§304ΞΕ. κατὰ τὸν αὐτὸν τοίνυν λόγον ἔοικε καὶ νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ τὰ τίμια καὶ συγγενῆ.
异邦人:那么,根据同样的论证,看来现在对我们而言,其他所有与政治知识相异且不相投合的东西都已被分离开来,而留下了那些贵重且具亲缘关系的东西。
τούτων δʼ ἐστί που στρατηγία καὶ δικαστικὴ καὶ ὅση βασιλικῇ κοινωνοῦσα ῥητορεία πείθουσα τὸ δίκαιον συνδιακυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πράξεις·
在这些东西中,大概有军事将领术、司法审判术,以及所有那类与王者之术相联合、通过劝说正义之事来共同掌管城邦事务的雄辩术。
ἃ δὴ τίνι τρόπῳ ῥᾷστά τις ἀπομερίζων δείξει γυμνὸν καὶ μόνον ἐκεῖνον καθʼ αὑτὸν τὸν ζητούμενον ὑφʼ ἡμῶν;
那么,有人用什么方式最容易把这些东西分离开来,并展示出我们所寻找的那个本身赤裸且单一存在的政治家之术呢?
ΝΕ. ΣΩ. δῆλον ὅτι τοῦτό πῃ δρᾶν πειρατέον.
年轻苏格拉底:显然,我们必须设法在某种程度上做到这一点。
ΞΕ. πείρας μὲν τοίνυν ἕνεκα φανερὸς ἔσται· διὰ δὲ μουσικῆς αὐτὸν ἐγχειρητέον δηλῶσαι.
异邦人:那么,作为尝试,它将会变得明朗;我们必须尝试通过音乐来表明它。
καί μοι λέγε.
请告诉我。
ΝΕ. ΣΩ. τὸ ποῖον;
年轻苏格拉底:什么样的事?
ΞΕ. μουσικῆς ἔστι πού τις ἡμῖν μάθησις, καὶ ὅλως τῶν περὶ χειροτεχνίας ἐπιστημῶν;
异邦人:在我们这里,大概有某种关于音乐的学习,以及总的来说关于手艺的各种知识吧?
ΝΕ. ΣΩ. ἔστιν.
年轻苏格拉底:有的。
ΞΕ. τί δέ; τὸ δʼ αὖ τούτων ἡντινοῦν εἴτε δεῖ μανθάνειν ἡμᾶς εἴτε μή, πότερα φήσομεν ἐπιστήμην αὖ καὶ ταύτην εἶναί τινα περὶ αὐτὰ ταῦτα, ἢ πῶς;
异邦人:那么,至于我们是否应当学习其中的任何一种,我们是否会说这本身又是一种关于这些事情本身的知识,或者怎么说?
ΝΕ. ΣΩ. οὕτως, εἶναι φήσομεν.
年轻苏格拉底:是的,我们会说它是。
ΞΕ. οὐκοῦν ἑτέραν ὁμολογήσομεν ἐκείνων εἶναι ταύτην;
异邦人:那么,我们会同意这一知识与那些具体的知识是不同的吗?
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. πότερα δὲ αὐτῶν οὐδεμίαν ἄρχειν δεῖν ἄλλην ἄλλης, ἢ ἐκείνας ταύτης, ἢ ταύτην δεῖν ἐπιτροπεύουσαν ἄρχειν συμπασῶν τῶν ἄλλων;
异邦人:那么,是它们中没有任何一种应当统治另一种,还是那些知识应当统治这一种,或者这一种作为监管者应当统治其他所有知识呢?
ΝΕ. ΣΩ. ταύτην ἐκείνων.
年轻苏格拉底:这一种应当统治那些。
ΞΕ. τὴν εἰ δεῖ μανθάνειν ἢ μὴ τῆς μανθανομένης καὶ διδασκούσης ἄρα σύ γε ἀποφαίνῃ δεῖν ἡμῖν ἄρχειν;
异邦人:那么,你是否认为,判定是否应当学习的知识,必须为我们统治那些被学习和被教授的知识呢?
ΝΕ. ΣΩ. σφόδρα γε.
年轻苏格拉底:非常赞同。
ΞΕ. καὶ τὴν εἰ δεῖ πείθειν ἄρα ἢ μὴ τῆς δυναμένης πείθειν;
异邦人:那么,判定是否应当劝说的知识,也必须统治那具有劝说能力的知识吗?
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
年轻苏格拉底:怎么会不如此呢?
ΞΕ. εἶεν· τίνι τὸ πειστικὸν οὖν ἀποδώσομεν ἐπιστήμῃ πλήθους τε καὶ ὄχλου διὰ μυθολογίας ἀλλὰ μὴ διὰ διδαχῆς;
异邦人:好吧;那么,我们要把通过讲故事而不是通过教导来劝说大众和群众的能力,归之于哪门知识呢?
ΝΕ. ΣΩ. φανερὸν οἶμαι καὶ τοῦτο ῥητορικῇ δοτέον ὄν.
年轻苏格拉底:我想,这显然也应当给与雄辩术。
ΞΕ. τὸ δʼ εἴτε διὰ πειθοῦς εἴτε καὶ διά τινος βίας δεῖ πράττειν πρός τινας ὁτιοῦν ἢ καὶ τὸ παράπαν ἡσυχίαν ἔχειν, τοῦτʼ αὖ ποίᾳ προσθήσομεν ἐπιστήμῃ;
异邦人:而至于是否应当通过劝说,或者甚至通过某种暴力对某些人采取某种行动,亦或完全保持静默,这又应当归之于哪门知识呢?
ΝΕ. ΣΩ. τῇ τῆς πειστικῆς ἀρχούσῃ καὶ λεκτικῆς.
年轻苏格拉底:归之于统治那劝说和言辞之术的知识。
ΞΕ. εἴη δʼ ἂν οὐκ ἄλλη τις, ὡς οἶμαι, πλὴν ἡ τοῦ πολιτικοῦ δύναμις.
异邦人:我想,这不会是别的,只能是政治家的能力。
ΝΕ. ΣΩ. κάλλιστʼ εἴρηκας.
年轻苏格拉底:您说得好极了。
ΞΕ. καὶ τοῦτο μὲν ἔοικε ταχὺ κεχωρίσθαι πολιτικῆς τὸ ῥητορικόν, ὡς ἕτερον εἶδος ὄν, ὑπηρετοῦν μὴν ταύτῃ.
异邦人:如此看来,这雄辩术很快便从政治之术中分离了出来,虽说它是另一种类型,却为政治之术服务。
ΝΕ. ΣΩ. ναί.
年轻苏格拉底:是的。
ΞΕ. τί δὲ περὶ τῆς τοιᾶσδʼ αὖ δυνάμεως διανοητέον;
异邦人:那么,关于下面这样一种能力,我们又该如何看待呢?
ΝΕ. ΣΩ. ποίας;
年轻苏格拉底:哪一种?
ΞΕ. τῆς ὡς πολεμητέον ἑκάστοις οἷς ἂν προελώμεθα πολεμεῖν, εἴτε αὐτὴν ἄτεχνον εἴτε ἔντεχνον ἐροῦμεν;
异邦人:那关于我们对每一个选择与之交战的对象应当如何进行战争的能力。 我们会说这本身是无技术的,还是具有技术的呢?
ΝΕ. ΣΩ. καὶ πῶς ἂν ἄτεχνον διανοηθεῖμεν, ἥν γε ἡ στρατηγικὴ καὶ πᾶσα ἡ πολεμικὴ πρᾶξις πράττει;
年轻苏格拉底:将领之术和整个战争实践所施行的能力,我们怎能认为它是没有技术的呢?
ΞΕ. τὴν δὲ εἴτε πολεμητέον εἴτε διὰ φιλίας ἀπαλλακτέον οἵαν τε καὶ ἐπιστήμονα διαβουλεύσασθαι, ταύτης ἑτέραν ὑπολάβωμεν ἢ τὴν αὐτὴν ταύτῃ;
异邦人:但是,关于能够凭着知识去商议应当交战还是应当通过友好来结束战争的能力,我们应当假定它与前者不同,还是与前者相同呢?
ΝΕ. ΣΩ. τοῖς πρόσθεν ἀναγκαῖον ἑπομένοισιν ἑτέραν.
年轻苏格拉底:顺着前面所说的话,它必然是不同的。