§263ΘΕΑΙ. ταῦτʼ ἔσται κατὰ δύναμιν.
泰阿泰德:这会在我的能力范围内办到。
ΞΕ.
Θεαίτητος κάθηται.
异乡人:泰阿泰德坐着。
μῶν μὴ μακρὸς ὁ λόγος;
难道这个论说不长吗?
ΘΕΑΙ. οὔκ, ἀλλὰ μέτριος.
泰阿泰德:不,而是适度的。
ΞΕ. σὸν ἔργον δὴ φράζειν περὶ οὗ τʼ ἐστὶ καὶ ὅτου.
异乡人:那么,你的任务就是说明它是关于谁的,又是属于谁的。
ΘΕΑΙ. δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός.
泰阿泰德:显然是关于我,也是属于我的。
ΞΕ. τί δὲ ὅδʼ αὖ;
异乡人:那么这另一个又如何呢?
ΘΕΑΙ. ποῖος;
泰阿泰德:哪一个?
ΞΕ.
Θεαίτητος, ᾧ νῦν ἐγὼ διαλέγομαι, πέτεται.
异乡人:我现在与之对话的泰阿泰德在飞。
ΘΕΑΙ. καὶ τοῦτον οὐδʼ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμοῦ.
泰阿泰德:关于这一个,也不会有任何人说出除了是属于我和关于我之外的话。
ΞΕ. ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων.
异乡人:但我们曾说,每一个论说都必须具有某种性质。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι;
异乡人:那么,必须说这两个论说中每一个具有何种性质呢?
ΘΕΑΙ. τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ.
泰阿泰德:一大概是假的,另一则是真的。
ΞΕ. λέγει δὲ αὐτῶν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ.
异乡人:而在它们之中,真的那一个关于你,把存在的事物作为存在着而说出来。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:怎么会不呢?
ΞΕ. ὁ δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων.
异乡人:而假的那一个则说出与存在着的事物不同的事物。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τὰ μὴ ὄντʼ ἄρα ὡς ὄντα λέγει.
异乡人:因此,它把不存在的事物作为存在着的事物来说。
ΘΕΑΙ. σχεδόν.
泰阿泰德:差不多。
ΞΕ. ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ.
异乡人:然而,那些是关于你的、不同于存在着的事物的存在事物。
πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα.
因为我们曾说,关于每一个事物,存在的有很多,不存在的也很多。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτʼ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι.
异乡人:至于我后来关于你说的那个论说,首先,根据我们所定义的论说究竟是什么,它必然是其中最短的之一。
ΘΕΑΙ. νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν.
泰阿泰德:至少我们刚才在这个方面达成了一致。
ΞΕ. ἔπειτα δέ γε τινός.
异乡人:其次,它是关于某人的。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:确实如此。
ΞΕ. εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός.
异乡人:而且,如果它不是关于你的,也就不是关于其他任何人的。
ΘΕΑΙ. πῶς γάρ;
泰阿泰德:怎么会不呢?
ΞΕ. μηδενὸς δέ γε ὢν οὐδʼ ἂν λόγος εἴη τὸ παράπαν·
异乡人:如果它不关于任何人,它就根本不是论说;因为我们已经表明,作为论说却不关于任何人是根本不可能的。
ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον. ΘΕΑΙ. ὀρθότατα.
泰阿泰德:非常正确。
ΞΕ. περὶ δὴ σοῦ λεγόμενα, λεγόμενα μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν ἔοικεν ἡ τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής.
异乡人:因此,虽然它是关于你而说,却把不同的事物作为相同的事物来说,把不存在的事物作为存在着的事物来说。 这样的结合,由动词和名词构成,确实而且真实地看来成了虚假的论说。
ΘΕΑΙ. ἀληθέστατα μὲν οὖν.
泰阿泰德:完全是最真实的。
ΞΕ. τί δὲ δή;
异乡人:那么接下去呢?
διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθʼ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται;
思索、意见和显现——难道现在还不显然,所有这些都在我们的灵魂中作为真和假而生起吗?
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么会呢?
ΞΕ. ὧδʼ εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτʼ ἔστιν καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.
异乡人:如果你首先把握它们究竟是什么,以及它们各自如何相互区别,你就会更容易明白。
ΘΕΑΙ. δίδου μόνον.
泰阿泰德:请只管给出吧。
ΞΕ. οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτʼ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια;
异乡人:那么,思索与论说是相同的;除了在灵魂内部不发声地对自身进行的对话,这被我们命名为“思索”之外?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. τὸ δέ γʼ ἀπʼ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος;
异乡人:而从那里流出、通过口伴随声音而出的流动,被称为“论说”?
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:真实的。
ΞΕ. καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν—
ΘΕΑΙ. τὸ ποῖον;
异乡人:而且,我们知道在论说中又有—— 泰阿泰德:什么样的东西?
ΞΕ. φάσιν τε καὶ ἀπόφασιν.
异乡人:肯定和否定。
ΘΕΑΙ. ἴσμεν.
泰阿泰德:我们知道。
§264ΞΕ. ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅτι προσείπῃς αὐτό;
异乡人:因此,当这在灵魂中依据思索在沉默中生起时,除了“意见”之外,你还有什么别的名字来称呼它吗?
ΘΕΑΙ. καὶ πῶς;
泰阿泰德:怎么会呢?
ΞΕ. τί δʼ ὅταν μὴ καθʼ αὑτὸ ἀλλὰ διʼ αἰσθήσεως παρῇ τινι, τὸ τοιοῦτον αὖ πάθος ἆρʼ οἷόν τε ὀρθῶς εἰπεῖν ἕτερόν τι πλὴν φαντασίαν;
异乡人:那如果它不是独立存在,而是通过感觉呈现在某人面前,这种状态除了被称为“显现”之外,又怎么可能被正确地称为别的呢?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:没有别的。
ΞΕ. οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τούτων δʼ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος, δόξα δὲ διανοίας ἀποτελεύτησις,
φαίνεται
δὲ ὃ λέγομεν σύμμειξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῷ λόγῳ συγγενῶν ὄντων ψευδῆ αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι.
异乡人:因此,既然论说有真有假,而其中思索显现为灵魂自身对自身的对话,意见是思索的完成,而我们所说的显现则是感觉与意见的混杂,那么,既然这些也与论说同族,其中一些有时也是虚假的,这难道不是必然的吗?
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. κατανοεῖς οὖν ὅτι πρότερον ηὑρέθη ψευδὴς δόξα καὶ λόγος ἢ κατὰ τὴν προσδοκίαν ἣν ἐφοβήθημεν ἄρτι, μὴ παντάπασιν ἀνήνυτον ἔργον ἐπιβαλλοίμεθα ζητοῦντες αὐτό;
异乡人:那么你注意到没有,虚假的意见和论说比我们刚才所担心的预期更早被找到了? 我们刚才还害怕,去寻找它是承担了一项完全无法完成的工作。
ΘΕΑΙ. κατανοῶ.
泰阿泰德:我注意到了。
ΞΕ. μὴ τοίνυν μηδʼ εἰς τὰ λοιπὰ ἀθυμῶμεν.
异乡人:那么,对于剩下的事情我们也不要气馁。
ἐπειδὴ γὰρ πέφανται ταῦτα, τῶν ἔμπροσθεν ἀναμνησθῶμεν κατʼ εἴδη διαιρέσεων.
因为既然这些已经明朗,让我们按照形式重新回忆起先前的划分。
ΘΕΑΙ. ποίων δή;
泰阿泰德:是什么样的划分?
ΞΕ. διειλόμεθα τῆς εἰδωλοποιικῆς εἴδη δύο, τὴν μὲν εἰκαστικήν, τὴν δὲ φανταστικήν.
异乡人:我们将像制作术分为两个形式:似像制作与显现制作。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ τὸν σοφιστὴν εἴπομεν ὡς ἀποροῖμεν εἰς ὁποτέραν θήσομεν.
异乡人:我们还说过,对于把诡辩家放在这两者中的哪一个,我们曾感到困惑。
ΘΕΑΙ. ἦν ταῦτα.
泰阿泰德:曾是这样。
ΞΕ. καὶ τοῦθʼ ἡμῶν ἀπορουμένων ἔτι μείζων κατεχύθη σκοτοδινία, φανέντος τοῦ λόγου τοῦ πᾶσιν ἀμφισβητοῦντος ὡς οὔτε εἰκὼν οὔτε εἴδωλον οὔτε φάντασμʼ εἴη τὸ παράπαν οὐδὲν διὰ τὸ μηδαμῶς μηδέποτε μηδαμοῦ ψεῦδος εἶναι.
异乡人:而且在我们依然困惑时,由于那条反对一切的论理显现,声称根本没有任何似像、像和幻影,因为假在任何方式、任何时间、任何地方都不存在,这就给我们罩上了更深的黑暗之眩晕。
ΘΕΑΙ. λέγεις ἀληθῆ.
泰阿泰德:你说得很对。
ΞΕ. νῦν δέ γʼ ἐπειδὴ πέφανται μὲν λόγος, πέφανται δʼ οὖσα δόξα ψευδής, ἐγχωρεῖ δὴ μιμήματα τῶν ὄντων εἶναι καὶ τέχνην ἐκ ταύτης γίγνεσθαι τῆς διαθέσεως ἀπατητικήν.
异乡人:而现在,既然论说已经显现,虚假的意见也显现为存在,那么存在着的事物的模仿确实可能存在,并且由这种状态产生一种欺骗的术也是可能的。
ΘΕΑΙ. ἐγχωρεῖ.
泰阿泰德:是可能的。
ΞΕ. καὶ μὴν ὅτι γʼ ἦν ὁ σοφιστὴς τούτων πότερον, διωμολογημένον ἡμῖν ἐν τοῖς πρόσθεν ἦν.
异乡人:而且,诡辩家属于这两者中的哪一个,我们先前也已经一致同意了。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。