§265ΞΕ. πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ προτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες, τὴν οἰκείαν λιπόντες φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν.
异乡人:那么让我们再次尝试,把提出的类一分为二,沿着被分割部分的右侧一直前行,紧紧抓住与诡辩家的联系,直到剥离他所有共同的特征,留下他固有的本性,并将其主要向我们自己,其次也向那些在本性上与这种方法最亲近的人展示出来。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:对。
ΞΕ. οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι;
异乡人:那么我们当时不是从划分制作术和获得术开始的吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθʼ ἡμῖν;
异乡人:而他曾是在获得术中,在狩猎术、竞技术、商业术和某些此类形式中向我们显现的吧?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. νῦν δέ γʼ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην.
异乡人:但现在,既然模画术已经包围了他,显然我们必须首先将制作术本身一分为二。
ἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλʼ οὐκ αὐτῶν ἑκάστων· ἦ γάρ;
因为模画想必是某种制作,不过我们说,是像的制作,而不是每个实物本身的制作;不是吗?
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. ποιητικῆς δὴ πρῶτον δύʼ ἔστω μέρη.
异乡人:那么首先让制作术有两个部分。
ΘΕΑΙ. ποίω;
泰阿泰德:哪两个?
ΞΕ. τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον.
异乡人:一个是神圣的,另一个是属人的。
ΘΕΑΙ. οὔπω μεμάθηκα.
泰阿泰德:我还未领会。
ΞΕ. ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι.
异乡人:如果我们还记得开头所说的话,我们曾说所有的制作术都是一种能力,它成为使以前不存在的事物后来产生的原因。
ΘΕΑΙ. μεμνήμεθα.
泰阿泰德:我们记得。
ΞΕ. ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα;
异乡人:那么所有的凡俗动物,以及在地上由种子和根生长出来的所有植物,以及在泥土中合成的可熔和不可熔的所有无生命物体——难道我们要说,它们在以前不存在而后来产生,是由于神以外的某位创作者的制作吗?
ἢ τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι—
ΘΕΑΙ. ποίῳ τῳ;
还是使用多数人的信念和说法—— 泰阿泰德:什么样的说法?
ΞΕ. τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης;
异乡人:即自然从某种无思想而自动产生的因中生成它们,还是说它们伴随着来自神的理智和神圣知识而由神产生?
ΘΕΑΙ. ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα.
泰阿泰德:我可能由于年轻,常常在这两者之间动摇;但现在看着你,并推想你认为它们是因神而产生的,我自己也就这样认定了。
ΞΕ. καλῶς γε, ὦ Θεαίτητε.
异乡人:说得好,泰阿泰德。
καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτʼ ἂν χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφʼ ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν.
而且如果我认为你在将来会以其他方式思考,我们现在就会试图用带有必然说服力的论理让你同意;但既然我察觉到你的天性,知道它即使没有来自我们的论理,自身也会走向你现在说被吸引去的地方,那我就不再勉强了;因为这会浪费多余的时间。
ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον.
相反,我将设定:被称为自然产生的事物是由神圣的术制作的,而由人类从这些事物中合成的事物是由属人的术制作的。 根据这个论理,制作术有两个类,一个是属人的,另一个是神圣的。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:对。
ΞΕ. τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις.
异乡人:那么再把这两个中的每一个一分为二。
ΘΕΑΙ. πῶς;
泰阿泰德:如何划分?
§266ΞΕ. οἷον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος.
异乡人:就像那时横向剖开整个制作术一样,而现在则是纵向剖开。
ΘΕΑΙ. τετμήσθω.
泰阿泰德:那就划分吧。
ΞΕ. τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δʼ αὖ τὰ πρὸς θεῶν, θεῖα.
异乡人:这样一来,它的全部部分就成了四个:两个在我们这边,是属人的;两个在神那边,是神圣的。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τὰ δέ γʼ ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν ἀφʼ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δʼ ὑπολοίπω σχεδὸν μάλιστʼ ἂν λεγοίσθην εἰδωλοποιικώ· καὶ κατὰ ταῦτα δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται.
异乡人:但是,如果以另一种方式划分,每个部分中的一个是从每个部分产生实物本身的,而剩下的两个可以说最适合被称为像制作的;而根据这些,制作术再次一分为二。
ΘΕΑΙ. λέγε ὅπῃ ἑκατέρα αὖθις.
泰阿泰德:请再说明每一个是如何划分的。
ΞΕ. ἡμεῖς μέν που καὶ τἆλλα ζῷα καὶ ἐξ ὧν τὰ πεφυκότʼ ἐστίν, πῦρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεοῦ γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα· ἢ πῶς;
异乡人:我想,我们自己和其他动物,以及自然生成物所由构成的元素——火、水和它们的同类——我们都知道它们全都是神的造物,各自被制作完成;还是怎样?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:正是如此。
ΞΕ. τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλʼ οὐκ αὐτὰ παρέπεται, δαιμονίᾳ καὶ ταῦτα μηχανῇ γεγονότα.
异乡人:而在这些每一个中,伴随而生的是像,而不是实物本身,这些也是由一种神妙的设计而产生的。
ΘΕΑΙ. ποῖα;
泰阿泰德:是什么样的?
ΞΕ. τά τε ἐν τοῖς ὕπνοις καὶ ὅσα μεθʼ ἡμέραν φαντάσματα αὐτοφυῆ λέγεται, σκιὰ μὲν ὅταν ἐν τῷ πυρὶ σκότος ἐγγίγνηται, διπλοῦν δὲ ἡνίκʼ ἂν φῶς οἰκεῖόν τε καὶ ἀλλότριον περὶ τὰ λαμπρὰ καὶ λεῖα εἰς ἓν συνελθὸν τῆς ἔμπροσθεν εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἶδος ἀπεργάζηται.
异乡人:梦中的事物,以及白天出现的被称为自然生成的各种幻影:影子——当火中产生黑暗时;而双重光——当其自身的和外来的光在明亮光滑的物体周围合而为一,提供与先前习惯的视觉相反的感受并产生一种形态时。
ΘΕΑΙ. δύο γὰρ οὖν ἐστι ταῦτα θείας ἔργα ποιήσεως, αὐτό τε καὶ τὸ παρακολουθοῦν εἴδωλον ἑκάστῳ.
泰阿泰德:因为这确实是神圣制作的两个工作:实物本身,以及伴随每一个的像。
ΞΕ. τί δὲ τὴν ἡμετέραν τέχνην;
异乡人:那我们的术呢?
ἆρʼ οὐκ αὐτὴν μὲν οἰκίαν οἰκοδομικῇ φήσομεν ποιεῖν, γραφικῇ δέ τινʼ ἑτέραν, οἷον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην;
难道我们不认为,我们通过建筑术建造了房屋本身,而通过绘画术制作了另一个,就像是为醒着的人制作的属人的梦吗?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. οὐκοῦν καὶ τἆλλα οὕτω κατὰ δύο διττὰ ἔργα τῆς ἡμετέρας αὖ ποιητικῆς πράξεως, τὸ μὲν αὐτό, φαμέν,, τὸ δὲ εἴδωλον.
异乡人:那么其他事物也是如此,我们属人的制作活动的产物也是双重的两类:如我们所说,一个是实物本身,另一个是像。
ΘΕΑΙ. νῦν μᾶλλον ἔμαθον, καὶ τίθημι δύο διχῇ ποιητικῆς εἴδει· θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμῆμα, κατὰ δὲ θάτερον τὸ μὲν αὐτῶν ὄν, τὸ δὲ ὁμοιωμάτων τινῶν γέννημα.
泰阿泰德:现在我更明白了,我将制作术分为两个双重的形式:按一种划分是神圣的和属人的,按另一种划分是实物本身和某种相似物的产生。
ΞΕ. τῆς τοίνυν εἰδωλουργικῆς ἀναμνησθῶμεν ὅτι τὸ μὲν εἰκαστικόν, τὸ δὲ φανταστικὸν ἔμελλεν εἶναι γένος, εἰ τὸ ψεῦδος ὄντως ὂν ψεῦδος καὶ τῶν ὄντων ἕν τι φανείη πεφυκός.
异乡人:那么让我们回想一下像制作术,如果有假是真正存在的假,并且是存在物中的一种,那么它就应当有一个似像制作的类和一个显现制作的类。
ΘΕΑΙ. ἦν γὰρ οὖν.
泰阿泰德:确实是这样。
ΞΕ. οὐκοῦν ἐφάνη τε καὶ διὰ ταῦτα δὴ καταριθμήσομεν αὐτὼ νῦν ἀναμφισβητήτως εἴδη δύο;
异乡人:既然它已经显现,由于这些原因,我们现在不是要把它们毫无疑问地列为两个形式吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。