§241ΞΕ. καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται τά τε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι.
异乡人:而且,我认为,虚假言论也会同样以相同的方式被认定为是:说存在之物不存在,而说不存在之物存在。
ΘΕΑΙ. πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο;
泰阿泰德:因为除此之外,它怎么会成为这样的呢?
ΞΕ. σχεδὸν οὐδαμῶς·
异乡人:几乎不可能。
ἀλλὰ ταῦτα ὁ σοφιστὴς οὐ φήσει.
但是诡辩家不会承认这些。
ἢ τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν προσδιωμολογημένα ᾖ τὰ πρὸ τούτων ὁμολογηθέντα;
或者说,当在此之前同意过的事情已经被预先确认时,任何心智健全的人还有什么办法去妥协呢?
μανθάνομεν, ὦ Θεαίτητε, ἃ λέγει;
泰阿泰德,我们明白他所说的话吗?
ΘΕΑΙ. πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν ἐν δόξαις τε καὶ κατὰ λόγους;
泰阿泰德:怎么会不明白呢? 因为他会说,我们竟敢说虚假存在于意见和言论中,这与我们刚才说的话相反。
τῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.
因为他说我们多次被迫把“存在”附加给“不存在”,而我们刚才却共同承认这是所有事情中最不可能的。
ΞΕ. ὀρθῶς ἀπεμνημόνευσας.
异乡人:你记忆得很正确。
ἀλλʼ ὅρα δὴ τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι·
但现在且看对那诡辩家应该怎么办。
τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί.
因为你看到了,如果我们把他安置在虚假制造者和巫师的技术中来搜寻他,那么反驳和难点是多么容易产生且数量繁多。
ΘΕΑΙ. καὶ μάλα.
泰阿泰德:确实非常多。
ΞΕ. μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν ὡς ἔπος εἰπεῖν ἀπεράντων.
异乡人:因此,我们只是通过了其中的一小部分,而它们,可谓是无限的。
ΘΕΑΙ. ἀδύνατόν γʼ ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.
泰阿泰德:看来,如果这些情况是这样的话,捉住诡辩家确实是不可能的。
ΞΕ. τί οὖν;
异乡人:那么怎么办?
οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες;
我们现在就要这样软弱下去,就此退缩吗?
ΘΕΑΙ. οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν οἷοί τʼ ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.
泰阿泰德:我绝不说应当如此,哪怕我们只能在微小的程度上,以某种方式抓住那个人。
ΞΕ. ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυροῦ λόγου;
异乡人:那么,如果我们能以某种方式,哪怕稍微从如此强有力的论证中挣脱出来,你会原谅我并像你刚才说的那样感到满足吗?
ΘΕΑΙ. πῶς γὰρ οὐχ ἕξω;
泰阿泰德:怎么会不呢?
ΞΕ. τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε.
异乡人:那么,有一件事我还要恳求你。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:什么样的事?
ΞΕ. μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.
异乡人:请不要以为我成了一个类似杀父仇人那样的人。
ΘΕΑΙ. τί δή;
泰阿泰德:这又是为什么?
ΞΕ. τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ.
异乡人:因为为了自卫,我们将不得不去检验我们父亲巴门尼德的学说,并强行论证不存在之物在某种程度上存在,而存在之物反过来在某种程度上不存在。
ΘΕΑΙ. φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις.
泰阿泰德:看来,这种事情在言论中是必须彻底争论的。
ΞΕ. πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ;
异乡人:怎么会不明显呢? 正如俗话所说,这连瞎子也看得出来。
τούτων γὰρ μήτʼ ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων ἢ δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, ἢ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά γʼ ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.
因为如果不把这些问题予以驳斥或达成共识,那么任何人在谈论虚假言论或意见时,无论是谈论肖像、相似物、模仿物,还是谈论幻影本身,亦或谈论所有与这些相关的技术时,都会被迫说出与自己相反的话,从而难以避免被人嘲笑。
ΘΕΑΙ. ἀληθέστατα.
泰阿泰德:确实最真实。
§242ΞΕ. διὰ ταῦτα μέντοι τολμητέον ἐπιτίθεσθαι τῷ πατρικῷ λόγῳ νῦν, ἢ τὸ παράπαν ἐατέον, εἰ τοῦτό τις εἴργει δρᾶν ὄκνος.
异乡人:正是由于这些原因,我们现在必须勇于去挑战父亲的学说,或者,如果某种迟疑阻碍了我们这样做,我们就必须完全放弃它。
ΘΕΑΙ. ἀλλʼ ἡμᾶς τοῦτό γε μηδὲν μηδαμῇ εἴρξῃ.
泰阿泰德:但愿这种迟疑决不会在任何方面阻碍我们。
ΞΕ. τρίτον τοίνυν ἔτι σε σμικρόν τι παραιτήσομαι.
异乡人:那么,我还想向你请求第三件微小的事情。
ΘΕΑΙ. λέγε μόνον.
泰阿泰德:请说就是。
ΞΕ. εἶπόν που νυνδὴ λέγων ὡς πρὸς τὸν περὶ ταῦτʼ ἔλεγχον ἀεί τε ἀπειρηκὼς ἐγὼ τυγχάνω καὶ δὴ καὶ τὰ νῦν.
异乡人:我想我刚才在说话时曾说过,对于关于这些问题的反驳,我总是感到无能为力,而现在尤其如此。
ΘΕΑΙ. εἶπες.
泰阿泰德:您说过。
ΞΕ. φοβοῦμαι δὴ τὰ εἰρημένα, μή ποτε διὰ ταῦτά σοι μανικὸς εἶναι δόξω παρὰ πόδα μεταβαλὼν ἐμαυτὸν ἄνω καὶ κάτω.
异乡人:所以我害怕由于我所说的话,会让你觉得我是个疯子,因为我转瞬之间就改变了立场,颠来倒去。
σὴν γὰρ δὴ χάριν ἐλέγχειν τὸν λόγον ἐπιθησόμεθα, ἐάνπερ ἐλέγχωμεν.
要知道,如果我们要去检验这个学说,这可完全是为了你。
ΘΕΑΙ. ὡς τοίνυν ἔμοιγε μηδαμῇ δόξων μηδὲν πλημμελεῖν, ἂν ἐπὶ τὸν ἔλεγχον τοῦτον καὶ τὴν ἀπόδειξιν ἴῃς, θαρρῶν ἴθι τούτου γε ἕνεκα.
泰阿泰德:因此,如果您致力于这项反驳和证明,对我来说您绝不会显得有任何失当。 就此而言,请放心地进行吧。
ΞΕ. φέρε δή, τίνα ἀρχήν τις ἂν ἄρξαιτο παρακινδυνευτικοῦ λόγου;
异乡人:那么,我们要从一个冒险的论证的何种起点开始呢?
δοκῶ μὲν γὰρ τήνδʼ, ὦ παῖ, τὴν ὁδὸν ἀναγκαιοτάτην ἡμῖν εἶναι τρέπεσθαι.
孩子,我认为,走这条路对我们来说是最必不可少的。
ΘΕΑΙ. ποίαν δή;
泰阿泰德:究竟是什么样的路?
ΞΕ. τὰ δοκοῦντα νῦν ἐναργῶς ἔχειν ἐπισκέψασθαι πρῶτον μή πῃ τεταραγμένοι μὲν ὦμεν περὶ ταῦτα, ῥᾳδίως δʼ ἀλλήλοις ὁμολογῶμεν ὡς εὐκρινῶς ἔχοντες.
异乡人:首先检验那些现在看来显而易见的事情,免得我们在这些事情上其实陷入了混乱,却又轻易地互相赞同,仿佛已经弄得清清楚楚。
ΘΕΑΙ. λέγε σαφέστερον ὃ λέγεις.
泰阿泰德:请把您说的话说得更明白些。
ΞΕ. εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι καὶ πᾶς ὅστις πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι πόσα τε καὶ ποῖά ἐστιν.
异乡人:在我看来,巴门尼德,以及任何曾着手界定存在之物有多少、是什么样的人,都对我们讲得太随便了。
ΘΕΑΙ. πῇ;
泰阿泰德:在何种意义上?
ΞΕ. μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν, ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι· τὸ δὲ παρʼ ἡμῖν Ἐλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις.
异乡人:在我看来,他们每个人都仿佛把我们当成小孩子,对我们讲着某种神话:一个说存在之物有三个,它们中的某些在某些时候互相争斗,在另一些时候又变得友好,并带来了结合、生育和对后代的抚育;而另一个说有两个——湿与干,或热与冷——并让他们同居、联姻;而我们那里的爱利亚学派,从色诺芬尼甚至更早开始,就在“被称为万物的东西是一体”的假设下,如此展开他们的神话。
Ἰάδες δὲ καὶ Σικελαί τινες ὕστερον Μοῦσαι συνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται.
后来,某些爱奥尼亚和西西里的缪斯意识到,最安全的方式是将两者结合起来,并说存在之物既是多也是一,且被仇恨和友谊所维系。