§263ΝΕ. ΣΩ. ὀρθότατα·
青年苏格拉底:极其正确。
ἀλλὰ γὰρ τοῦτο αὐτό, ὦ ξένε, πῶς ἄν τις γένος καὶ μέρος ἐναργέστερον γνοίη, ὡς οὐ ταὐτόν ἐστον ἀλλʼ ἕτερον ἀλλήλοιν;
但是,异邦人,这件事情本身——即人们如何能更清晰地认识到类与部分不是同一回事而是互不相同的呢?
ΞΕ. ὦ βέλτιστε ἀνδρῶν, οὐ φαῦλον προστάττεις, Σώκρατες.
客人:最优秀的人啊,苏格拉底,你要求的可不是件轻而易举的事。
ἡμεῖς μὲν καὶ νῦν μακροτέραν τοῦ δέοντος ἀπὸ τοῦ προτεθέντος λόγου πεπλανήμεθα, σὺ δὲ ἔτι πλέον ἡμᾶς κελεύεις πλανηθῆναι.
即使在现在,我们已经偏离原定的论题,迷失得比应有的更远了,而你却要求我们偏离得更远。
νῦν μὲν οὖν, ὥσπερ εἰκός, ἐπανίωμεν πάλιν·
所以现在,正如理所当然的那样,让我们再折回来吧。
ταῦτα δὲ εἰς αὖθις κατὰ σχολὴν καθάπερ ἰχνεύοντες μέτιμεν.
至于这些问题,我们以后在闲暇时再像追踪足迹一样去探究。
οὐ μὴν ἀλλὰ τοῦτό γε αὖ παντάπασιν φύλαξαι, μή ποτε παρʼ ἐμοῦ δόξῃς αὐτὸ ἐναργῶς διωρισμένον ἀκηκοέναι.
然而,你也要彻底警惕这一点,绝不要以为你曾经从我这里听到了对它的清晰界定。
ΝΕ. ΣΩ. τὸ ποῖον;
青年苏格拉底:什么事情?
ΞΕ. εἶδός τε καὶ μέρος ἕτερον ἀλλήλων εἶναι.
客人:即形相与部分是互不相同的。
ΝΕ. ΣΩ. τί μήν;
青年苏格拉底:怎么说?
ΞΕ. ὡς εἶδος μὲν ὅταν ᾖ του, καὶ μέρος αὐτὸ ἀναγκαῖον εἶναι τοῦ πράγματος ὅτουπερ ἂν εἶδος λέγηται· μέρος δὲ εἶδος οὐδεμία ἀνάγκη.
客人:即:当某事物是一个形相时,它必然也是它被称作其形相的那个事物的内部的一个部分;但一个部分却没有任何必然性也是一个形相。
ταύτῃ με ἢ ʼκείνῃ μᾶλλον, ὦ Σώκρατες, ἀεὶ φάθι λέγειν.
苏格拉底,请始终宣告我是以这种方式而不是那种方式来说的。
ΝΕ. ΣΩ. ταῦτʼ ἔσται.
青年苏格拉底:就这样办。
ΞΕ. φράσον δή μοι τὸ μετὰ τοῦτο.
客人:那么请告诉我接下来的事情。
ΝΕ. ΣΩ. ποῖον;
青年苏格拉底:哪一件事?
ΞΕ. τὸ τῆς ἀποπλανήσεως ὁπόθεν ἡμᾶς δεῦρʼ ἤγαγεν.
客人:即把我们引向这里的那个迷失的起点。
οἶμαι μὲν γὰρ μάλιστα, ὅθεν ἐρωτηθεὶς σὺ τὴν ἀγελαιοτροφίαν ὅπῃ διαιρετέον εἶπες μάλα προθύμως δύʼ εἶναι ζῴων γένη, τὸ μὲν ἀνθρώπινον, ἕτερον δὲ τῶν ἄλλων συμπάντων θηρίων ἕν.
因为我认为最主要的起点是,当你被问及群育应如何划分时,你非常热切地回答说动物有两个大类,一个是人类,另一个是把所有其他野兽合而为一的另一个类。
ΝΕ. ΣΩ. ἀληθῆ.
青年苏格拉底:确实如此。
ΞΕ. καὶ ἔμοιγε δὴ τότʼ ἐφάνης μέρος ἀφαιρῶν ἡγεῖσθαι καταλιπεῖν τὸ λοιπὸν αὖ πάντων γένος ἕν, ὅτι πᾶσι ταὐτὸν ἐπονομάζειν ἔσχες ὄνομα, θηρία καλέσας.
客人:而且在当时,对我来说,你似乎是在切下一部分后,认为自己把其余所有的动物都作为一个单一的类留下了,因为你能够给它们全部冠以同一个名字,称它们为“野兽”。
ΝΕ. ΣΩ. ἦν καὶ ταῦτα οὕτως.
青年苏格拉底:当时的事情也确实如此。
ΞΕ. τὸ δέ γε, ὦ πάντων ἀνδρειότατε, τάχʼ ἄν, εἴ που φρόνιμόν ἐστί τι ζῷον ἕτερον, οἷον δοκεῖ τὸ τῶν γεράνων, ἤ τι τοιοῦτον ἄλλο, ὃ κατὰ ταὐτὰ ἴσως διονομάζει καθάπερ καὶ σύ, γεράνους μὲν ἓν γένος ἀντιτιθὲν τοῖς ἄλλοις ζῴοις καὶ σεμνῦνον αὐτὸ ἑαυτό, τὰ δὲ ἄλλα μετὰ τῶν ἀνθρώπων συλλαβὸν εἰς ταὐτὸ οὐδὲν ἄλλο πλὴν ἴσως θηρία προσείποι.
客人:然而,最勇敢的人啊,如果可能还有某种其他有智慧的动物——比如人们所认为的鹤,或者其他类似的生物——像你一样以同样的方式进行命名,它们或许也会把“鹤”作为一个类来对抗所有其他动物,自我夸耀,而把其他所有动物(包括人类)合而为一,也许除了“野兽”之外就不叫别的了。
πειραθῶμεν οὖν ἡμεῖς ἐξευλαβεῖσθαι πάνθʼ ὁπόσα τοιαῦτα.
因此,让我们尝试去极力避免所有这类事情。
ΝΕ. ΣΩ. πῶς;
青年苏格拉底:怎么做?
ΞΕ. μὴ πᾶν τὸ τῶν ζῴων γένος διαιρούμενοι, ἵνα ἧττον αὐτὰ πάσχωμεν.
客人:不一次性分割整个动物类,从而使我们较少地遭受这些错误。
ΝΕ. ΣΩ. οὐδὲν γὰρ δεῖ.
青年苏格拉底:确实没有必要。
ΞΕ. καὶ γὰρ οὖν καὶ τότε ἡμαρτάνετο ταύτῃ.
客人:实际上,当时就是在这个地方犯了错。
ΝΕ. ΣΩ. τί δή;
青年苏格拉底:究竟是为什么?
ΞΕ. τῆς γνωστικῆς ὅσον ἐπιτακτικὸν ἡμῖν μέρος ἦν που τοῦ ζῳοτροφικοῦ γένους, ἀγελαίων μὴν ζῴων.
客人:在认知性科学中,我们所掌握的那部分命令性的部分,想必是属于动物饲育类,而且是属于群居动物类的。
ἦ γάρ;
难道不是吗?
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
§264ΞΕ. διῄρητο τοίνυν ἤδη καὶ τότε σύμπαν τὸ ζῷον τῷ τιθασῷ καὶ ἀγρίῳ.
客人:因此,甚至在当时,整个动物就已经被划分为了驯化和野生两类。
τὰ μὲν γὰρ ἔχοντα τιθασεύεσθαι φύσιν ἥμερα προσείρηται, τὰ δὲ μὴ ʼθέλοντα ἄγρια.
因为具有被驯化天性的被称为温顺的,而不情愿的则被称为野生的。
ΝΕ. ΣΩ. καλῶς.
青年苏格拉底:很好。
ΞΕ. ἣν δέ γε θηρεύομεν ἐπιστήμην, ἐν τοῖς ἡμέροις ἦν τε καὶ ἔστιν, ἐπὶ τοῖς ἀγελαίοις μὴν ζητητέα θρέμμασιν.
客人:而我们正在猎捕的知识,过去和现在都在温顺的事物之中,因此必须在群居的被饲育动物中去寻找。
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
ΞΕ. μὴ τοίνυν διαιρώμεθα ὥσπερ τότε πρὸς ἅπαντα ἀποβλέψαντες, μηδὲ σπεύσαντες, ἵνα δὴ ταχὺ γενώμεθα πρὸς τῇ πολιτικῇ.
客人:因此,我们不要像当时那样,看着所有的东西来划分,也不要急躁,以为这样就能快速到达政治学。
πεποίηκε γὰρ ἡμᾶς καὶ νῦν παθεῖν τὸ κατὰ τὴν παροιμίαν πάθος.
因为这已经让我们在现在遭受了俗语中所说的那种遭遇。
ΝΕ. ΣΩ. ποῖον;
青年苏格拉底:什么样的遭遇?
ΞΕ. οὐχ ἡσύχους εὖ διαιροῦντας ἠνυκέναι βραδύτερον.
客人:即没有平静地、好好地进行分割,从而虽然慢一些却能更顺利地完成。
ΝΕ. ΣΩ. καὶ καλῶς γε, ὦ ξένε, πεποίηκε.
青年苏格拉底:确实,异邦人,这产生了一个非常好的效果。
ΞΕ. ταῦτʼ ἔστω.
客人:那就这样吧。
πάλιν δʼ οὖν ἐξ ἀρχῆς τὴν κοινοτροφικὴν πειρώμεθα διαιρεῖν· ἴσως γὰρ καὶ τοῦτο ὃ σὺ προθυμῇ διαπεραινόμενος ὁ λόγος αὐτός σοι κάλλιον μηνύσει.
让我们重新从头开始尝试划分共同饲育;因为也许正是你急于完成的这件事,论证本身会更美妙地向你揭示出来。
καί μοι φράζε.
请告诉我。
ΝΕ. ΣΩ. ποῖον δή;
青年苏格拉底:究竟是什么?
ΞΕ. τόδε, εἴ τινων πολλάκις ἄρα διακήκοας· οὐ γὰρ δὴ προστυχής γε αὐτὸς οἶδʼ ὅτι γέγονας ταῖς ἐν τῷ Νείλῳ τιθασείαις τῶν ἰχθύων καὶ τῶν ἐν ταῖς βασιλικαῖς λίμναις.
客人:即:你是否经常听说过某些事情;因为我知道你本人肯定没有遇见过在尼罗河中对鱼类的驯化,或者在皇家池塘里对它们的驯化。
ἐν μὲν γὰρ κρήναις τάχʼ ἂν ἴσως εἴης ᾐσθημένος.
不过在泉水中,你或许已经注意到过。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν καὶ ταῦτα τεθέαμαι κἀκεῖνα πολλῶν ἀκήκοα.
青年苏格拉底:非常对,我已经观赏过后者,也从许多人那里听说过前者。
ΞΕ. καὶ μὴν χηνοβωτίας γε καὶ γερανοβωτίας, εἰ καὶ μὴ πεπλάνησαι περὶ τὰ Θετταλικὰ πεδία, πέπυσαι γοῦν καὶ πιστεύεις εἶναι.
客人:而且,关于养鹅和养鹤,即使你没有在色萨利平原上游历过,你至少也听说了,并且相信它们是存在的。
ΝΕ. ΣΩ. τί μήν;
青年苏格拉底:当然。
ΞΕ. τοῦδʼ ἕνεκά τοι πάντα ἠρώτησα ταῦτα, διότι τῆς τῶν ἀγελαίων τροφῆς ἔστι μὲν ἔνυδρον, ἔστι δὲ καὶ ξηροβατικόν.
客人:我之所以问所有这些问题,是因为在群居动物的饲育中,有水生的,也有陆生的。
ΝΕ. ΣΩ. ἔστι γὰρ οὖν.
青年苏格拉底:确实如此。
ΞΕ. ἆρʼ οὖν καὶ σοὶ συνδοκεῖ ταύτῃ δεῖν διχάζειν τὴν κοινοτροφικὴν ἐπιστήμην, ἐφʼ ἑκατέρῳ τούτων τὸ μέρος αὐτῆς ἐπινέμοντας ἑκάτερον, τὸ μὲν ἕτερον ὑγροτροφικὸν ὀνομάζοντας, τὸ δʼ ἕτερον ξηροτροφικόν;
客人:那么,你是否也同意应该将共同饲育学这样一分为二,并在二者上各自指派其相应的部分,将其中一部分称为“水生饲育”,而将另一部分称为“陆生饲育”?
ΝΕ. ΣΩ. ἔμοιγε.
青年苏格拉底:我同意。
ΞΕ. καὶ μὴν καὶ τὸ βασιλικὸν οὕτως οὐ ζητήσομεν ὁποτέρας ἐστὶ τῆς τέχνης· δῆλον γὰρ παντί.
客人:而且实际上,我们这样一来就不必去探求王道知识属于这两个技术中的哪一个了;因为这对于每个人来说都是显而易见的。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
青年苏格拉底:怎么会不明显呢?
ΞΕ. πᾶς μὲν δὴ τό γε ξηροτροφικὸν τῆς ἀγελαιοτροφίας διέλοιτʼ ἂν φῦλον.
客人:那么,任何人想必都能将群养中的陆生饲育这一类别再分下去。
ΝΕ. ΣΩ. πῶς;
青年苏格拉底:怎么分?
ΞΕ. τῷ πτηνῷ τε καὶ πεζῷ διορισάμενος.
客人:通过将其区分为飞行的和步行的。
ΝΕ. ΣΩ. ἀληθέστατα.
青年苏格拉底:极其正确。
ΞΕ. τί δέ;
客人:那又怎么样呢?
τὸ πολιτικὸν ἦ περὶ τὸ πεζὸν ζητητέον;
政治学应该在步行的事物中去寻找吗?
ἢ οὐκ οἴει καὶ τὸν ἀφρονέστατον ὡς ἔπος εἰπεῖν δοξάζειν οὕτως;
或者,你不认为即使是可以说最愚蠢的人也会这样认为吗?
ΝΕ. ΣΩ. ἔγωγε.
青年苏格拉底:我确实这样认为。
ΞΕ. τὴν δὲ πεζονομικήν, καθάπερ ἄρτι τὸν ἀριθμόν, δεῖ τεμνομένην δίχα ἀποφαίνειν.
客人:而正如刚才对数量的划分一样,必须将步行管理学一分为二地展示出来。
ΝΕ. ΣΩ. δῆλον.
青年苏格拉底:显而易见。