Humanitext Reader

柏拉图 · 智者篇 §240

影像的矛盾本质与虚假意见的困境

第 13 段,共 30 段 · 希腊语

内容简介

异乡人指出,诡辩家会通过追问“肖像”的定义来逃避驳斥,并通过与泰阿泰德的问答揭示出,肖像(摹象)的本质具有“真实地不存在,却又真实地存在”这一矛盾的特征。此外,他们还整理出了一重困惑:为了使虚假意见成立,人必须承认“不存在之物存在”。

§240ΞΕ. τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτῷ διδῷς ἐὰν ἐν κατόπτροις ἢ πλάσμασι λέγῃς τι, καταγελάσεταί σου τῶν λόγων, ὅταν ὡς βλέποντι λέγῃς αὐτῷ, προσποιούμενος οὔτε κάτοπτρα οὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δʼ ἐκ τῶν λόγων ἐρωτήσει σε μόνον.
异乡人:当你以这种方式给他这个回答时,如果你说起镜子中或雕塑中的某种东西,他会嘲笑你的言辞,当你对他说话仿佛是对着一个看得见的人时,他会假装既不认识镜子也不认识水,甚至根本不认识视觉,而只会根据言辞向你提问。
ΘΕΑΙ. ποῖον;
泰阿泰德:什么样的提问?
ΞΕ. τὸ διὰ πάντων τούτων ἃ πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ προσειπεῖν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πᾶσιν ὡς ἓν ὄν.
异乡人:即在所有这些被你作为多数说出的东西中,你认为配用一个名字来称呼、对所有这些东西发音为“肖像”、视之为一个整体的那样东西。
λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα.
因此说吧,去抵挡那个人,一点也不退缩。
ΘΕΑΙ. τί δῆτα, ὦ ξένε, εἴδωλον ἂν φαῖμεν εἶναι πλήν γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον;
泰阿泰德:异乡人啊,除了那与真实之物相类似、具有如此特征的另一个别物之外,我们还能说“肖像”是什么呢?
ΞΕ. ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἢ ἐπὶ τίνι τὸ τοιοῦτον εἶπες;
异乡人:而你所说的这另一个类似的东西,是真实(本物)的吗? 还是你是针对什么而说“类似这样的东西” 的?
ΘΕΑΙ. οὐδαμῶς ἀληθινόν γε, ἀλλʼ ἐοικὸς μέν.
泰阿泰德:绝非真实的,而只是相像的。
ΞΕ. ἆρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων;
异乡人:那么你所说的真实之物,是指“真实存在之物”吗?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:正是。
ΞΕ. τί δέ; τὸ μὴ ἀληθινὸν ἆρʼ ἐναντίον ἀληθοῦς;
异乡人:那么,不真实之物难道是真实之物的相反者吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΞΕ. οὐκ ὄντως ὂν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό γε μὴ ἀληθινὸν ἐρεῖς.
异乡人:那么,如果要把这相像的东西本身称为不真实的,你就是说它是“真实地不存在之物”了。
ΘΕΑΙ. ἀλλʼ ἔστι γε μήν πως.
泰阿泰德:但它确实在某种程度上存在。
ΞΕ. οὔκουν ἀληθῶς γε, φῄς.
异乡人:那么你是说,它并非真实地存在。
ΘΕΑΙ. οὐ γὰρ οὖν· πλήν γʼ εἰκὼν ὄντως.
泰阿泰德:确实不是,但它确实是画像。
ΞΕ. οὐκ ὂν ἄρα ὄντως ἐστὶν ὄντως ἣν λέγομεν εἰκόνα;
异乡人:那么,我们所说的这个画像,真的确实是不存在之物吗?
ΘΕΑΙ. κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν τὸ μὴ ὂν τῷ ὄντι, καὶ μάλα ἄτοπον.
泰阿泰德:不存在之物与存在之物似乎以某种这样的交织纠缠在了一起,而且非常荒谬。
ΞΕ. πῶς γὰρ οὐκ ἄτοπον;
异乡人:怎么会不荒谬呢?
ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ τῆς ἐπαλλάξεως ταύτης ὁ πολυκέφαλος σοφιστὴς ἠνάγκακεν ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως.
至少你看到了,现在通过这种相互交错,那个多头的诡辩家已经迫使我们违背意愿地承认,不存在之物在某种程度上存在。
ΘΕΑΙ. ὁρῶ καὶ μάλα.
泰阿泰德:我确实看到了。
ΞΕ. τί δὲ δή;
异乡人:那接下来呢?
τὴν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν αὐτοῖς συμφωνεῖν οἷοί τε ἐσόμεθα;
我们要如何界定他的技术,才能做到与我们自己保持一致呢?
ΘΕΑΙ. πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις;
泰阿泰德:您是出于何种方式、害怕何种情况而这样说的?
ΞΕ. ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης, ἢ τί ποτʼ ἐροῦμεν;
异乡人:当我们说他在幻影方面欺骗,且他的技术是某种欺骗的技术时,那时我们是该说我们的灵魂因他的技术而持有虚假意见,还是该说什么呢?
ΘΕΑΙ. τοῦτο· τί γὰρ ἂν ἄλλο εἴπαιμεν;
泰阿泰德:就说这个,因为我们还能说什么别的呢?
ΞΕ. ψευδὴς δʼ αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξάζουσα, ἢ πῶς;
异乡人:而虚假意见,反过来,是指持有与存在之物相反的意见,还是怎么说?
ΘΕΑΙ. οὕτως· τἀναντία.
泰阿泰德:正是这样,相反的意见。
ΞΕ. λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν;
异乡人:那么,你就是说虚假意见是关于不存在之物的意见?
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΞΕ. πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, ἤ πως εἶναι τὰ μηδαμῶς ὄντα;
异乡人:是把不存在之物认为“不存在”,还是在某种程度上把绝不存在之物认为“存在”?
ΘΕΑΙ. εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί ποτέ τίς τι καὶ κατὰ βραχύ.
泰阿泰德:不存在之物必须在某种程度上存在,如果确实有人会在哪怕极微小的程度上做出虚假判断的话。
ΞΕ. τί δʼ;
异乡人:那又如何?
οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα δοξάζεται;
完全存在之物难道不也会被认为“绝不存在”吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ τοῦτο δὴ ψεῦδος;
异乡人:而这确实也是虚假?
ΘΕΑΙ. καὶ τοῦτο.
泰阿泰德:确实也是。

词汇与语法注释

  1. 240aτὴν ἀπόκρισιν — 此宾格充当其后动词 διδῷς(你给出)的宾语,但作为主题被前置于句首。整句结构由于 ὅταν(当……时)子句和 ἐάν(如果)子句的嵌套而变得复杂。
  2. 240bοὐκ ὂν ἄρα ὄντως ἐστὶν ὄντως — 副词 ὄντως(真实地)被重复了两次,一次修饰否定分词 ὄν刻 ὂν(不存在之物),另一次修饰存在动词 ἐστίν(存在)。这是一个用以表达诡辩派悖论的语言与句法手段:“真实地不存在之物真实地存在。”
  3. 240dτἀναντία τοῖς οὖσι δοξάζουσα — 分词 δοξάζουσα(以为、持意见)修饰主语 ψευδὴς δόξα(虚假意见),而 τἀναντία τοῖς οὖσι(与存在之物相反的事物)是其直接宾语。该短语定义了虚假意见的实质。

引用这一段

柏拉图, 智者篇 §240. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:240

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。