§238ΞΕ. μήπω μέγʼ εἴπῃς· ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη.
异乡人:还不要夸口;因为,我优秀的朋友啊,还有更多呢,而且这确实是所有困惑中最大和最首要的一个。
περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει.
因为它恰好是关于它最开始的起点的。
ΘΕΑΙ. πῶς φῄς;
泰阿泰德:你怎么说?
λέγε καὶ μηδὲν ἀποκνήσῃς.
说吧,一点也别犹豫。
ΞΕ. τῷ μὲν ὄντι που προσγένοιτʼ ἄν τι τῶν ὄντων ἕτερον.
异乡人:想必,对于某个存在之物,可以加上其他某些存在之物。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:当然,怎么会不呢?
ΞΕ. μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι;
异乡人:那么,对于不存在之物,我们难道能说有可能加上某些存在之物吗?
ΘΕΑΙ. καὶ πῶς;
泰阿泰德:又怎么可能呢?
ΞΕ. ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν.
异乡人:那么,我们将数之全体都归于存在之物。
ΘΕΑΙ. εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν.
泰阿泰德:如果确实其他任何东西也要被假定为存在的话。
ΞΕ. μὴ τοίνυν μηδʼ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν.
异乡人:那么,我们甚至不该企图把数的多或一应用到不存在之物上。
ΘΕΑΙ. οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς φησιν ὁ λόγος.
泰阿泰德:确实,照这论证所说,这样企图看来不会是正确的。
ΞΕ. πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν χωρὶς ἀριθμοῦ;
异乡人:那么,人又怎么可能在没有数的情况下,用嘴说出或者用思想完全把握“不存在之物(复数)”或“不存在之物(单数)”呢?
ΘΕΑΙ. λέγε πῇ;
泰阿泰德:请说说怎么回事?
ΞΕ. μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος ἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι;
异乡人:当我们说出“不存在之物”时,难道不就是在企图加上数的多吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΞΕ. μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ;
异乡人:而当说“不存在之物”时,不又是企图加上一吗?
ΘΕΑΙ. σαφέστατά γε.
泰阿泰德:极明白。
ΞΕ. καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν.
异乡人:而且我们说,企图把某种存在之物与不存在之物相适合,既不合理也不正确。
ΘΕΑΙ. λέγεις ἀληθέστατα.
泰阿泰德:你说得极对。
ΞΕ. συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς οὔτʼ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον;
异乡人:那么你理解了吗,即不仅无法正确地吐露、说出或思考“不存在之物本身”,而且它是不可思议的、不可言说的、不可名状的和不可理喻的?
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. ἆρʼ οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν;
异乡人:那么,我刚才说我要说出关于它最大的困惑时是在说谎吗? 还是说,我们还可以说出另一个更大的困惑?
ΘΕΑΙ. τίνα δή;
泰阿泰德:究竟是什么?
ΞΕ. ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν;
异乡人:我惊叹的朋友啊,难道你没有从刚才所说的话中意识到,“不存在之物”甚至会把驳斥它的人也置于如此的困惑之中,以至于无论何时有人企图驳斥它,他都不得不说出关于它与自己相矛盾的话?
ΘΕΑΙ. πῶς φῄς;
泰阿泰德:你怎么说?
εἰπὲ ἔτι σαφέστερον.
说得更明白些。
ΞΕ. οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν.
异乡人:不需要在我身上寻找更明白的解释。
ἐγὼ μὲν γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα· τὸ μὴ ὂν γὰρ φημί.
因为尽管我假定了“不存在之物”既不应分有“一”也不应分有“多”,但刚才和现在我还是把它说成了“一”;因为我说的是“不存在之物”。
συνίης τοι.
你想必理解。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόν τε αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἶναι.
异乡人:而且不仅如此,就在不久前,我还说它是不可名状的、不可言说的和不可理喻的。
συνέπῃ;
你跟得进吗?
ΘΕΑΙ. συνέπομαι.
泰阿泰德:我跟得进。
πῶς γὰρ οὔ;
怎么会不呢?
§239ΞΕ. οὐκοῦν τό γε εἶναι προσάπτειν πειρώμενος ἐναντία τοῖς πρόσθεν ἔλεγον;
异乡人:那么,当我试图把“存在”加于它之上时,我难道不是在说与先前相反的话吗?
ΘΕΑΙ. φαίνῃ.
泰阿泰德:看起来是这样。
ΞΕ. τί δέ; τοῦτο προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην;
异乡人:那么,在给它加上这一点时,我难道不是把它当做“一”来讨论的吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. καὶ μὴν ἄλογόν γε λέγων καὶ ἄρρητον καὶ ἄφθεγκτον ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην.
异乡人:而且在说它是不可理喻的、不可言说的和不可名状的时,我至少是将言辞针对“一”而发的。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:当然,怎么会不呢?
ΞΕ. φαμὲν δέ γε δεῖν, εἴπερ ὀρθῶς τις λέξει, μήτε ὡς ἓν μήτε ὡς πολλὰ διορίζειν αὐτό, μηδὲ τὸ παράπαν αὐτὸ καλεῖν· ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν προσαγορεύοιτο.
异乡人:但我们却说,如果有人要说得正确,就既不能把它界定为“一”,也不能界定为“多”,甚至根本不能称它为“它本身”;因为即使按照这种称呼,它也会是根据“一”的形式而被称呼的。
ΘΕΑΙ. παντάπασί γε.
泰阿泰德:确实完全如此。
ΞΕ. τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι;
异乡人:那么,谁还会提我呢?
καὶ γὰρ πάλαι καὶ τὰ νῦν ἡττημένον ἂν εὕροι περὶ τὸν τοῦ μὴ ὄντος ἔλεγχον.
因为人们会发现,不论是过去还是现在,我在驳斥不存在之物这件事上都已被击败了。
ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἶπον, μὴ σκοπῶμεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλʼ εἶα δὴ νῦν ἐν σοὶ σκεψώμεθα.
因此,正如我所说,不要在我说话时去寻找关于不存在之物的正确说法,而是来吧,现在让我们在你身上进行考察。
ΘΕΑΙ. πῶς φῄς;
泰阿泰德:你怎么说?
ΞΕ. ἴθι ἡμῖν εὖ καὶ γενναίως, ἅτε νέος ὤν, ὅτι μάλιστα δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε πλῆθος ἀριθμοῦ προστιθεὶς τῷ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν φθέγξασθαί τι περὶ αὐτοῦ.
异乡人:来吧,为了我们,好好地、勇敢地,既然你年轻,就尽可能地竭尽全力尝试一下:在既不给不存在之物加上实在、也不加上“一”、也不加上数的多的情况下,正确地吐露一些关于它的东西。
ΘΕΑΙ. πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία τῆς ἐπιχειρήσεως, εἰ σὲ τοιαῦθʼ ὁρῶν πάσχοντα αὐτὸς ἐπιχειροίην.
泰阿泰德:然而,看着你遭受了这样的事,如果我自己还要去尝试,那么我这种尝试的热忱也未免太强烈、太荒谬了。
ΞΕ. ἀλλʼ εἰ δοκεῖ, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐῶμεν· ἕως δʼ ἄν τινι δυναμένῳ δρᾶν τοῦτο ἐντυγχάνωμεν, μέχρι τούτου λέγωμεν ὡς παντὸς μᾶλλον πανούργως εἰς ἄπορον ὁ σοφιστὴς τόπον καταδέδυκεν.
异乡人:但如果你这么认为,就把你和我放在一边吧;在我们遇到某个能够做到这一点的人之前,在此期间,让我们说:诡辩家比任何人都更狡诈地潜入了一个令人困惑的境地。
ΘΕΑΙ. καὶ μάλα δὴ φαίνεται.
泰阿泰德:确实非常明显是这样。
ΞΕ. τοιγαροῦν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φανταστικὴν τέχνην, ῥᾳδίως ἐκ ταύτης τῆς χρείας τῶν λόγων ἀντιλαμβανόμενος ἡμῶν εἰς τοὐναντίον ἀποστρέψει τοὺς λόγους, ὅταν εἰδωλοποιὸν αὐτὸν καλῶμεν, ἀνερωτῶν τί ποτε τὸ παράπαν εἴδωλον λέγομεν.
异乡人:因此,如果我们说他拥有某种幻影制作的技术,那么当我们称他为肖像制作人时,他会很容易利用这种言辞手法抓住我们,把言辞扭转到相反的方向,追问我们究竟什么是所谓的“肖像”。
σκοπεῖν οὖν, ὦ Θεαίτητε, χρὴ τί τις τῷ νεανίᾳ πρὸς τὸ ἐρωτώμενον ἀποκρινεῖται.
因此,泰阿泰德啊,我们必须考虑,面对这个年轻人的提问,人应该回答些什么。
ΘΕΑΙ. δῆλον ὅτι φήσομεν τά τε ἐν τοῖς ὕδασι καὶ κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμένα καὶ τὰ τετυπωμένα καὶ τἆλλα ὅσα που τοιαῦτʼ ἔσθʼ ἕτερα.
泰阿泰德:显然,我们会说:在水中和镜子里的肖像,还有画像、雕塑,以及其他所有诸如此类的东西。
ΞΕ. φανερός, ὦ Θεαίτητε, εἶ σοφιστὴν οὐχ ἑωρακώς.
异乡人:泰阿泰德啊,显而易见你还没有见过诡辩家。
ΘΕΑΙ. τί δή;
泰阿泰德:为什么呢?
ΞΕ. δόξει σοι μύειν ἢ παντάπασιν οὐκ ἔχειν ὄμματα.
异乡人:他会让你觉得他是闭着眼,或者根本就没有眼睛。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么会?