§230ΞΕ. τὸ μὲν ἀρχαιοπρεπές τι πάτριον, ᾧ πρὸς τοὺς ὑεῖς μάλιστʼ ἐχρῶντό τε καὶ ἔτι πολλοὶ χρῶνται τὰ νῦν, ὅταν αὐτοῖς ἐξαμαρτάνωσί τι, τὰ μὲν χαλεπαίνοντες, τὰ δὲ μαλθακωτέρως παραμυθούμενοι·
异乡人:一种是古老而传统的方式,父亲们对儿子们最常使用它,而且至今仍有许多人在儿子们犯错时使用。 他们有时发怒,有时则较温和地劝诫。
τὸ δʼ οὖν σύμπαν αὐτὸ ὀρθότατα εἴποι τις ἂν νουθετητικήν.
但无论如何,我们可以最正确地将这整个部分称为“训诫术”。
ΘΕΑΙ. ἔστιν οὕτως.
泰阿泰德:确实如此。
ΞΕ. τὸ δέ γε, εἴξασί τινες αὖ λόγον ἑαυτοῖς δόντες ἡγήσασθαι πᾶσαν ἀκούσιον ἀμαθίαν εἶναι, καὶ μαθεῖν οὐδέν ποτʼ ἂν ἐθέλειν τὸν οἰόμενον εἶναι σοφὸν τούτων ὧν οἴοιτο πέρι δεινὸς εἶναι, μετὰ δὲ πολλοῦ πόνου τὸ νουθετητικὸν εἶδος τῆς παιδείας σμικρὸν ἀνύτειν.
异乡人:然而另一种则是,有些人似乎在对自己进行了一番思索后,认为所有的愚昧都是非自愿的,而一个自以为聪明的人,在那些他自以为精通的事情上,是绝不愿学习任何东西的,因此,教育中这种训诫的方式虽然付出了极大的辛劳,却收效甚微。
ΘΕΑΙ. ὀρθῶς γε νομίζοντες.
泰阿泰德:他们的想法确实很正确。
ΞΕ. τῷ τοι ταύτης τῆς δόξης ἐπὶ ἐκβολὴν ἄλλῳ τρόπῳ στέλλονται.
异乡人:因此,为了驱逐这种自以为是的信念,他们采取了另一种方式。
ΘΕΑΙ. τίνι δή;
泰阿泰德:究竟是什么方式呢?
ΞΕ. διερωτῶσιν ὧν ἂν οἴηταί τίς τι πέρι λέγειν λέγων μηδέν·
异乡人:每当有人自以为在谈论某事,实际上却什么也没说时,他们就会进行彻底的质问。
εἶθʼ ἅτε πλανωμένων τὰς δόξας ῥᾳδίως ἐξετάζουσι, καὶ συνάγοντες δὴ τοῖς λόγοις εἰς ταὐτὸν τιθέασι παρʼ ἀλλήλας, τιθέντες δὲ ἐπιδεικνύουσιν αὐτὰς αὑταῖς ἅμα περὶ τῶν αὐτῶν πρὸς τὰ αὐτὰ κατὰ ταὐτὰ ἐναντίας.
随后,由于这些人的信念处于游移状态,他们很容易就对其进行检验,并通过论证将这些信念汇集到一起,并置于一处,在并置中向他们展示,这些信念在同一时间、针对同一对象、就同一方面而言是相互矛盾的。
οἱ δʼ ὁρῶντες ἑαυτοῖς μὲν χαλεπαίνουσι, πρὸς δὲ τοὺς ἄλλους ἡμεροῦνται, καὶ τούτῳ δὴ τῷ τρόπῳ τῶν περὶ αὑτοὺς μεγάλων καὶ σκληρῶν δοξῶν ἀπαλλάττονται πασῶν ἀπαλλαγῶν ἀκούειν τε ἡδίστην καὶ τῷ πάσχοντι βεβαιότατα γιγνομένην.
而看到这一点的人会对自己发怒,对他人却变得温和,并通过这种方式完全摆脱关于自身的庞大而顽固的成见,在所有的解脱中,这种解脱听起来最令人愉悦,对接受者而言也最为稳固。
νομίζοντες γάρ, ὦ παῖ φίλε, οἱ καθαίροντες αὐτούς, ὥσπερ οἱ περὶ τὰ σώματα ἰατροὶ νενομίκασι μὴ πρότερον ἂν τῆς προσφερομένης τροφῆς ἀπολαύειν δύνασθαι σῶμα, πρὶν ἂν τὰ ἐμποδίζοντα ἐντός τις ἐκβάλῃ, ταὐτὸν καὶ περὶ ψυχῆς διενοήθησαν ἐκεῖνοι, μὴ πρότερον αὐτὴν ἕξειν τῶν προσφερομένων μαθημάτων ὄνησιν, πρὶν ἂν ἐλέγχων τις τὸν ἐλεγχόμενον εἰς αἰσχύνην καταστήσας, τὰς τοῖς μαθήμασιν ἐμποδίους δόξας ἐξελών, καθαρὸν ἀποφήνῃ καὶ ταῦτα ἡγούμενον ἅπερ οἶδεν εἰδέναι μόνα, πλείω δὲ μή.
亲爱的孩子,因为那些清除他们成见的人认为,正如身体方面的医生认为,除非有人排除了身体内部阻碍营养吸收的障碍,否则身体就无法享受所提供的食物一样,那些人对灵魂也持相同的看法:除非通过检验使被检验者感到羞愧,排除阻碍学习的信念,显露出清净的状态,并使之认为自己只知道自己确实知道的事情,而不知道更多,否则灵魂就无法从所提供的学习中获得任何益处。
ΘΕΑΙ. βελτίστη γοῦν καὶ σωφρονεστάτη τῶν ἕξεων αὕτη.
泰阿泰德:这至少是灵魂所有状态中最好、最理智的一种。
ΞΕ. διὰ ταῦτα δὴ πάντα ἡμῖν, ὦ Θεαίτητε, καὶ τὸν ἔλεγχον λεκτέον ὡς ἄρα μεγίστη καὶ κυριωτάτη τῶν καθάρσεών ἐστι, καὶ τὸν ἀνέλεγκτον αὖ νομιστέον, ἂν καὶ τυγχάνῃ βασιλεὺς ὁ μέγας ὤν, τὰ μέγιστα ἀκάθαρτον ὄντα, ἀπαίδευτόν τε καὶ αἰσχρὸν γεγονέναι ταῦτα ἃ καθαρώτατον καὶ κάλλιστον ἔπρεπε τὸν ὄντως ἐσόμενον εὐδαίμονα εἶναι.
异乡人:正因为这一切,泰阿泰德,我们也必须说,检验是所有净化中最大且最决定性的。 而相反,未受检验的人,即使恰好是伟大的君王,在最重要的事情上也是未受净化的,他在那些真正幸福的人本该最清净、最美之处,却变得未受教育且丑陋不堪。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:确实完全如此。
§231ΞΕ. τί δέ; τοὺς ταύτῃ χρωμένους τῇ τέχνῃ τίνας φήσομεν;
异乡人:那么,使用这种技术的人,我们要称他们为什么呢?
ἐγὼ μὲν γὰρ φοβοῦμαι σοφιστὰς φάναι.
因为我害怕称他们为“诡辩家”。
ΘΕΑΙ. τί δή;
泰阿泰德:为什么呢?
ΞΕ. μὴ μεῖζον αὐτοῖς προσάπτωμεν γέρας.
异乡人:免得我们赋予他们过高的荣誉。
ΘΕΑΙ. ἀλλὰ μὴν προσέοικέ γε τοιούτῳ τινὶ τὰ νῦν εἰρημένα.
泰阿泰德:但是,刚才所说的确实类似于这样的人。
ΞΕ. καὶ γὰρ κυνὶ λύκος, ἀγριώτατον ἡμερωτάτῳ.
异乡人:确实,就像狼类似于狗,最凶残的类似于最温顺的。
τὸν δὲ ἀσφαλῆ δεῖ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ἀεὶ ποιεῖσθαι τὴν φυλακήν· ὀλισθηρότατον γὰρ τὸ γένος.
而一个安全行事的人,必须最在乎对类似之物时刻保持警惕,因为这类事物极易让人滑跌。
ὅμως δὲ ἔστω·
不过,姑且就这么定吧。
οὐ γὰρ περὶ σμικρῶν ὅρων τὴν ἀμφισβήτησιν οἴομαι γενήσεσθαι τότε ὁπόταν ἱκανῶς φυλάττωσιν.
因为我认为,当他们有足够的警惕时,争论不会发生在微小的定义界限上了。
ΘΕΑΙ. οὔκουν τό γε εἰκός.
泰阿泰德:至少,那是合乎情理的。
ΞΕ. ἔστω δὴ διακριτικῆς τέχνης καθαρτική, καθαρτικῆς δὲ τὸ περὶ ψυχὴν μέρος ἀφωρίσθω, τούτου δὲ διδασκαλική, διδασκαλικῆς δὲ παιδευτική·
异乡人:那么,就让净化术属于分辩术,而针对灵魂的部分则从净化术中画定出来,在这一部分中又有教授术,而教授术中又有教育术。
τῆς δὲ παιδευτικῆς ὁ περὶ τὴν μάταιον δοξοσοφίαν γιγνόμενος ἔλεγχος ἐν τῷ νῦν λόγῳ παραφανέντι μηδὲν ἄλλʼ ἡμῖν εἶναι λεγέσθω πλὴν ἡ γένει γενναία σοφιστική.
而在教育术中,针对虚妄的知德所进行的检验——它在当前的讨论中刚刚显现出来——就让我们称之为无非是那在出身高贵的“诡辩术”吧。
ΘΕΑΙ. λεγέσθω μέν·
泰阿泰德:那就这么称呼吧。
ἀπορῶ δὲ ἔγωγε ἤδη διὰ τὸ πολλὰ πεφάνθαι, τί χρή ποτε ὡς ἀληθῆ λέγοντα καὶ διισχυριζόμενον εἰπεῖν ὄντως εἶναι τὸν σοφιστήν.
但我现在已经感到困惑了,因为已经显现出太多的形象,不知道究竟该把什么说成是真正的诡辩家,才能算是说出了真理并加以确证。
ΞΕ. εἰκότως γε σὺ ἀπορῶν.
异乡人:你感到困惑是理所当然的。
ἀλλά τοι κἀκεῖνον ἡγεῖσθαι χρὴ νῦν ἤδη σφόδρα ἀπορεῖν ὅπῃ ποτὲ ἔτι διαδύσεται τὸν λόγον·
然而,我们也必须认为,他现在也一定极度困惑,不知还能从讨论的哪一步中溜走。
ὀρθὴ γὰρ ἡ παροιμία, τὸ τὰς ἁπάσας μὴ ῥᾴδιον εἶναι διαφεύγειν.
因为那句谚语是正确的:“要逃脱所有的网并不容易。
νῦν οὖν καὶ μάλιστα ἐπιθετέον αὐτῷ.
”所以现在正是最该向他发起进攻的时候。
ΘΕΑΙ. καλῶς λέγεις.
泰阿泰德:说得好。
ΞΕ. πρῶτον δὴ στάντες οἷον ἐξαναπνεύσωμεν, καὶ πρὸς ἡμᾶς αὐτοὺς διαλογισώμεθα ἅμα ἀναπαυόμενοι, φέρε, ὁπόσα ἡμῖν ὁ σοφιστὴς πέφανται. δοκῶ μὲν γάρ, τὸ πρῶτον ηὑρέθη νέων καὶ πλουσίων ἔμμισθος θηρευτής.
异乡人:首先,让我们停下来,就像喘口气一样。 在休息的同时,让我们对自己盘算一下:来吧,诡辩家已经在我们面前显现出了多少种形象?
ΘΕΑΙ. ναί.
我想,首先他被发现是一个以年轻富人为猎物的、收取报酬的猎手。
ΞΕ. τὸ δέ γε δεύτερον ἔμπορός τις περὶ τὰ τῆς ψυχῆς μαθήματα.
泰阿泰德:是的。
ΘΕΑΙ. πάνυ γε.
异乡人:第二,他是关于灵魂学问的一种商人。
ΞΕ. τρίτον δὲ ἆρα οὐ περὶ αὐτὰ ταῦτα κάπηλος ἀνεφάνη;
泰阿泰德:确实如此。
ΘΕΑΙ. ναί, καὶ τέταρτόν γε αὐτοπώλης περὶ τὰ μαθήματα ἡμῖν ἦν.
异乡人:第三,他难道不也是在这些相同的学问上做零售的商贩吗?
ΞΕ. ὀρθῶς ἐμνημόνευσας.
泰阿泰德:是的,第四,对我们来说,他是自产自销学问的零售商。
πέμπτον δʼ ἐγὼ πειράσομαι μνημονεύειν·
异乡人:你记得很准。
τῆς γὰρ ἀγωνιστικῆς περὶ λόγους ἦν τις ἀθλητής, τὴν ἐριστικὴν τέχνην ἀφωρισμένος.
第五个由我来尝试记忆:他是言辞竞技方面的某位选手,将辩驳术据为己有。
ΘΕΑΙ. ἦν γὰρ οὖν.
泰阿泰德:确实是的。
ΞΕ. τό γε μὴν ἕκτον ἀμφισβητήσιμον μέν, ὅμως δʼ ἔθεμεν αὐτῷ συγχωρήσαντες δοξῶν ἐμποδίων μαθήμασιν περὶ ψυχὴν καθαρτὴν αὐτὸν εἶναι.
异乡人:第六个虽然有争议,但我们还是在同意之下规定,他是能够清除阻碍学问的成见、净化灵魂的人。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:确实完全如此。