← プラトン

ソピステス

§241-242

パルメニデス批判の決意と過去の存在論の概観

客人は、偽りの言論や思いなしを定義するためにはパルメニデスの教えに挑む(父殺しを行う)必要があると語り、テアイテトスもこれに同意する。そして、存在するものの数や性質を規定しようとした過去の哲学者たちの様々な学説を振り返り始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§241

ΞΕ. καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται τά τε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι. ΘΕΑΙ. πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο; ΞΕ. σχεδὸν οὐδαμῶς· ἀλλὰ ταῦτα ὁ σοφιστὴς οὐ φήσει. ἢ τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν προσδιωμολογημένα ᾖ τὰ πρὸ τούτων ὁμολογηθέντα; μανθάνομεν, ὦ Θεαίτητε, ἃ λέγει; ΘΕΑΙ. πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν ἐν δόξαις τε καὶ κατὰ λόγους; τῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι,1 διομολογησαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον. ΞΕ. ὀρθῶς ἀπεμνημόνευσας. ἀλλʼ ὅρα δὴ τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι· τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί. ΘΕΑΙ. καὶ μάλα. ΞΕ. μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν ὡς ἔπος εἰπεῖν ἀπεράντων. ΘΕΑΙ. ἀδύνατόν γʼ ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει. ΞΕ. τί οὖν; οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες; ΘΕΑΙ. οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν οἷοί τʼ ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν. ΞΕ. ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυροῦ λόγου; ΘΕΑΙ. πῶς γὰρ οὐχ ἕξω; ΞΕ. τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε. ΘΕΑΙ. τὸ ποῖον; ΞΕ. μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα. ΘΕΑΙ. τί δή; ΞΕ. τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ. ΘΕΑΙ. φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις. ΞΕ. πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ; τούτων γὰρ μήτʼ ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων ἢ δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, ἢ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά γʼ ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν. ΘΕΑΙ. ἀληθέστατα.

客人:そして、偽りの言論もまた、思うに、これと同様に同じ仕方で、存在するものを「存在しない」と言い、存在しないものを「存在する」と言うものと見なされるだろう。テアイテトス:どうしてそれ以外の仕方で、そのようなものになり得ましょうか。客人:およそあり得ない。だが、ソフィストはこれらを認めないだろう。あるいは、理性の確かな者の中に、これより前に同意されたことがあらかじめ承認されているときに、同意するどのような手段があるだろうか。テアイテトスよ、私たちは彼の言っていることが分かっているかね。テアイテトス:どうして分からずにいられましょう。私たちが、偽りというものが思いなしの中にも言論の中にも存在するとあえて言ったことに対して、私たちが先ほど言ったことと反対のことを言っている、と彼は主張するでしょう。なぜなら、私たちが存在するものを存在しないものに結びつけることをしばしば強いられていると彼は言うでしょうが、私たちは先ほどこれこそがすべてのうちで最も不可能なことだと合意したのですから。客人:君は正しく記憶していた。しかし、ソフィストについて何をなすべきか、今こそ考えなさい。もし私たちが彼を、偽りを作る者や魔術師の技術の中に置いて探究するなら、その反論や難問が、いかに容易に生じ、数多いものであるかを君は目にしているね。テアイテトス:本当にその通りです。客人:そこで、私たちはそれらのうちのわずかな部分を通り抜けたにすぎないのだ。それらは、言ってみれば、無限にあるのだから。テアイテトス:もしこれらのことがこのようであるなら、ソフィストを捕らえることは不可能なようですね。客人:ではどうする。私たちはこのように気力を失って、今、手を引いてしまうのか。テアイテトス:私はそうすべきではないと言います。もし私たちが、たとえわずかであっても、どうにかしてその男を捕らえることができるなら。客人:それでは、もし私たちが、このように強力な議論から、どうにかしてほんの少しでも引き離すことができるなら、君は許してくれ、また今言ったように満足してくれるかね。テアイテトス:どうしてそうしないことがありましょう。客人:そこで、さらに私は君に次のことを頼みたい。テアイテトス:それはどのようなことですか。客人:私がまるで父殺しのような者になると、私を思わないでほしい。テアイテトス:なぜですか。客人:私たちの父パルメニデスの議論を、私たちは身を護るために吟味し、存在しないものがある観点からは存在すること、また逆に、存在するものが何らかの仕方で存在しないことを、無理にでも示すことが、私たちにとって不可避となるからだ。テアイテトス:そのようなことは、言論において徹底的に戦われるべきであるように見えます。客人:ことわざにも言うように、盲人にも明らかではないか。なぜなら、これらのことが論駁されることも合意されることもないならば、偽りの言論や思いなしについて、あるいは像、似姿、模倣物、さらにそれらの幻影そのものについて、あるいはこれらに関わるすべての技術について語る者が、自分自身に反対のことを語るよう強いられて、あざ笑われることを免れることは、およそ不可能だからだ。テアイテトス:極めて正しいです。

§242

ΞΕ. διὰ ταῦτα μέντοι τολμητέον ἐπιτίθεσθαι τῷ πατρικῷ λόγῳ νῦν, ἢ τὸ παράπαν ἐατέον, εἰ τοῦτό τις εἴργει δρᾶν ὄκνος. ΘΕΑΙ. ἀλλʼ ἡμᾶς τοῦτό γε μηδὲν μηδαμῇ εἴρξῃ. ΞΕ. τρίτον τοίνυν ἔτι σε σμικρόν τι παραιτήσομαι. ΘΕΑΙ. λέγε μόνον. ΞΕ. εἶπόν που νυνδὴ λέγων ὡς πρὸς τὸν περὶ ταῦτʼ ἔλεγχον ἀεί τε ἀπειρηκὼς ἐγὼ τυγχάνω καὶ δὴ καὶ τὰ νῦν. ΘΕΑΙ. εἶπες. ΞΕ. φοβοῦμαι δὴ τὰ εἰρημένα, μή ποτε διὰ ταῦτά σοι μανικὸς εἶναι δόξω2 παρὰ πόδα μεταβαλὼν ἐμαυτὸν ἄνω καὶ κάτω. σὴν γὰρ δὴ χάριν ἐλέγχειν τὸν λόγον ἐπιθησόμεθα, ἐάνπερ ἐλέγχωμεν. ΘΕΑΙ. ὡς τοίνυν ἔμοιγε μηδαμῇ δόξων μηδὲν πλημμελεῖν, ἂν ἐπὶ τὸν ἔλεγχον τοῦτον καὶ τὴν ἀπόδειξιν ἴῃς, θαρρῶν ἴθι τούτου γε ἕνεκα. ΞΕ. φέρε δή, τίνα ἀρχήν τις ἂν ἄρξαιτο παρακινδυνευτικοῦ λόγου; δοκῶ μὲν γὰρ τήνδʼ, ὦ παῖ, τὴν ὁδὸν ἀναγκαιοτάτην ἡμῖν εἶναι τρέπεσθαι. ΘΕΑΙ. ποίαν δή; ΞΕ. τὰ δοκοῦντα νῦν ἐναργῶς ἔχειν ἐπισκέψασθαι πρῶτον μή πῃ τεταραγμένοι μὲν ὦμεν περὶ ταῦτα, ῥᾳδίως δʼ ἀλλήλοις ὁμολογῶμεν ὡς εὐκρινῶς ἔχοντες. ΘΕΑΙ. λέγε σαφέστερον ὃ λέγεις. ΞΕ. εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι καὶ πᾶς ὅστις πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι πόσα τε καὶ ποῖά ἐστιν. ΘΕΑΙ. πῇ; ΞΕ. μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν, ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι· τὸ δὲ παρʼ ἡμῖν Ἐλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δὲ καὶ Σικελαί τινες ὕστερον Μοῦσαι3 συνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστατον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται.

客人:だからこそ、私たちは今、父の議論に挑む勇気を持たねばならない。さもなければ、もし何らかの躊躇がこれを行うのを妨げるなら、それを完全に断念しなければならない。テアイテトス:しかし、そのような躊躇が私たちを少しも、いかなる仕方でも妨げないようにしましょう。客人:では、さらに三番目に、私は君にちょっとしたことを頼みたい。テアイテトス:ただおっしゃってください。客人:私は先ほど語りながら言ったと思うが、これらに関する論駁に対して、私は常に気力を失っており、とりわけ今もそうである、と。テアイテトス:おっしゃいました。客人:私は、自分が言ったことのために、君に気が狂っているのではないかと思われることを恐れているのだ。たちまちのうちに自分を翻し、上を下へと転変させるのだから。というのも、もし私たちがその議論を吟味するならば、それは実に君のためにその吟味に着手するのだからね。テアイテトス:ですから、もしあなたがこの論駁と証明へと進まれるとしても、私にはあなたが何ら的外れなことをしているとは決して思われませんので、少なくともそのことに関しては、自信を持って進んでください。客人:さあ、危険を冒すような議論の、いったいどのような始まりから始めればよいだろうか。子よ、私には次の道に進むことが、私たちにとって最も不可避であると思われる。テアイテトス:いったい、どのような道ですか。客人:現在、明白であると思われている事柄を、まず吟味することだ。私たちがこれらについて何らかの形で混乱しているのに、まるで明晰に把握しているかのように、安易に互いに合意してしまってはいないかどうかをね。テアイテトス:おっしゃっていることを、もっとはっきり言ってください。客人:パルメニデスも、また存在するものがいくつあり、どのようなものであるかを規定する判断にこれまで乗り出した他のすべての人も、私たちに対して安易に語りかけてきたように、私には思われる。テアイテトス:どのようにですか。客人:彼らのめいめいが、私たちをまるで子供であるかのように扱って、一種のおとぎ話を語っているように思われるのだ。ある者は、存在するものは三つあると言い、それらのうちのあるものは、あるときは互いに争い、またあるときは親しくなって、婚礼や出産、子供たちの育児をもたらす、と言う。また別の者は、二つ、すなわち湿ったものと乾いたもの、あるいは熱いものと冷たいもの、と言って、それらを同居させたり、嫁がせたりする。そして、私たちのところのエレアの学派は、クセノパネスやさらにそれ以前から始まって、万物と呼ばれているものは一つであるという前提で、そのようなおとぎ話を語り進めている。さらに、後にイオニアとシケリアのあるミューズが、両方を織り交ぜること、そして存在するものは多くであり、かつ一つであり、憎しみと愛によって結びつけられていると言うことが、最も安全であると気づいた。

構文注3 件
  1. 241bτῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι

    文脈上、直前の φήσει(彼は〜と主張するだろう)に導かれる間接話法の中の対格不定詞構文。ἡμᾶς(私たちを/が)が受動態不定詞 ἀναγκάζεσθαι(強制されている)の意味上の主語(主格対格)であり、これにさらに προσάπτειν(結びつけること)が目的語的に従属している。

  2. 242aφοβοῦμαι δὴ τὰ εἰρημένα, μή ποτε ... δόξω

    τὰ εἰρημένα(これまでに言われたこと)は、動詞 φοβοῦμαι(私は恐れる)の直接目的語(対格)であり、のちに続く μή 節(〜ではないかと)が懸念される具体的な中身を説明する先取り(prolepsis)の構造をとっている。

  3. 242dἸάδες δὲ καὶ Σικελαί τινες ὕστερον Μοῦσαι

    「イオニアのミューズたち」はヘラクレイトスを、「シケリアのミューズたち」はエンペドクレスを指す。多様性と統一性を調停しようとした自然哲学者たちの学説を、その出身地ゆかりの女神たちに例えたプラトン独自の比喩表現である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:241-242