一的、真正正确的政体。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
年轻苏格拉底:怎么会不如此呢?
ΞΕ. νῦν δέ γε ὁπότε οὐκ ἔστι γιγνόμενος, ὡς δή φαμεν, ἐν ταῖς πόλεσι βασιλεὺς οἷος ἐν σμήνεσιν ἐμφύεται, τό τε σῶμα εὐθὺς καὶ τὴν ψυχὴν διαφέρων εἷς, δεῖ δὴ συνελθόντας συγγράμματα γράφειν, ὡς ἔοικεν, μεταθέοντας τὰ τῆς ἀληθεστάτης πολιτείας ἴχνη.
异邦人:但现在,既然在城邦中并没有像在蜂群中那样自然产生的国王,即在身体和灵魂上从一开始就截然超群的单一者,看来我们就必须聚集起来写下成文的规定,以便追踪那最真实政体的足迹。
ΝΕ. ΣΩ. κινδυνεύει.
年轻苏格拉底:看来确实如此。

词汇与语法注释

  1. 300cδεύτερος πλοῦς — 这是一个惯用语,字面意思是“第二次航行”(退而求其次),源于在无风时改用船桨人工划船的作法。在此指在无法获得真正智者的统治时,严格遵守法律作为次善之策。
  2. 301aκειμένων αὐτοῖς τῶν νόμων — 这是一个属格独立结构(genitive absolute),表示条件或前提,意为“既然法律已经为他们制定”或“在为他们确立了法律的情况下”。
  3. 301bοὐ διορίζοντες ὀνόματι τὸν μετʼ ἐπιστήμης ἢ δόξης κατὰ νόμους μοναρχοῦντα — 分词 `διορίζοντες` 与主句主动词 `καλοῦμεν` 的隐藏主语(我们)相呼应。在此指出实际语言习惯中,并未在名称上把“凭借真正知识进行统治的人”和“凭借意见但在法律下进行统治的人”区分开来。
  4. 301dὥστε ἐθέλειν καὶ δυνατὸν εἶναι — 连接词 `ὥστε` 引导紧接在 `ἀπιστησάντων`(不相信)之后的连续从句,具体说明了人们不相信的内容(即不相信能有既愿意又有能力凭借美德和知识进行统治的人存在)。

引用这一段

柏拉图, 政治家篇 §300-301. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:300-301

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。