Humanitext Reader

柏拉图 · 智者篇 §259

关于非存在的结论与构成论说的形相结合

第 25 段,共 30 段 · 希腊语

内容简介

异乡人论证了“存在”与“差异”的相互结合,使得“非存在”在多重意义上得以确立。他排除了肤浅的语言对立,指出诸形相之间的结合才是使我们产生论说的基础。

§259ΞΕ. μὴ τοίνυν ἡμᾶς εἴπῃ τις ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν.
异乡人:因此,不要让任何人说,我们是通过宣告“非存在”是“存在”的相反者,而竟敢说它存在。
ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν, εἴτʼ ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον·
因为对于它的某种相反者,我们早已不予理会,无论它存在与否,是有理可循还是完全不可理喻。
ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας, ἢ μέχριπερ ἂν ἀδυνατῇ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέγομεν, ὅτι συμμείγνυταί τε ἀλλήλοις τὰ γένη καὶ τό τε ὂν καὶ θάτερον διὰ πάντων καὶ διʼ ἀλλήλων διεληλυθότε τὸ μὲν ἕτερον μετασχὸν τοῦ ὄντος ἔστι μὲν διὰ ταύτην τὴν μέθεξιν, οὐ μὴν ἐκεῖνό γε οὗ μετέσχεν ἀλλʼ ἕτερον, ἕτερον δὲ τοῦ ὄντος ὂν ἔστι σαφέστατα ἐξ ἀνάγκης εἶναι μὴ ὄν·
但至于我们现在所说的那个“非存在”,要么有人通过驳倒我们来证明我们说得不对,要么只要他无能为力,他也必须像我们所说的那样承认:即诸属之间是相互交往的,并且“存在”与“差异”两者已经穿过了一切并穿过了彼此,从而“差异”由于分有了“存在”,确实因这一分有而存在,但它绝不是它所分有的那个东西本身,而是与之不同的东西;而既然它是不同于“存在”的东西,它就极其显然地、必然地是 “非存在”。
τὸ δὲ ὂν αὖ θατέρου μετειληφὸς ἕτερον τῶν ἄλλων ἂν εἴη γενῶν, ἕτερον δʼ ἐκείνων ἁπάντων ὂν οὐκ ἔστιν ἕκαστον αὐτῶν οὐδὲ σύμπαντα τὰ ἄλλα πλὴν αὐτό, ὥστε τὸ ὂν ἀναμφισβητήτως αὖ μυρία ἐπὶ μυρίοις οὐκ ἔστι, καὶ τἆλλα δὴ καθʼ ἕκαστον οὕτω καὶ σύμπαντα πολλαχῇ μὲν ἔστι, πολλαχῇ δʼ οὐκ ἔστιν.
反过来,“存在”由于也分有了“差异”,应当不同于其他诸属;由于它不同于所有那些属,它既不是它们中的每一个,也不是除自身以外的其他全部。 因此,“存在”反过来也毫无争议地在无数的事情上不存在;而且其他一切事物,无论是单个来看还是整体来看,都是如此,在许多方面存在,又在许多方面不存在。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。
ΞΕ. καὶ ταύταις δὴ ταῖς ἐναντιώσεσιν εἴτε ἀπιστεῖ τις, σκεπτέον αὐτῷ καὶ λεκτέον βέλτιόν τι τῶν νῦν εἰρημένων· εἴτε ὥς τι χαλεπὸν κατανενοηκὼς χαίρει τοτὲ μὲν ἐπὶ θάτερα τοτὲ δʼ ἐπὶ θάτερα τοὺς λόγους ἕλκων, οὐκ ἄξια πολλῆς σπουδῆς ἐσπούδακεν, ὡς οἱ νῦν λόγοι φασί.
异乡人:如果有人不相信这些对立关系,他必须亲自考察,并说出比现在所说的更好的道理;或者,如果他以为自己理解了某种困难的事,而乐于把论证一会儿拉向这一边,一会儿拉向那一边,那么正如我们现在的论说所表明的,他所热衷的事情并不值得多大重视。
τοῦτο μὲν γὰρ οὔτε τι κομψὸν οὔτε χαλεπὸν εὑρεῖν, ἐκεῖνο δʼ ἤδη καὶ χαλεπὸν ἅμα καὶ καλόν.
因为发现这一点既不巧妙也不困难,而那另一件事物才既困难又美妙。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:哪一件事?
ΞΕ. ὃ καὶ πρόσθεν εἴρηται, τὸ ταῦτα ἐάσαντα ὡς δυνατὰ τοῖς λεγομένοις οἷόν τʼ εἶναι καθʼ ἕκαστον ἐλέγχοντα ἐπακολουθεῖν, ὅταν τέ τις ἕτερον ὄν πῃ ταὐτὸν εἶναι φῇ καὶ ὅταν ταὐτὸν ὂν ἕτερον, ἐκείνῃ καὶ κατʼ ἐκεῖνο ὅ φησι τούτων πεπονθέναι πότερον.
异乡人:就是先前也已经说过的:把这些作为可能发生的事撇在一边,而能够紧跟对方所说的话,逐一进行考察和反驳,当有人在某种意义上说“差异者”是“相同者”,或者说“相同者”是“差异者”时,就在那样的意义上、根据那样的观点去审视,他是指这两者中的哪一个经历了这种状况。
τὸ δὲ ταὐτὸν ἕτερον ἀποφαίνειν ἁμῇ γέ πῃ καὶ τὸ θάτερον ταὐτὸν καὶ τὸ μέγα σμικρὸν καὶ τὸ ὅμοιον ἀνόμοιον, καὶ χαίρειν οὕτω τἀναντία ἀεὶ προφέροντα ἐν τοῖς λόγοις, οὔτε τις ἔλεγχος οὗτος ἀληθινὸς ἄρτι τε τῶν ὄντων τινὸς ἐφαπτομένου δῆλος νεογενὴς ὤν.
但是,以某种方式把相同者展示为差异者,把差异者展示为相同者,把大展示为小,把相似展示为不相似,并且乐于如此在论说中总是提出相反者,这既不是什么真正的反驳,也显然是一个刚刚开始接触存在者的人所表现出的幼稚。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. καὶ γάρ, ὠγαθέ, τό γε πᾶν ἀπὸ παντὸς ἐπιχειρεῖν ἀποχωρίζειν ἄλλως τε οὐκ ἐμμελὲς καὶ δὴ καὶ παντάπασιν ἀμούσου τινὸς καὶ ἀφιλοσόφου.
异乡人:因为,好朋友,企图把一切事物与一切事物分离开来,不仅在其他方面是不谐调的,而且也完全是某种缺乏教养且不爱智慧的人的特征。
ΘΕΑΙ. τί δή;
泰阿泰德:为什么?
ΞΕ. τελεωτάτη πάντων λόγων ἐστὶν ἀφάνισις τὸ διαλύειν ἕκαστον ἀπὸ πάντων·
异乡人:因为把每一个事物从一切事物中解离出来,是所有论说的最彻底的毁灭。
διὰ γὰρ τὴν ἀλλήλων τῶν εἰδῶν συμπλοκὴν ὁ λόγος γέγονεν ἡμῖν.
因为正是由于诸形相彼此之间的结合,论说才对我们产生。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。

词汇与语法注释

  1. 259aδιὰ πάντων καὶ διʼ ἀλλήλων διεληλυθότε — διεληλυθότε 是完成时主动分词的双数主格形式,与主语 τό τε ὂν καὶ θάτερον(“存在”与“差异”两者)一致。它在句中起修饰作用,解释了随后断言的基础。
  2. 259aἕτερον δʼ ἐκείνων ἁπάντων ὂν οὐκ ἔστιν ἕκαστον αὐτῶν οὐδὲ σύμπαντα τὰ ἄλλα πλὴν αὐτό — 助词 πλήν 起前置词作用,支配宾格(或与主语 τὸ ὄν 同格的主格),意为“除自身以外”。整个结构形成了双重否定:“既不是它们中的每一个,也不是除自身以外的其他全部。”
  3. 259cτὸ ταῦτα ἐάσαντα ὡς δυνατὰ τοῖς λεγομένοις οἷόν τʼ εἶναι — 分词 ἐάσαντα(宾格阳性单数)与不定式 οἷόν τʼ εἶναι 的默示主语(一般指代人)一致,因为在一般陈述中,不定式的主语习惯上用宾格表示。短语 ὡς δυνατά 意为“作为可能发生的事”(指口头争端)。
  4. 259dἄρτι τε τῶν ὄντων τινὸς ἐφαπτομένου δῆλος νεογενὴς ὤν — 短语 τῶν ὄντων τινὸς ἐφαπτομένου 是属格独立结构,其中隐含的主语是“开始接触存在者的人”。主句使用了形容词 δῆλος 搭配分词 ὤν 的人称结构,意为“显然是……”。
  5. 259eδιὰ γὰρ τὴν ἀλλήλων τῶν εἰδῶν συμπλοκὴν ὁ λόγος γέγονεν ἡμῖν — 相互代词属格 ἀλλήλων 修饰或同格置于属格名词 τῶν εἰδῶν(“形相之间”)之前。它们共同修饰名词 συμπλοκήν(“结合、交织”),从而构成了“诸形相彼此之间的结合”这一语义。

引用这一段

柏拉图, 智者篇 §259. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:259

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。