§234ΘΕΑΙ. τίνα δὴ λέγων τὴν ποίησιν;
泰阿泰德:你究竟是指什么样的制作?
οὐ γὰρ δὴ γεωργόν γε ἐρεῖς τινα· καὶ γὰρ ζῴων αὐτὸν εἶπες ποιητήν.
因为你肯定不是指某种农夫;因为你刚才说他是动物的制作者。
ΞΕ. φημί, καὶ πρός γε θαλάττης καὶ γῆς καὶ οὐρανοῦ καὶ θεῶν καὶ τῶν ἄλλων συμπάντων·
异乡人:我是这么说的,而且(他还是)大海、大地、天空、神明以及其他万物的(制作者)。
καὶ τοίνυν καὶ ταχὺ ποιήσας αὐτῶν ἕκαστα πάνυ σμικροῦ νομίσματος ἀποδίδοται.
不仅如此,他快速地制作出其中的每一样,然后以极微薄的价钱卖掉。
ΘΕΑΙ. παιδιὰν λέγεις τινά.
泰阿泰德:你是在说某种游戏。
ΞΕ. τί δέ;
异乡人:怎么?
τὴν τοῦ λέγοντος ὅτι πάντα οἶδε καὶ ταῦτα ἕτερον ἂν διδάξειεν ὀλίγου καὶ ἐν ὀλίγῳ χρόνῳ, μῶν οὐ παιδιὰν νομιστέον;
那个声称自己知道所有事情,并且能以廉价且在极短时间内把这些事情教给别人的人,他的这种能力难道不该被看作是游戏吗?
ΘΕΑΙ. πάντως που.
泰阿泰德:无疑是这样。
ΞΕ. παιδιᾶς δὲ ἔχεις ἤ τι τεχνικώτερον ἢ καὶ χαριέστερον εἶδος ἢ τὸ μιμητικόν;
异乡人:那么,除了模仿的形式之外,你还能提出任何比它更具技术性或更令人愉悦的游戏形式吗?
ΘΕΑΙ. οὐδαμῶς· πάμπολυ γὰρ εἴρηκας εἶδος εἰς ἓν πάντα συλλαβὼν καὶ σχεδὸν ποικιλώτατον.
泰阿泰德:绝无可能;因为你把所有的事物归结为一,说出了一个极大且几乎是最五彩缤纷的种类。
ΞΕ. οὐκοῦν τόν γʼ ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν τὰ γεγραμμένα ἐπιδεικνύς, λανθάνειν ὡς ὅτιπερ ἂν βουληθῇ δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ.
异乡人:因此,对于那个许诺能够用一门技术制作万物的人,我们想必知道这一点:他通过绘画术制作出存在之物的模仿品和同名物,并从远处展示这些画作,从而能够欺骗年轻孩子中的愚蠢者,使他们无法察觉,进而以为无论他想做什么,他都最能力在实际工作中予以完成。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. τί δὲ δή;
异乡人:那么,关于言辞,难道我们不预料存在着另一门技术吗?
περὶ τοὺς λόγους ἆρʼ οὐ προσδοκῶμεν εἶναί τινα ἄλλην τέχνην, ᾗ αὖ δυνατὸν ὂν τυγχάνει τοὺς νέους καὶ ἔτι πόρρω τῶν πραγμάτων τῆς ἀληθείας ἀφεστῶτας διὰ τῶν ὤτων τοῖς λόγοις γοητεύειν, δεικνύντας εἴδωλα λεγόμενα περὶ πάντων, ὥστε ποιεῖν ἀληθῆ δοκεῖν λέγεσθαι καὶ τὸν λέγοντα δὴ σοφώτατον πάντων ἅπαντʼ εἶναι;
凭借这门技术,人们可以轮流通过耳朵用言辞来蛊惑那些离事物的真理还很年轻且遥远的人,向他们展示关于万物的所谓幻影,从而使他们相信所说的话是真实的,且说话者本人在所有事情上确实是万物中最聪明的?
ΘΕΑΙ. τί γὰρ οὐκ ἂν εἴη ἄλλη τις τοιαύτη τέχνη;
泰阿泰德:确实,怎么会没有另外一门这样的技术呢?
ΞΕ. τοὺς πολλοὺς οὖν, ὦ Θεαίτητε, τῶν τότε ἀκουόντων ἆρʼ οὐκ ἀνάγκη χρόνου τε ἐπελθόντος αὐτοῖς ἱκανοῦ καὶ προϊούσης ἡλικίας τοῖς τε οὖσι προσπίπτοντας ἐγγύθεν καὶ διὰ παθημάτων ἀναγκαζομένους ἐναργῶς ἐφάπτεσθαι τῶν ὄντων, μεταβάλλειν τὰς τότε γενομένας δόξας, ὥστε σμικρὰ μὲν φαίνεσθαι τὰ μεγάλα, χαλεπὰ δὲ τὰ ῥᾴδια, καὶ πάντα πάντῃ ἀνατετράφθαι τὰ ἐν τοῖς λόγοις φαντάσματα ὑπὸ τῶν ἐν ταῖς πράξεσιν ἔργων παραγενομένων;
异乡人:那么,泰阿泰德啊,对于当时听信的许多人来说,随着充足的时间过去和年龄的增长,当他们从近处接触到实存之物,并且被迫通过实际经历清晰地触及这些存在时,难道他们必然要改变当时所形成的意见,以至于大事显得小,易事显得难,而言辞中的所有幻影也都被行动中产生的实际结果彻底推翻吗?
ΘΕΑΙ. ὡς γοῦν ἐμοὶ τηλικῷδε ὄντι κρῖναι.
泰阿泰德:至少就我这个年龄的人来判断是这样的。
οἶμαι δὲ καὶ ἐμὲ τῶν ἔτι πόρρωθεν ἀφεστηκότων εἶναι.
而且我想我自己也是那些仍然站得很远的人之一。
§235ΞΕ. τοιγαροῦν ἡμεῖς σε οἵδε πάντες πειρασόμεθα καὶ νῦν πειρώμεθα ὡς ἐγγύτατα ἄνευ τῶν παθημάτων προσάγειν. περὶ δʼ οὖν τοῦ σοφιστοῦ τόδε μοι λέγε·
异乡人:因此,我们这里的这群人将努力,并且现在正努力使你在不需要那些经历的情况下,尽可能靠近。
πότερον ἤδη τοῦτο σαφές, ὅτι τῶν γοήτων ἐστί τις, μιμητὴς ὢν τῶν ὄντων, ἢ διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκεῖ δυνατὸς εἶναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθῶς ἔχων τυγχάνει;
但关于诡辩家,请告诉我这件事:他是一个模仿存在之物的魔术师,这是否已经清楚了? 还是说,我们仍然怀疑,对于那些他似乎能够进行反驳的所有事物,他是否其实也真正拥有真实的知识?
ΘΕΑΙ. καὶ πῶς ἄν, ὦ ξένε;
泰阿泰德:异乡人啊,他怎么可能呢?
ἀλλὰ σχεδὸν ἤδη σαφὲς ἐκ τῶν εἰρημένων, ὅτι τῶν τῆς παιδιᾶς μετεχόντων ἐστί τις μερῶν εἷς.
相反,从刚才所说的话来看,已经几乎可以明确,他是参与游戏活动中的某一个部分的人。
ΞΕ. γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα.
异乡人:那么,必须把他定性为某种魔术师和模仿者。
ΘΕΑΙ. πῶς γὰρ οὐ θετέον;
泰阿泰德:怎么能不定性呢?
ΞΕ. ἄγε δή, νῦν ἡμέτερον ἔργον ἤδη τὸν θῆρα μηκέτʼ ἀνεῖναι· σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβληστρικῷ τινι τῶν ἐν τοῖς λόγοις περὶ τὰ τοιαῦτα ὀργάνων, ὥστε οὐκέτʼ ἐκφεύξεται τόδε γε.
异乡人:来吧,现在我们的任务是别再放走这只猎物;因为我们已经在关于此类事情的言辞工具中,用某种投网般的工具将他几乎围住,所以他至少再也无法逃脱了。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:脱离什么?
ΞΕ. τὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν τις εἷς.
异乡人:那就是他必然属于奇术师这一类人。
ΘΕΑΙ. κἀμοὶ τοῦτό γε οὕτω περὶ αὐτοῦ συνδοκεῖ.
泰阿泰德:我也同样赞同关于他的这一看法。
ΞΕ. δέδοκται τοίνυν ὅτι τάχιστα διαιρεῖν τὴν εἰδωλοποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμᾶς εὐθὺς ὁ σοφιστὴς ὑπομείνῃ, συλλαβεῖν αὐτὸν κατὰ τὰ ἐπεσταλμένα ὑπὸ τοῦ βασιλικοῦ λόγου, κἀκείνῳ παραδόντας ἀποφῆναι τὴν ἄγραν·
异乡人:那么,已经决定要尽快分割制像术,并深入其中。 如果诡辩家立刻等候我们,就按照支配性的理性的指示逮捕他,并将他交出以展示猎物。
ἐὰν δʼ ἄρα κατὰ μέρη τῆς μιμητικῆς δύηταί πῃ, συνακολουθεῖν αὐτῷ διαιροῦντας ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν μοῖραν, ἕωσπερ ἂν ληφθῇ. πάντως οὔτε οὗτος οὔτε ἄλλο γένος οὐδὲν μή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τῶν οὕτω δυναμένων μετιέναι καθʼ ἕκαστά τε καὶ ἐπὶ πάντα μέθοδον.
但如果他潜入模仿术的某些部分之中,我们就要紧随其后,不断分割他所藏身的那个部分,直到他被捕获。 无论如何,他或是任何其他类别都绝不能自夸逃脱了那些能够对具体事物和全部事物进行如此追踪的方法。
ΘΕΑΙ. λέγεις εὖ, καὶ ταῦτα ταύτῃ ποιητέον.
泰阿泰德:你说得对,我们必须照这样做。
ΞΕ. κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως ἔγωγέ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς· τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθʼ ἡμῖν οὖσα τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι.
异乡人:根据以往的分割方式,我自己现在似乎也能看出模仿术的两种形式;但关于我们所寻找的那个相,它究竟在这两者中的哪一个,我现在似乎还没有能力看清。
ΘΕΑΙ. σὺ δʼ ἀλλʼ εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ δύο λέγεις.
泰阿泰德:既然如此,那就请你先告诉我们,并为我们分割出你所说的这两者是什么。
ΞΕ. μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην.
异乡人:我在其中看到的一种是似像制作术。
ἔστι δʼ αὕτη μάλιστα ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς τούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν τοῦ μιμήματος γένεσιν ἀπεργάζηται.
这最主要发生于:某人根据原本在长度、宽度和深度上的比例,并且加上适合各部分的色彩,从而完成模仿物的生成。
ΘΕΑΙ. τί δʼ;
泰阿泰德:怎么?
οὐ πάντες οἱ μιμούμενοί τι τοῦτʼ ἐπιχειροῦσι δρᾶν;
难道所有模仿某物的人,不都是企图这样做吗?