§232ΞΕ. ἆρʼ οὖν ἐννοεῖς, ὅταν ἐπιστήμων τις πολλῶν φαίνηται, μιᾶς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ φάντασμα τοῦτο ὡς οὐκ ἔσθʼ ὑγιές, ἀλλὰ δῆλον ὡς ὁ πάσχων αὐτὸ πρός τινα τέχνην οὐ δύναται κατιδεῖν ἐκεῖνο αὐτῆς εἰς ὃ πάντα τὰ μαθήματα ταῦτα βλέπει, διὸ καὶ πολλοῖς ὀνόμασιν ἀνθʼ ἑνὸς τὸν ἔχοντα αὐτὰ προσαγορεύει;
异乡人:那么,你是否注意到,当某人似乎精通许多事物,却被冠以单一技术之名时,这种见解是不健全的? 显然,产生这种见解的人无法看清那门技术的那个点——即所有这些学问所指向的目标——因此,他用许多名字而不是一个名字来称呼那个拥有这些知识的人。
ΘΕΑΙ. κινδυνεύει τοῦτο ταύτῃ πῃ μάλιστα πεφυκέναι.
泰阿泰德:这件事似乎最有可能就是这样的。
ΞΕ. μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει διʼ ἀργίαν πάσχωμεν, ἀλλʼ ἀναλάβωμεν ἓν πρῶτον τῶν περὶ τὸν σοφιστὴν εἰρημένων.
异乡人:那么,我们自己可不要在探求中因为懒惰而陷入这种状态,让我们首先重新提起关于诡辩家所说过的一件事。
ἓν γάρ τί μοι μάλιστα κατεφάνη αὐτὸν μηνῦον.
因为其中有一件事,在我看来最能揭示他。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:是哪一件事?
ΞΕ. ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που.
异乡人:我们曾说,他大概是个善于反驳的人。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τί δʼ;
异乡人:怎么?
οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον γίγνεσθαι;
我们不是也说他成为了其他人在这件事上的老师吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΞΕ. σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι ποιεῖν ἀντιλογικούς.
异乡人:那么让我们看一看:这些人究竟声称使人们在什么事情上变得善于反驳?
ἡ δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ πῃ.
让我们的考察从一开始就照这样进行吧。
φέρε, περὶ τῶν θείων, ὅσʼ ἀφανῆ τοῖς πολλοῖς, ἆρʼ ἱκανοὺς ποιοῦσι τοῦτο δρᾶν;
来,关于神明的事,即那些对大多数人来说不可见的事,他们是否使人们有足够的能力做到这一点?
ΘΕΑΙ. λέγεται γοῦν δὴ περὶ αὐτῶν ταῦτα.
泰阿泰德:至少关于他们是这样说的。
ΞΕ. τί δʼ ὅσα φανερὰ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν περὶ τὰ τοιαῦτα;
异乡人:那么关于大地和天空、以及诸如此类可见的事物又如何呢?
ΘΕΑΙ. τί γάρ;
泰阿泰德:那又如何呢?
ΞΕ. ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι, σύνισμεν ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς;
异乡人:而且,在私人的聚会中,每当对万物的生成与存在有所论述时,我们知道,他们自己不仅擅长反驳,而且也使别人能够像他们一样做到这一点,不是吗?
ΘΕΑΙ. παντάπασί γε.
泰阿泰德:完全如此。
ΞΕ. τί δʼ αὖ περὶ νόμων καὶ συμπάντων τῶν πολιτικῶν, ἆρʼ οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς;
异乡人:那么,关于法律和所有的政治事务,他们难道不也许诺使人们变得善于争辩吗?
ΘΕΑΙ. οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο μὴ τοῦτο ὑπισχνουμένοις.
泰阿泰德:确实,如果他们不许诺这一点,说实话,就没有人会与他们交谈了。
ΞΕ. τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῷ βουλομένῳ μαθεῖν.
异乡人:此外,关于所有技术以及每一门具体技术,必须对每位匠人本人反驳的那些话,想必已经作为写下的东西公布在某处,供想学习的人使用了。
ΘΕΑΙ. τὰ Πρωταγόρειά μοι φαίνῃ περί τε πάλης καὶ τῶν ἄλλων τεχνῶν εἰρηκέναι.
泰阿泰德:你似乎指的是普罗泰戈拉关于摔跤和其他技术所说的话。
ΞΕ. καὶ πολλῶν γε, ὦ μακάριε, ἑτέρων.
异乡人:是的,我幸福的朋友,还有许多其他人的著作。
ἀτὰρ δὴ τὸ τῆς ἀντιλογικῆς τέχνης ἆρʼ οὐκ ἐν κεφαλαίῳ περὶ πάντων πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικʼ εἶναι;
然而,这门反驳的艺术,归根结底,难道不似乎是某种足以对万物进行争辩的能力吗?
ΘΕΑΙ. φαίνεται γοῦν δὴ σχεδὸν οὐδὲν ὑπολιπεῖν.
泰阿泰德:至少它看起来几乎什么也没有留下。
ΞΕ. σὺ δὴ πρὸς θεῶν, ὦ παῖ, δυνατὸν ἡγῇ τοῦτο;
异乡人:那么,凭神的名义,孩子,你认为这是可能的吗?
τάχα γὰρ ἂν ὑμεῖς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε, ἡμεῖς δὲ ἀμβλύτερον.
因为也许你们年轻人对此看得更敏锐,而我们则看得更迟钝。
§233ΘΕΑΙ. τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις;
泰阿泰德:你说的是哪一种,特别是指什么?
οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.
因为我不太理解现在所问的问题。
ΞΕ. εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.
异乡人:即,人类中的任何一个人,是否可能知道所有的事情。
ΘΕΑΙ. μακάριον μεντἂν ἡμῶν, ὦ ξένε, ἦν τὸ γένος.
泰阿泰德:异乡人啊,如果那样的话,我们这一种族确实将是极其幸福的。
ΞΕ. πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτʼ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;
异乡人:那么,一个自己毫无知识的人,在面对一个知道的人时,怎么可能说出健全的话来进行反驳呢?
ΘΕΑΙ. οὐδαμῶς.
泰阿泰德:绝不可能。
ΞΕ. τί ποτʼ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;
异乡人:那么,诡辩家能力的惊人之处,究竟会是什么呢?
ΘΕΑΙ. τοῦ δὴ πέρι;
泰阿泰德:这究竟是指什么?
ΞΕ. καθʼ ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι.
异乡人:指他们究竟通过什么方式,能够给年轻人造成一种印象,以为他们自己在所有事物上都是所有人中最聪明的。
δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτʼ ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.
因为显然,如果他们既没有正确地反驳,在年轻人看来也不是这样,或者,即使在他们看来是这样,但由于这种争辩,他们并未被认为变得更聪明——照你那说法——那么,谁还会愿意给他们钱,并成为他们这些事情的弟子呢。
ΘΕΑΙ. σχολῇ μεντἄν.
泰阿泰德:确实绝不会。
ΞΕ. νῦν δέ γʼ ἐθέλουσιν;
异乡人:但现在他们愿意吗?
ΘΕΑΙ. καὶ μάλα.
泰阿泰德:大意愿。
ΞΕ. δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.
异乡人:我想,这是因为在年轻人看来,他们对自己所反驳的那些事情本身是有知识的。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不呢?
ΞΕ. δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;
异乡人:而且我们说过,他们针对所有事物都这么做,对吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.
异乡人:因此,在弟子们看来,他们在所有事物上都是聪明的。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΞΕ. οὐκ ὄντες γε· ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.
异乡人:虽然他们实际上并不是;因为这已经被证明是不可能的。
ΘΕΑΙ. πῶς γὰρ οὐκ ἀδύνατον;
泰阿泰德:确实,怎么可能不是不可能的呢?
ΞΕ. δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην ὁ σοφιστὴς ἡμῖν ἀλλʼ οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται.
异乡人:那么,诡辩家在我们看来,是拥有某种关于万物的思惑的知识,而不是真理。
ΘΕΑΙ. παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.
泰阿泰德:完全如此,而且刚才所说的话,似乎是对他们最正确的评说。
ΞΕ. λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.
异乡人:那么,让我们就这些事情取一个更清晰的例子。
ΘΕΑΙ. τὸ ποῖον δή;
泰阿泰德:究竟是什么样的例子呢?
ΞΕ. τόδε.
异乡人:这个。
καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα ἀποκρίνασθαι.
试着非常专注地回答我。
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:是什么?
ΞΕ. εἴ τις φαίη μὴ λέγειν μηδʼ ἀντιλέγειν, ἀλλὰ ποιεῖν καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα—
ΘΕΑΙ. πῶς πάντα εἶπες;
异乡人:如果有人说,他既不说话也不反驳,而是懂得用一门技术去制作和做所有的事情—— 泰阿泰德:你说“所有的”是什么意思?
ΞΕ. τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γʼ ἡμῖν εὐθὺς ἀγνοεῖς· τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις.
异乡人:你立刻就没能理解所说内容的最开始;因为你似乎不明白“所有的事物”。
ΘΕΑΙ. οὐ γὰρ οὖν.
泰阿泰德:确实不明白。
ΞΕ. λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν τἆλλα ζῷα καὶ δένδρα.
异乡人:那么我指的是你和我,除了我们之外,还有其他的动物和树木。
ΘΕΑΙ. πῶς λέγεις;
泰阿泰德:你这是什么意思?
ΞΕ. εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν φαίη—
异乡人:如果有人说他将要制作我和你以及所有其他的植物——