§236ΞΕ. οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν ἔργων ἢ γράφουσιν.
异乡人:至少那些雕塑或绘画巨大作品的人不是这样。
εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν, οἶσθʼ ὅτι σμικρότερα μὲν τοῦ δέοντος τὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτʼ ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δʼ ἐγγύθεν ὑφʼ ἡμῶν ὁρᾶσθαι.
因为如果他们要还原美的事物的真实比例,你知道,由于上部是从远处被我们看到,而下部是从近处被看到,上部就会显得比应该有的要小,而下部则显得更大。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:完全如此。
ΞΕ. ἆρʼ οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἶναι καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται;
异乡人:那么,工匠们现在难道不是告别了真理,在肖像中制作的不是真实的比例,而是那些看起来会显得美的比例吗?
ΘΕΑΙ. παντάπασί γε.
泰阿泰德:确实完全是这样。
ΞΕ. τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα καλεῖν;
异乡人:那么,由于其中一方是相似的,将其称为似像难道不公允吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ τούτῳ μέρος κλητέον ὅπερ εἴπομεν ἐν τῷ πρόσθεν, εἰκαστικήν;
异乡人:而关于模仿术中基于此的部分,难道不应当像我们前面所说的那样,称之为似像制作术吗?
ΘΕΑΙ. κλητέον.
泰阿泰德:应当如此称呼。
ΞΕ. τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλοῦ θέαν ἐοικέναι τῷ καλῷ, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλικαῦτα ἱκανῶς ὁρᾶν, μηδʼ εἰκὸς ᾧ φησιν ἐοικέναι, τί καλοῦμεν;
异乡人:那如果由于不是从美的视角看去而显得相似于美的事物,而如果有人有能力充分看清如此巨大的事物,它却甚至连它声称相似的东西都不相似,这样的一方我们称为什么?
ἆρʼ οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα;
既然它仅仅是显得相似,实际上却不相似,难道不该叫它幻影吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΞΕ. οὐκοῦν πάμπολυ καὶ κατὰ τὴν ζωγραφίαν τοῦτο τὸ μέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν;
异乡人:那么,无论是在绘画中,还是在整个模仿术中,这一部分难道不是非常巨大吗?
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. τὴν δὴ φάντασμα ἀλλʼ οὐκ εἰκόνα ἀπεργαζομένην τέχνην ἆρʼ οὐ φανταστικὴν ὀρθότατʼ ἂν προσαγορεύοιμεν;
异乡人:那么,把那门制作幻影而非似像的技术最正确地称为幻影制作术,难道不对吗?
ΘΕΑΙ. πολύ γε.
泰阿泰德:非常正确。
ΞΕ. τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τῆς εἰδωλοποιικῆς, εἰκαστικὴν καὶ φανταστικήν.
异乡人:因此,我刚才所说的制像术的这两种形式就是似像制作术和幻影制作术。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:正确。
ΞΕ. ὃ δέ γε καὶ τότʼ ἠμφεγνόουν, ἐν ποτέρᾳ τὸν σοφιστὴν θετέον, οὐδὲ νῦν πω δύναμαι θεάσασθαι σαφῶς, ἀλλʼ ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδεῖν παγχάλεπος, ἐπεὶ καὶ νῦν μάλα εὖ καὶ κομψῶς εἰς ἄπορον εἶδος διερευνήσασθαι καταπέφευγεν.
异乡人:然而,对于当时我就在怀疑的事,即应当把诡辩家归入这两者中的哪一个,我现在依然无法看清。 实际上,这人确实奇妙,且极其难以看透,因为现在他也非常巧妙而优雅地逃进了一个难以探究的种类之中。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:似乎如此。
ΞΕ. ἆρʼ οὖν αὐτὸ γιγνώσκων σύμφης, ἤ σε οἷον ῥύμη τις ὑπὸ τοῦ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ ταχὺ συμφῆσαι;
异乡人:那么,你是因自己理解而同意,还是言辞某种已成习惯的气势将你席卷,使你如此迅速地表示赞同?
ΘΕΑΙ. πῶς καὶ πρὸς τί τοῦτο εἴρηκας;
泰阿泰德:你究竟是出于什么,又针对什么而说这话的?
ΞΕ. ὄντως, ὦ μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπῇ σκέψει.
异乡人:实际上,我优秀的朋友啊,我们正处于一个完全困难的探求之中。
τὸ γὰρ φαίνεσθαι τοῦτο καὶ τὸ δοκεῖν, εἶναι δὲ μή, καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθῆ δὲ μή, πάντα ταῦτά ἐστι μεστὰ ἀπορίας ἀεὶ ἐν τῷ πρόσθεν χρόνῳ καὶ νῦν.
因为这种“显得”和“看起来”却“不是”,以及“说”出某些东西却“不是真的”,这一切不论在过去还是在现在都总是充满了困惑。
ὅπως γὰρ εἰπόντα χρὴ ψευδῆ λέγειν ἢ δοξάζειν ὄντως εἶναι, καὶ τοῦτο φθεγξάμενον ἐναντιολογίᾳ μὴ συνέχεσθαι, παντάπασιν, ὦ Θεαίτητε, χαλεπόν.
因为,如何去说一个说假话或做假想的人是真实存在的,并且在说出这一点时又不会陷入自我矛盾,这完全是,泰阿泰德啊,极其困难的。
§237ΘΕΑΙ. τί δή;
泰阿泰德:为什么呢?
ΞΕ. τετόλμηκεν ὁ λόγος οὗτος ὑποθέσθαι τὸ μὴ ὂν εἶναι· ψεῦδος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν.
异乡人:这一论证竟敢假定“不存在之物”存在;因为否则的话,假就无法存在了。
Παρμενίδης δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῇ τε ὧδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων—
"
οὐ γὰρ μήποτε τοῦτο δαμῇ, φησίν, εἶναι μὴ ἐόντα· ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήμενος εἶργε νόημα.
而伟大的巴门尼德,孩子啊,在我们还是孩子的时候,从始至终就对这一点表示反对并作证,他每次都用散文和诗歌这样说道: “因为决不会证明这一点,”他说,“不存在之物存在;但你要让你的思想远离这条探究之路。
"
παρʼ ἐκείνου τε οὖν μαρτυρεῖται, καὶ μάλιστά γε δὴ πάντων ὁ λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείς.
” 因此,我们不仅有他的证词,而且最重要的是,如果对这一论证本身进行适度的检验,它也会表明这一点。
τοῦτο οὖν αὐτὸ πρῶτον θεασώμεθα, εἰ μή τί σοι διαφέρει.
那么,如果你没有异议,让我们先来观察这件事本身。
ΘΕΑΙ. τὸ μὲν ἐμὸν ὅπῃ βούλει τίθεσο, τὸν δὲ λόγον ᾗ βέλτιστα διέξεισι σκοπῶν αὐτός τε ἴθι κἀμὲ κατὰ ταύτην τὴν ὁδὸν ἄγε.
泰阿泰德:至于我的部分,请随你的便;而对于这一论证,请你自己去寻找它能最顺利展开的路径,并带我走上这条路。
ΞΕ. ἀλλὰ χρὴ δρᾶν ταῦτα.
异乡人:那我们就必须这样做。
καί μοι λέγε· τὸ μηδαμῶς ὂν τολμῶμέν που φθέγγεσθαι;
请告诉我:我们是否敢于说出“绝不存在之物”?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:当然可以。
ΞΕ. μὴ τοίνυν ἔριδος ἕνεκα μηδὲ παιδιᾶς, ἀλλʼ εἰ σπουδῇ δέοι συννοήσαντά τινα ἀποκρίνασθαι τῶν ἀκροατῶν ποῖ χρὴ τοὔνομʼ ἐπιφέρειν τοῦτο, τὸ μὴ ὄν, τί δοκοῦμεν ἂν εἰς τί καὶ ἐπὶ ποῖον αὐτόν τε καταχρήσασθαι καὶ τῷ πυνθανομένῳ δεικνύναι;
异乡人:那么,不是为了争论,也不是为了游戏,而是如果听众中的某人不得不认真地思考并在回答时指出应当将“不存在之物”这个名字用到何处,我们认为他会把它用到什么事物上,又会向询问者展示出一种什么样的东西呢?
ΘΕΑΙ. χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ παντάπασιν ἄπορον.
泰阿泰德:你提出了一个困难的问题,至少对我这样的人来说,几乎是完全无法回答的。
ΞΕ. ἀλλʼ οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί τι τὸ μὴ ὂν οὐκ οἰστέον.
异乡人:但无论如何这一点是清楚的,即“不存在之物”不能应用到任何“存在之物”上。
ΘΕΑΙ. πῶς γὰρ ἄν;
泰阿泰德:当然,怎么能呢?
ΞΕ. οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδʼ ἐπὶ τὸ τὶ φέρων ὀρθῶς ἄν τις φέροι.
异乡人:因此,既然不能应用到“存在之物”上,如果有人把它应用到“某个东西”上,也不会应用得正确。
ΘΕΑΙ. πῶς δή;
泰阿泰德:为什么呢?
ΞΕ. καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ
τὶ
τοῦτο ἐπʼ ὄντι λέγομεν ἑκάστοτε· μόνον γὰρ αὐτὸ λέγειν, ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων ἁπάντων, ἀδύνατον·
异乡人:这一点对我们来说想必也是清楚的,即我们每次说“某个东西”时都是针对某个“存在之物”而言的;因为要单独说它,就像把它剥光并与所有存在之物隔绝开来那样,是不可能的。
ἦ γάρ;
难道不是吗?
ΘΕΑΙ. ἀδύνατον.
泰阿泰德:不可能。
ΞΕ. ἆρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι λέγοντα ἕν γέ τι λέγειν;
异乡人:那么,从这个角度考虑,你是否同意:说出“某个东西”的人,必然是在说出“某一个”事物?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:是这样。
ΞΕ. ἑνὸς γὰρ δὴ τό γε
τὶ
φήσεις σημεῖον εἶναι, τὸ δὲ
τινὲ
δυοῖν, τὸ δὲ
τινὲς
πολλῶν.
异乡人:因为你会说,“某个东西”是一个事物的标志,“某两个东西”是两个事物的标志,“某些东西”则是许多事物的标志。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:当然。
ΞΕ. τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε, παντάπασι μηδὲν λέγειν.
异乡人:而对于那个不说“某个东西”的人来说,似乎最必然的就是他完全“什么也没说”。
ΘΕΑΙ. ἀναγκαιότατον μὲν οὖν.
泰阿泰德:确实最必然。
ΞΕ. ἆρʼ οὖν οὐδὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον λέγειν μέν, λέγειν μέντοι μηδέν, ἀλλʼ οὐδὲ λέγειν φατέον, ὅς γʼ ἂν ἐπιχειρῇ μὴ ὂν φθέγγεσθαι;
异乡人:那么,我们难道甚至不能承认:这样的人确实在说,但他却什么也没说;而是必须声明,任何企图说出“不存在之物”的人,甚至根本没有在说话?
ΘΕΑΙ. τέλος γοῦν ἂν ἀπορίας ὁ λόγος ἔχοι.
泰阿泰德:这论证确实达到了困惑的极限。