Humanitext Reader

柏拉图 · 智者篇 §260-261

论说的成立与名称结合的考察

第 26 段,共 30 段 · 希腊语

内容简介

异乡人强调,正是因为论说(logos)是通过诸形相的结合而产生的,哲学才成为可能;为了考察虚假的论说和信念是如何产生的,他开始分析名称的契合关系。

§260ΞΕ. σκόπει τοίνυν ὡς ἐν καιρῷ νυνδὴ τοῖς τοιούτοις διεμαχόμεθα καὶ προσηναγκάζομεν ἐᾶν ἕτερον ἑτέρῳ μείγνυσθαι.
异乡人:那么请考虑一下,我们刚才同这样的人战斗,强迫他们允许一个事物与另一个事物相结合,是多么地合乎时宜。
ΘΕΑΙ. πρὸς δὴ τί;
泰阿泰德:这究竟是为了什么呢?
ΞΕ. πρὸς τὸ τὸν λόγον ἡμῖν τῶν ὄντων ἕν τι γενῶν εἶναι.
异乡人:为了使论说对我们而言成为存在着的诸属之一。
τούτου γὰρ στερηθέντες, τὸ μὲν μέγιστον, φιλοσοφίας ἂν στερηθεῖμεν· ἔτι δʼ ἐν τῷ παρόντι δεῖ λόγον ἡμᾶς διομολογήσασθαι τί ποτʼ ἔστιν, εἰ δὲ ἀφῃρέθημεν αὐτὸ μηδʼ εἶναι τὸ παράπαν, οὐδὲν ἂν ἔτι που λέγειν οἷοί τʼ ἦμεν.
因为如果我们被剥夺了这一点,最严重的是,我们将被剥夺哲学;此外,在目前,我们必须共同约定论说究竟是什么,但如果我们被剥夺了它,以至于它根本不存在,我们就再也不能说任何话了。
ἀφῃρέθημεν δʼ ἄν, εἰ συνεχωρήσαμεν μηδεμίαν εἶναι μεῖξιν μηδενὶ πρὸς μηδέν.
而如果我们承认没有任何东西与任何别的东西有任何结合,我们就会被剥夺它。
ΘΕΑΙ. ὀρθῶς τοῦτό γε· λόγον δὲ διʼ ὅτι νῦν διομολογητέον οὐκ ἔμαθον.
泰阿泰德:这确实没错;但我不明白为什么现在必须就论说达成约定。
ΞΕ. ἀλλʼ ἴσως τῇδʼ ἑπόμενος ῥᾷστʼ ἂν μάθοις.
异乡人:不过,如果你跟着这条路径走,也许最容易理解。
ΘΕΑΙ. πῇ;
泰阿泰德:怎么走?
ΞΕ. τὸ μὲν δὴ μὴ ὂν ἡμῖν ἕν τι τῶν ἄλλων γένος ὂν ἀνεφάνη, κατὰ πάντα τὰ ὄντα διεσπαρμένον.
异乡人:事实上,“非存在”已经向我们显现为其他诸属之中的一个属,散布在所有存在者之中。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:确实如此。
ΞΕ. οὐκοῦν τὸ μετὰ τοῦτο σκεπτέον εἰ δόξῃ τε καὶ λόγῳ μείγνυται.
异乡人:因此,在这之后,我们必须考察它是否与信念和论说相结合。
ΘΕΑΙ. τί δή;
泰阿泰德:为什么呢?
ΞΕ. μὴ μειγνυμένου μὲν αὐτοῦ τούτοις ἀναγκαῖον ἀληθῆ πάντʼ εἶναι, μειγνυμένου δὲ δόξα τε ψευδὴς γίγνεται καὶ λόγος·
异乡人:如果它不与这些相结合,一切就必然都是真实的;但如果它相结合,就会产生虚假的信念和虚假的论说。
τὸ γὰρ τὰ μὴ ὄντα δοξάζειν ἢ λέγειν, τοῦτʼ ἔστι που τὸ ψεῦδος ἐν διανοίᾳ τε καὶ λόγοις γιγνόμενον.
因为,认为或说出那些不存在的事物,这大概就是在思想和论说中产生的虚假。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:确实如此。
ΞΕ. ὄντος δέ γε ψεύδους ἔστιν ἀπάτη.
异乡人:只要虚假存在,欺骗就存在。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ μὴν ἀπάτης οὔσης εἰδώλων τε καὶ εἰκόνων ἤδη καὶ φαντασίας πάντα ἀνάγκη μεστὰ εἶναι.
异乡人:而且,只要欺骗存在,一切就必然已经充满了幻像、肖像以及显现。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不如此呢?
ΞΕ. τὸν δέ γε σοφιστὴν ἔφαμεν ἐν τούτῳ που τῷ τόπῳ καταπεφευγέναι μέν, ἔξαρνον δὲ γεγονέναι τὸ παράπαν μηδʼ εἶναι ψεῦδος·
异乡人:而至于诡辩家,我们曾说他逃避到了这个领域,并且完全否认虚假的存在。
τὸ γὰρ μὴ ὂν οὔτε διανοεῖσθαί τινα οὔτε λέγειν· οὐσίας γὰρ οὐδὲν οὐδαμῇ τὸ μὴ ὂν μετέχειν.
因为他说,“非存在”是任何人都不能思考也不能说出来的,因为“非存在”绝不在任何方面分有实体。
ΘΕΑΙ. ἦν ταῦτα.
泰阿泰德:确实是这样。
ΞΕ. νῦν δέ γε τοῦτο μὲν ἐφάνη μετέχον τοῦ ὄντος, ὥστε ταύτῃ μὲν ἴσως οὐκ ἂν μάχοιτο ἔτι· τάχα δʼ ἂν φαίη τῶν εἰδῶν τὰ μὲν μετέχειν τοῦ μὴ ὄντος, τὰ δʼ οὔ, καὶ λόγον δὴ καὶ δόξαν εἶναι τῶν οὐ μετεχόντων, ὥστε τὴν εἰδωλοποιικὴν καὶ φανταστικήν, ἐν ᾗ φαμεν αὐτὸν εἶναι, διαμάχοιτʼ ἂν πάλιν ὡς παντάπασιν οὐκ ἔστιν, ἐπειδὴ δόξα καὶ λόγος οὐ κοινωνεῖ τοῦ μὴ ὄντος·
异乡人:但现在,既然这已经被证明分有了“存在”,所以在这方面他或许不会再争辩了;但他可能会立刻说,在诸形相中,有些分有“非存在”,有些则不分有,而论说和信念正是属于那些不分有的。 因此,对于我们说他身处其中的肖像制作术和显现术,他会再次极力争辩说它完全不存在,因为信念和论说并不与“非存在”交往。
ψεῦδος γὰρ τὸ παράπαν οὐκ εἶναι ταύτης μὴ συνισταμένης τῆς κοινωνίας.
因为他会说,只要这种交往没有确立,虚假就根本不存在。
§261ΞΕ. διὰ ταῦτʼ οὖν λόγον πρῶτον καὶ δόξαν καὶ φαντασίαν διερευνητέον ὅτι ποτʼ ἔστιν, ἵνα φανέντων καὶ τὴν κοινωνίαν αὐτῶν τῷ μὴ ὄντι κατίδωμεν, κατιδόντες δὲ τὸ ψεῦδος ὂν ἀποδείξωμεν, ἀποδείξαντες δὲ τὸν σοφιστὴν εἰς αὐτὸ ἐνδήσωμεν, εἴπερ ἔνοχός ἐστιν, ἢ καὶ ἀπολύσαντες ἐν ἄλλῳ γένει ζητῶμεν.
异乡人:正因为这些原因,我们必须首先彻底探究论说、信念和显现究竟是什么,以便在它们显明之后,我们也能够看清它们与 “非存在”的交往;看清之后,我们要证明虚假是存在的,证明之后,我们要把诡辩家扣押在其中,如果他确实有罪的话;否则我们就放走他,在另一个属中寻找他。
ΘΕΑΙ. κομιδῇ δέ γε, ὦ ξένε, ἔοικεν ἀληθὲς εἶναι τὸ περὶ τὸν σοφιστὴν κατʼ ἀρχὰς λεχθέν, ὅτι δυσθήρευτον εἴη τὸ γένος.
泰阿泰德:异乡人,看来最初关于诡辩家所说的那句话是完全正确的,即这个属是很难捕捉的。
φαίνεται γὰρ οὖν προβλημάτων γέμειν, ὧν ἐπειδάν τι προβάλῃ, τοῦτο πρότερον ἀναγκαῖον διαμάχεσθαι πρὶν ἐπʼ αὐτὸν ἐκεῖνον ἀφικέσθαι.
因为他显然充满了难题,每当他抛出一个难题,在触及他本人之前,就必须先和这个难题斗争。
νῦν γὰρ μόγις μὲν τὸ μὴ ὂν ὡς οὐκ ἔστι προβληθὲν διεπεράσαμεν, ἕτερον δὲ προβέβληται, καὶ δεῖ δὴ ψεῦδος ὡς ἔστι καὶ περὶ λόγον καὶ περὶ δόξαν ἀποδεῖξαι, καὶ μετὰ τοῦτο ἴσως ἕτερον, καὶ ἔτʼ ἄλλο μετʼ ἐκεῖνο· καὶ πέρας, ὡς ἔοικεν, οὐδὲν φανήσεταί ποτε.
因为刚才我们才勉强解决了“非存在不存在”这一抛出的难题,现在另一个难题又被抛了出来,我们必须证明虚假存在于论说和信念之中,在这之后也许还会有另一个,在那之后还会有另一个;看来,永远也不会出现终点了。
ΞΕ. θαρρεῖν, ὦ Θεαίτητε, χρὴ τὸν καὶ σμικρόν τι δυνάμενον εἰς τὸ πρόσθεν ἀεὶ προϊέναι.
异乡人:泰阿泰德,只要能总是向前迈进哪怕一点点,就必须保持勇气。
τί γὰρ ὅ γʼ ἀθυμῶν ἐν τούτοις δράσειεν ἂν ἐν ἄλλοις, ἢ μηδὲν ἐν ἐκείνοις ἀνύτων ἢ καὶ πάλιν εἰς τοὔπισθεν ἀπωσθείς;
因为在这些事情上丧失勇气的人,在别的事情上能做什么呢? 在那些事情上要么一无所获,要么又被推回原处。
σχολῇ που, τὸ κατὰ τὴν παροιμίαν λεγόμενον, ὅ γε τοιοῦτος ἄν ποτε ἕλοι πόλιν.
正如俗话所说,这样的人很难攻下一座城池。
νῦν δʼ ἐπεί, ὠγαθέ, τοῦτο ὃ λέγεις διαπεπέρανται, τό τοι μέγιστον ἡμῖν τεῖχος ᾑρημένον ἂν εἴη, τὰ δʼ ἄλλα ἤδη ῥᾴω καὶ σμικρότερα.
但现在,好朋友,既然你所说的这个难关已经被攻克,那么对我们来说,最伟大的城墙已经被夺取,剩下的事情现在就更容易、更渺小了。
ΘΕΑΙ. καλῶς εἶπες.
泰阿泰德:说得好。
ΞΕ. λόγον δὴ πρῶτον καὶ δόξαν, καθάπερ ἐρρήθη νυνδή, λάβωμεν, ἵνα ἐναργέστερον ἀπολογισώμεθα πότερον αὐτῶν ἅπτεται τὸ μὴ ὂν ἢ παντάπασιν ἀληθῆ μέν ἐστιν ἀμφότερα ταῦτα, ψεῦδος δὲ οὐδέποτε οὐδέτερον.
异乡人:那么,正如刚才所说,让我们首先拿来论说和信念,以便更清楚地推算出来,是“非存在”触及了它们,还是这两者都完全是真实的,而任何一个都绝不可能是虚假的。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:对。
ΞΕ. φέρε δή, καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων ἐλέγομεν, περὶ τῶν ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα.
异乡人:来吧,正如我们讨论过形相和字母一样,让我们也以同样的方式再次考察名称。
φαίνεται γάρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον.
因为现在所探求的东西看来就在这个方向上。
ΘΕΑΙ. τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον;
泰阿泰德:那么,关于名称我们应当听取什么样的事呢?
ΞΕ. εἴτε πάντα ἀλλήλοις συναρμόττει εἴτε μηδέν, εἴτε τὰ μὲν ἐθέλει, τὰ δὲ μή.
异乡人:是所有名称都相互契合,还是一个也不契合,还是有些愿意契合而有些不愿意。
ΘΕΑΙ. δῆλον τοῦτό γε, ὅτι τὰ μὲν ἐθέλει, τὰ δʼ οὔ.
泰阿泰德:这显然很清楚,有些愿意而有些不愿意。
ΞΕ. τὸ τοιόνδε λέγεις ἴσως, ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα καὶ δηλοῦντά τι συναρμόττει, τὰ δὲ τῇ συνεχείᾳ μηδὲν σημαίνοντα ἀναρμοστεῖ.
异乡人:你大概是这个意思:那些依次说出并表明某种意义的名称是相契合的,而那些虽然连续却不表示任何意义的名称则不相契合。
ΘΕΑΙ. πῶς τί τοῦτʼ εἶπας;
泰阿泰德:这是怎么回事?
ΞΕ. ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν.
你这是什么意思? 异乡人:正如我以为你领会并同意的那样。
ἔστι γὰρ ἡμῖν που τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος.
因为我们通过声音对存在进行表明,大概有两种类型。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么分?

词汇与语法注释

  1. 260aὡς ἐν καιρῷ νυνδὴ τοῖς τοιούτοις διεμαχόμεθα — ὡς 作为叹词性副词(意为“多么……”)引导间接感叹句。ἐν καιρῷ 是副词性短语,意为“合乎时宜地”或“在恰当的时候”。
  2. 260aπρὸς τὸ τὸν λόγον ἡμῖν τῶν ὄντων ἕν τι γενῶν εἶναι — 前置词 πρὸς 加上冠词不定式 τὸ ... εἶναι 表示目的或方向。τὸν λόγον 是不定式 εἶναι 的主格(对格形式主语),而 τῶν ὄντων 是部分属格,修饰 γενῶν。
  3. 260bἀφῃρέθημεν δʼ ἄν, εἰ συνεχωρήσαμεν μηδεμίαν εἶναι μεῖξιν μηδενὶ πρὸς μηδέν — 虚拟(非事实)条件句(εἰ + 直陈式过去时 [συνεχωρήσαμεν] ... ἂν + 直陈式过去时 [ἀφῃρέθημεν]),表示与过去(或现在)相反的假设。它强调了由于假设形相不结合而导致的毁灭性后果(失去哲学与论说)。
  4. 260eταύτης μὴ συνισταμένης τῆς κοινωνίας — 带否定词 μὴ 的属格独立结构(Genitive Absolute),表示假设性条件:“如果这种交往不能确立”。
  5. 261aἵνα φανέντων καὶ τὴν κοινωνίαν αὐτῶν τῷ μὴ ὄντι κατίδωμεν — 在由 ἵνα ... κατίδωμεν(虚拟语气)引导的目的从句中,嵌入了属格独立结构 φανέντων。其逻辑主语(论说、信念、显现)在文脉中很明确,因而被省略。αὐτῶν 是属格,修饰 τὴν κοινωνίαν。
  6. 261bὧν ἐπειδάν τι προβάλῃ, τοῦτο πρότερον ἀναγκαῖον διαμάχεσθαι πρὶν ἐπʼ αὐτὸν ἐκεῖνον ἀφικέσθαι — 关系代词 ὧν 是属格,指代先行词 προβλημάτων(难题)。ἐπειδάν 引导一般性条件从句(“每当他抛出某个问题时”)。πρὶν 后接不定式(ἀφικέσθαι),表示时间上的界限:“在到达他本人之前”。

引用这一段

柏拉图, 智者篇 §260-261. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:260-261

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。