§243ΞΕ. διαφερόμενον γὰρ ἀεὶ συμφέρεται, φασὶν αἱ συντονώτεραι τῶν Μουσῶν· αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπʼ ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι.
异乡人:“因为相异之物总是结合在一起,”较严肃的缪斯如此说;而较温和的缪斯则放宽了“这些事情必须总是如此”的要求,她们轮流着说:有时万物是一体的,且在阿佛洛狄忒的作用下相亲,有时则是多体的,且由于某种争斗而自相敌对。
ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν· ἐκεῖνο δὲ ἀνεπίφθονον ἀποφήνασθαι—
ΘΕΑΙ. τὸ ποῖον;
现在,在这些人当中,是否有人真正说出了真相,对此进行评判是困难的,而且对如此伟大和古老的人们进行指责也是失礼的;但是,表明以下这一点则是不会引起反感的—— 泰阿泰德:什么样的事?
ΞΕ. ὅτι λίαν τῶν πολλῶν ἡμῶν ὑπεριδόντες ὠλιγώρησαν· οὐδὲν γὰρ φροντίσαντες εἴτʼ ἐπακολουθοῦμεν αὐτοῖς λέγουσιν εἴτε ἀπολειπόμεθα, περαίνουσι τὸ σφέτερον αὐτῶν ἕκαστοι.
异乡人:那就是他们太轻视我们大众,对我们不加理会;因为他们根本不在乎我们是否跟得上他们所说的话,还是被落在了后面,每个人都在只管完成他们自己的论证。
ΘΕΑΙ. πῶς λέγεις;
泰阿泰德:您怎么说?
ΞΕ. ὅταν τις αὐτῶν φθέγξηται λέγων ὡς ἔστιν ἢ γέγονεν ἢ γίγνεται πολλὰ ἢ ἓν ἢ δύο, καὶ θερμὸν αὖ ψυχρῷ συγκεραννύμενον, ἄλλοθί πῃ διακρίσεις καὶ συγκρίσεις ὑποτιθείς, τούτων, ὦ Θεαίτητε, ἑκάστοτε σύ τι πρὸς θεῶν συνίης ὅτι λέγουσιν;
异乡人:每当他们中有人发声,说存在着、或已经产生、或正在生成的是“多”或“一”或“二”,以及热与冷再次相混,并在其他地方假设了分离与结合——泰阿泰德,凭神起誓,你每次真的明白他们说的是什么吗?
ἐγὼ μὲν γὰρ ὅτε μὲν ἦν νεώτερος, τοῦτό τε τὸ νῦν ἀπορούμενον ὁπότε τις εἴποι, τὸ μὴ ὄν, ἀκριβῶς ᾤμην συνιέναι.
对我自己来说,当我年轻的时候,每当有人说起现在这个让我们困惑的词——“不存在之物”——时,我曾以为自己完全明白。
νῦν δὲ ὁρᾷς ἵνʼ ἐσμὲν αὐτοῦ πέρι τῆς ἀπορίας.
但现在,你看到了关于它我们的困惑处于何种境地。
ΘΕΑΙ. ὁρῶ.
泰阿泰德:我看到了。
ΞΕ. τάχα τοίνυν ἴσως οὐχ ἧττον κατὰ τὸ ὂν ταὐτὸν τοῦτο πάθος εἰληφότες ἐν τῇ ψυχῇ περὶ μὲν τοῦτο εὐπορεῖν φαμεν καὶ μανθάνειν ὁπόταν τις αὐτὸ φθέγξηται, περὶ δὲ θάτερον οὔ, πρὸς ἀμφότερα ὁμοίως ἔχοντες.
异乡人:那么也许,我们的灵魂在对待“存在之物”时也同样落入了这相同的境地,我们声称每当有人说起它时,我们都对此游刃有余且能够理解,而对待另一个却不然,尽管我们对两者的状态是相同的。
ΘΕΑΙ. ἴσως.
泰阿泰德:也许。
ΞΕ. καὶ περὶ τῶν ἄλλων δὴ τῶν προειρημένων ἡμῖν ταὐτὸν τοῦτο εἰρήσθω.
异乡人:那么,对于我们之前所说的其他所有事情,也同样可以这样说。
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:完全如此。
ΞΕ. τῶν μὲν τοίνυν πολλῶν πέρι καὶ μετὰ τοῦτο σκεψόμεθʼ, ἂν δόξῃ, περὶ δὲ τοῦ μεγίστου τε καὶ ἀρχηγοῦ πρώτου νῦν σκεπτέον.
异乡人:那么,关于那许多事物,如果我们认为合适的话,在此之后再行考察;但现在必须首先考察那最大且最首要的引导者。
ΘΕΑΙ. τίνος δὴ λέγεις;
泰阿泰德:您究竟是指哪一个?
ἢ δῆλον ὅτι τὸ ὂν φῂς πρῶτον δεῖν διερευνήσασθαι τί ποθʼ οἱ λέγοντες αὐτὸ δηλοῦν ἡγοῦνται;
或者很明显,您是说首先必须探究“存在之物”,即那些口口声声说它的人,到底认为它表明了什么?
ΞΕ. κατὰ πόδα γε, ὦ Θεαίτητε, ὑπέλαβες.
异乡人:泰阿泰德,你真是紧紧跟着我的脚步接了过去。
λέγω γὰρ δὴ ταύτῃ δεῖν ποιεῖσθαι τὴν μέθοδον ἡμᾶς, οἷον αὐτῶν παρόντων ἀναπυνθανομένους ὧδε· φέρε, ὁπόσοι θερμὸν καὶ ψυχρὸν ἤ τινε δύο τοιούτω τὰ πάντʼ εἶναί φατε, τί ποτε ἄρα τοῦτʼ ἐπʼ ἀμφοῖν φθέγγεσθε, λέγοντες ἄμφω καὶ ἑκάτερον εἶναι;
因为我正是说,我们必须这样进行我们的方法,仿佛他们就在眼前一样,如此向他们质问: “来吧,所有说万物是热与冷、或类似的两种东西的人啊,当你们说两者以及其中每一个都‘存在’时,你们究竟对这两者发出了什么声音?
τί τὸ εἶναι τοῦτο ὑπολάβωμεν ὑμῶν;
我们该把你们的这个‘存在’理解为什么?
πότερον τρίτον παρὰ τὰ δύο ἐκεῖνα, καὶ τρία τὸ πᾶν ἀλλὰ μὴ δύο ἔτι καθʼ ὑμᾶς τιθῶμεν;
它是那两个之外的第三种东西吗?
οὐ γάρ που τοῖν γε δυοῖν καλοῦντες θάτερον ὂν ἀμφότερα ὁμοίως εἶναι λέγετε·
从而根据你们的说法,我们要把万物设为三个而不再是两个了吗?
σχεδὸν γὰρ ἂν ἀμφοτέρως ἕν, ἀλλʼ οὐ δύο εἴτην.
因为你们总不至于把这两个中的一个称为‘存在’,却又说两者同样‘存在’吧;因为这样一来,无论以哪种方式,两者几乎都将成为一个,而不再是两个了。
ΘΕΑΙ. ἀληθῆ λέγεις.
” 泰阿泰德:您说得对。
ΞΕ.
ἀλλʼ ἆρά γε τὰ ἄμφω βούλεσθε καλεῖν ὄν;
异乡人:“那么,你们是想把两者都称为‘存在’吗?
ΘΕΑΙ. ἴσως.
” 泰阿泰德:也许。