§262ΞΕ. τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν.
异乡人:一种被称为名词,另一种被称为动词。
ΘΕΑΙ. εἰπὲ ἑκάτερον.
泰阿泰德:请说明这二者。
ΞΕ. τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὂν δήλωμα ῥῆμά που λέγομεν.
异乡人:我们大概把针对行为的表示称为动词。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τὸ δέ γʼ ἐπʼ αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτεθὲν ὄνομα.
异乡人:而把针对执行这些行为者本身所赋予的声音记号称为名词。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγομένων οὐκ ἔστι ποτὲ λόγος, οὐδʼ αὖ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων.
异乡人:因此,仅由依次说出的名词决不能构成论说,同样,不带名词而说出的动词也不能构成。
ΘΕΑΙ. ταῦτʼ οὐκ ἔμαθον.
泰阿泰德:这点我没有明白。
ΞΕ. δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι συνωμολόγεις· ἐπεὶ τοῦτʼ αὐτὸ ἐβουλόμην εἰπεῖν, ὅτι συνεχῶς ὧδε λεγόμενα ταῦτα οὐκ ἔστι λόγος.
异乡人:因为很显然,你刚才同意时是在看着别的事情;因为我想要说的正是这一点:这些词如果像这样连续说出来,并不能构成论说。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么说?
ΞΕ. οἷον
βαδίζει
τρέχει
καθεύδει,
καὶ τἆλλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξῆς αὔτʼ εἴπῃ, λόγον οὐδέν τι μᾶλλον ἀπεργάζεται.
异乡人:例如:步跑睡,以及其他所有表示行为的动词,即使有人把它们全部依次说出来,也绝不能产生什么论说。
ΘΕΑΙ. πῶς γάρ;
泰阿泰德:怎么会呢?
ΞΕ. οὐκοῦν καὶ πάλιν ὅταν λέγηται
λέων
ἔλαφος
ἵππος,
ὅσα τε ὀνόματα τῶν τὰς πράξεις αὖ πραττόντων ὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω συνέστη λόγος·
异乡人:同样,如果说:狮鹿马,以及所有作为执行那些行为者的名称而被命名之物,即使这样连续说出来,也还没有构成任何论说。
οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτʼ ἐκείνως πρᾶξιν οὐδʼ ἀπραξίαν οὐδὲ οὐσίαν ὄντος οὐδὲ μὴ ὄντος δηλοῖ τὰ φωνηθέντα, πρὶν ἄν τις τοῖς ὀνόμασι τὰ ῥήματα κεράσῃ.
因为在有人把动词与名词掺和在一起之前,发出的声音无论是以这种方式还是那种方式,都既不表明任何行为,也不表明不行为,亦不表明存在者或非存在者的实体。
τότε δʼ ἥρμοσέν τε καὶ λόγος ἐγένετο εὐθὺς ἡ πρώτη συμπλοκή, σχεδὸν τῶν λόγων ὁ πρῶτός τε καὶ σμικρότατος.
但到了那时,它们就相契合了,并且这第一个结合立刻就成了论说,这可以说是论说中第一个也是最小的一个。
ΘΕΑΙ. πῶς ἄρʼ ὧδε λέγεις;
泰阿泰德:你这究竟是什么意思?
ΞΕ. ὅταν εἴπῃ τις· ἄνθρωπος μανθάνει,
λόγον εἶναι φῂς τοῦτον ἐλάχιστόν τε καὶ πρῶτον;
异乡人:当有人说:人学习,你说这就是最小且第一个论说吗?
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:我会这样说。
ΞΕ. δηλοῖ γὰρ ἤδη που τότε περὶ τῶν ὄντων ἢ γιγνομένων ἢ γεγονότων ἢ μελλόντων, καὶ οὐκ ὀνομάζει μόνον ἀλλά τι περαίνει, συμπλέκων τὰ ῥήματα τοῖς ὀνόμασι.
异乡人:因为在那时,它已经在表明关于存在着、正在生成、已经生成或将要生成的事物,并且不单单是命名,而是通过将动词与名词交织在一起来完成某事。
διὸ λέγειν τε αὐτὸν ἀλλʼ οὐ μόνον ὀνομάζειν εἴπομεν, καὶ δὴ καὶ τῷ πλέγματι τούτῳ τὸ ὄνομα ἐφθεγξάμεθα λόγον.
因此,我们说他是在“说”而不单单是在“命名”,并且我们也对这一织合物赋予了“论说”这一名称。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:正确。
ΞΕ. οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττεν, τὰ δʼ οὔ, καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν οὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπηργάσατο.
异乡人:这样看来,正如事事物物有些相互契合,有些则不契合,音声的记号也是如此,有些不契合,而其中契合的那些则产生出了论说。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:完全是这样。
ΞΕ. ἔτι δὴ σμικρὸν τόδε.
异乡人:还有这么一个小点。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:什么样的小点?
ΞΕ. λόγον ἀναγκαῖον, ὅτανπερ ᾖ, τινὸς εἶναι λόγον, μὴ δὲ τινὸς ἀδύνατον.
异乡人:论说每当存在时,必然是关于某事物的论说,而不关于任何事物是不可能的。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:确实如此。
ΞΕ. οὐκοῦν καὶ ποιόν τινα αὐτὸν εἶναι δεῖ;
异乡人:那么,它也必须具有某种性质吧?
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. προσέχωμεν δὴ τὸν νοῦν ἡμῖν αὐτοῖς.
异乡人:那么让我们自己留神。
ΘΕΑΙ. δεῖ γοῦν.
泰阿泰德:确实应该。
ΞΕ. λέξω τοίνυν σοι λόγον συνθεὶς πρᾶγμα πράξει διʼ ὀνόματος καὶ ῥήματος· ὅτου δʼ ἂν ὁ λόγος ᾖ, σύ μοι φράζειν.
异乡人:那么,我通过名词和动词将事情与行为结合起来,对你说一个论说;这个论说是关于什么的,请你告诉我。