§259ΞΕ. τῇδε.
客人:往这边。
εἴ τῴ τις τῶν δημοσιευόντων ἰατρῶν ἱκανὸς συμβουλεύειν ἰδιωτεύων αὐτός, ἆρʼ οὐκ ἀναγκαῖον αὐτῷ προσαγορεύεσθαι τοὔνομα τῆς τέχνης ταὐτὸν ὅπερ ᾧ συμβουλεύει;
如果有某个身为私人的人,能够给那些行医的公职医生提出充分的建议,那么难道不是必须将这门技术在行医者身上所称呼的相同名称,也同样称呼他吗?
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
ΞΕ. τί δʼ;
客人:那么什么?
ὅστις βασιλεύοντι χώρας ἀνδρὶ παραινεῖν δεινὸς ἰδιώτης ὢν αὐτός, ἆρʼ οὐ φήσομεν ἔχειν αὐτὸν τὴν ἐπιστήμην ἣν ἔδει τὸν ἄρχοντα αὐτὸν κεκτῆσθαι;
如果有一个私人,擅长给统治国家的男子提出建议,难道我们不应该说,他自己也拥有统治者本人所必须获得的知识吗?
ΝΕ. ΣΩ. φήσομεν.
青年苏格拉底:应该这样说。
ΞΕ. ἀλλὰ μὴν ἥ γε ἀληθινοῦ βασιλέως βασιλική;
客人:但是,真正的王之科学难道不就是王道科学吗?
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
ΞΕ. ταύτην δὲ ὁ κεκτημένος οὐκ, ἄντε ἄρχων ἄντε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσρηθήσεται;
客人:而获得了这一知识的人,无论他碰巧是统治者还是私人,无论如何,根据这门技术本身,难道不会被正确地称呼为王道之人吗?
ΝΕ. ΣΩ. δίκαιον γοῦν.
青年苏格拉底:这当然是公正的。
ΞΕ. καὶ μὴν οἰκονόμος γε καὶ δεσπότης ταὐτόν.
客人:而且,家政管理者和主人也是相同的。
ΝΕ. ΣΩ. τί μήν;
青年苏格拉底:当然。
ΞΕ. τί δέ;
客人:那么什么?
μεγάλης σχῆμα οἰκήσεως ἢ σμικρᾶς αὖ πόλεως ὄγκος μῶν τι πρὸς ἀρχὴν διοίσετον;
一个大家庭的规模,或者一个小城邦的大小,在统治方面难道会有什么不同吗?
ΝΕ. ΣΩ. οὐδέν.
青年苏格拉底:毫无不同。
ΞΕ. οὐκοῦν, ὃ νυνδὴ διεσκοπούμεθα, φανερὸν ὡς ἐπιστήμη μία περὶ πάντʼ ἐστὶ ταῦτα· ταύτην δὲ εἴτε βασιλικὴν εἴτε πολιτικὴν εἴτε οἰκονομικήν τις ὀνομάζει, μηδὲν αὐτῷ διαφερώμεθα.
客人:因此,我们刚才所考察的事情就很明显了:关于所有这些,只有一门科学;无论有人称之为王道科学、政治科学还是家政科学,我们都不要与他争论。
ΝΕ. ΣΩ. τί γάρ;
青年苏格拉底:那又何必呢?
ΞΕ. ἀλλὰ μὴν τόδε γε δῆλον, ὡς βασιλεὺς ἅπας χερσὶ καὶ σύμπαντι τῷ σώματι σμίκρʼ ἄττα εἰς τὸ κατέχειν τὴν ἀρχὴν δύναται πρὸς τὴν τῆς ψυχῆς σύνεσιν καὶ ῥώμην.
客人:但至少这一点是明显的:任何一位国王,在维持统治时,用双手和整个肉体能做的事,与他灵魂的理解力和力量相比,是微乎其微的。
ΝΕ. ΣΩ. δῆλον.
青年苏格拉底:显而易见。
ΞΕ. τῆς δὴ γνωστικῆς μᾶλλον ἢ τῆς χειροτεχνικῆς καὶ ὅλως πρακτικῆς βούλει τὸν βασιλέα φῶμεν οἰκειότερον εἶναι;
客人:那么,我们是否可以说,比起手工和全体实践性科学,国王更亲近认知性科学?
ΝΕ. ΣΩ. τί μήν;
青年苏格拉底:当然。
ΞΕ. τὴν ἄρα πολιτικὴν καὶ πολιτικὸν καὶ βασιλικὴν καὶ βασιλικὸν εἰς ταὐτὸν ὡς ἓν πάντα ταῦτα συνθήσομεν;
客人:那么,我们是否要把政治科学与政治家、王道科学与国王,作为一体而合为相同的一件事呢?
ΝΕ. ΣΩ. δῆλον.
青年苏格拉底:显而易见。
ΞΕ. οὐκοῦν πορευοίμεθʼ ἂν ἑξῆς, εἰ μετὰ ταῦτα τὴν γνωστικὴν διοριζοίμεθα;
客人:那么,如果在这之后我们对认知性科学进行界定,我们是否应该顺着这个顺序进行呢?
ΝΕ. ΣΩ. πάνυ γε.
青年苏格拉底:当然。
ΞΕ. πρόσεχε δὴ τὸν νοῦν ἂν ἄρα ἐν αὐτῇ τινα διαφυὴν κατανοήσωμεν.
客人:那么请集中注意力,看看我们是否能在它之中看出某种分叉。
ΝΕ. ΣΩ. φράζε ποίαν.
青年苏格拉底:请说是什么样的分叉。
ΞΕ. τοιάνδε.
客人:这样的。
λογιστική πού τις ἡμῖν ἦν τέχνη.
我想,我们曾有过某种计算技术吧。
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
ΞΕ. τῶν γνωστικῶν γε οἶμαι παντάπασι τεχνῶν.
客人:我认为它完全属于认知性技术。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
青年苏格拉底:怎么会不是呢?
ΞΕ. γνούσῃ δὴ λογιστικῇ τὴν ἐν τοῖς ἀριθμοῖς διαφορὰν μῶν τι πλέον ἔργον δώσομεν ἢ τὰ γνωσθέντα κρῖναι;
客人:对于已经认知了数字差异的计算技术,我们除了让它对已知之物进行判定之外,难道还要给它指派什么更多的工作吗?
ΝΕ. ΣΩ. τί μήν;
青年苏格拉底:怎么会呢?
ΞΕ. καὶ γὰρ ἀρχιτέκτων γε πᾶς οὐκ αὐτὸς ἐργατικὸς ἀλλʼ ἐργατῶν ἄρχων.
客人:因为确实,每一位栋梁本身并不是操作工,而是操作工们的统治者。
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
ΞΕ. παρεχόμενός γέ που γνῶσιν ἀλλʼ οὐ χειρουργίαν.
客人:我想,他提供的是知识,而不是手艺。
ΝΕ. ΣΩ. οὕτως.
青年苏格拉底:确实如此。
§260ΞΕ. δικαίως δὴ μετέχειν ἂν λέγοιτο τῆς γνωστικῆς ἐπιστήμης.
客人:那么,他被正当地说成分享了认知性科学。
ΝΕ. ΣΩ. πάνυ γε.
青年苏格拉底:当然。
ΞΕ. τούτῳ δέ γε οἶμαι προσήκει κρίναντι μὴ τέλος ἔχειν μηδʼ ἀπηλλάχθαι, καθάπερ ὁ λογιστὴς ἀπήλλακτο, προστάττειν δὲ ἑκάστοις τῶν ἐργατῶν τό γε πρόσφορον ἕως ἂν ἀπεργάσωνται τὸ προσταχθέν.
客人:但是我想,对于这个人来说,在做出了判定之后,并不适合像计算者那样结束工作或离去,而是要向每一个操作工下达适当的指示,直到他们完成所指派的工作。
ΝΕ. ΣΩ. ὀρθῶς.
青年苏格拉底:正确。
ΞΕ. οὐκοῦν γνωστικαὶ μὲν αἵ τε τοιαῦται σύμπασαι καὶ ὁπόσαι συνέπονται τῇ λογιστικῇ, κρίσει δὲ καὶ ἐπιτάξει διαφέρετον ἀλλήλοιν τούτω τὼ γένη;
客人:那么,所有这些技术以及那些随顺计算技术的技术,难道不都是认知性的吗? 但这两种类型难道不是在判定和命令上彼此不同吗?
ΝΕ. ΣΩ. φαίνεσθον.
青年苏格拉底:看起来是不同的。
ΞΕ. ἆρʼ οὖν συμπάσης τῆς γνωστικῆς εἰ τὸ μὲν ἐπιτακτικὸν μέρος, τὸ δὲ κριτικὸν διαιρούμενοι προσείποιμεν, ἐμμελῶς ἂν φαῖμεν διῃρῆσθαι;
客人:那么,如果我们将整个认知性科学划分为命令性部分和判定性部分,并这样称呼它们,我们能说划分得合宜吗?
ΝΕ. ΣΩ. κατά γε τὴν ἐμὴν δόξαν.
青年苏格拉底:依我看,是的。
ΞΕ. ἀλλὰ μὴν τοῖς γε κοινῇ τι πράττουσιν ἀγαπητὸν ὁμονοεῖν.
客人:但是,对于共同做事的人来说,达成一致是令人欣慰的。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
青年苏格拉底:怎么会不是呢?
ΞΕ. τούτου τοίνυν μέχριπερ ἂν αὐτοὶ κοινωνῶμεν, ἐατέον τά γε τῶν ἄλλων δοξάσματα χαίρειν.
客人:因此,只要我们自己共享这一致意见,就应该任凭他人的看法随风而去。
ΝΕ. ΣΩ. τί μήν;
青年苏格拉底:当然。
ΞΕ. φέρε δή, τούτοιν τοῖν τέχναιν ἡμῖν τὸν βασιλικὸν ἐν ποτέρᾳ θετέον;
客人:来吧,在这两门技术中,我们应该把王道之人置于哪一门之中?
ἆρʼ ἐν τῇ κριτικῇ, καθάπερ τινὰ θεατήν, ἢ μᾶλλον τῆς ἐπιτακτικῆς ὡς ὄντα αὐτὸν τέχνης θήσομεν, δεσπόζοντά γε;
我们是应该把他置于判定性技术中,像个观众那样,还是由于他实际上在进行统治,更应该把他置于命令性技术中呢?
ΝΕ. ΣΩ. πῶς γὰρ οὐ μᾶλλον;
青年苏格拉底:怎么可能不是在后者中呢?
ΞΕ. τὴν ἐπιτακτικὴν δὴ τέχνην πάλιν ἂν εἴη θεατέον εἴ πῃ διέστηκεν.
客人:那么,我们必须再次看看命令性技术是否在某处分开了。
καί μοι δοκεῖ τῇδέ πῃ, καθάπερ ἡ τῶν καπήλων τέχνη τῆς τῶν αὐτοπωλῶν διώρισται τέχνης, καὶ τὸ βασιλικὸν γένος ἔοικεν ἀπὸ τοῦ τῶν κηρύκων γένους ἀφωρίσθαι.
在我看来,它似乎是以这种方式分开的:就像零售商的技术与自产自销者的技术相区分一样,王道之类别似乎也与传令官的类别相区分。
ΝΕ. ΣΩ. πῶς;
青年苏格拉底:怎么说?
ΞΕ. πωληθέντα που πρότερον ἔργα ἀλλότρια παραδεχόμενοι δεύτερον πωλοῦσι πάλιν οἱ κάπηλοι.
客人:零售商们大概是先接受了在别处售出的、他人劳动的成果,然后再二次出售。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
青年苏格拉底:完全如此。
ΞΕ. οὐκοῦν καὶ τὸ κηρυκικὸν φῦλον ἐπιταχθέντʼ ἀλλότρια νοήματα παραδεχόμενον αὐτὸ δεύτερον ἐπιτάττει πάλιν ἑτέροις.
客人:那么传令官的族类,不也是接受了他人被命令的想法,然后自己再二次向其他人命令吗?
ΝΕ. ΣΩ. ἀληθέστατα.
青年苏格拉底:最真实不过。
ΞΕ. τί οὖν;
客人:那又怎样?
εἰς ταὐτὸν μείξομεν βασιλικὴν ἑρμηνευτικῇ, κελευστικῇ, μαντικῇ, κηρυκικῇ, καὶ πολλαῖς ἑτέραις τούτων τέχναις συγγενέσιν, αἳ σύμπασαι τό γʼ ἐπιτάττειν ἔχουσιν;
我们是否要把王道技术与翻译技术、传达命令技术、占卜技术、传令技术以及其他许多与这些相关的、全都包含下达命令的技术混为一谈?
ἢ βούλει, καθάπερ ᾐκάζομεν νυνδή, καὶ τοὔνομα παρεικάσωμεν, ἐπειδὴ καὶ σχεδὸν ἀνώνυμον ὂν τυγχάνει τὸ τῶν αὐτεπιτακτῶν γένος, καὶ ταύτῃ ταῦτα διελώμεθα, τὸ μὲν τῶν βασιλέων γένος εἰς τὴν αὐτεπιτακτικὴν θέντες, τοῦ δὲ ἄλλου παντὸς ἀμελήσαντες, ὄνομα ἕτερον αὐτοῖς παραχωρήσαντες θέσθαι τινά;
还是说,就像我们刚才所作的比喻一样,我们也对名字进行比拟,因为“自主命令”这一类别恰好几乎是无名的,所以我们以此进行划分,把国王的类别置于“自主命令技术”中,而忽略所有其他的技术,允许别人给它们取其他的名字?
τοῦ γὰρ ἄρχοντος ἕνεκα ἡμῖν ἡ μέθοδος ἦν ἀλλʼ οὐχὶ τοῦ ἐναντίου.
因为我们的方法是为了统治者而设的,而不是为了他的对立面。