Humanitext Reader

柏拉图 · 智者篇 §228-229

灵魂的两种恶与纠正无知的教育

第 7 段,共 30 段 · 希腊语

内容简介

异乡人和泰阿泰德区分了灵魂中的两种恶(作为疾病的邪恶,以及作为丑陋的无知),并在教授术中,指出了消除最大愚昧(自以为知)的“教育”这一分支。

§228ΞΕ. τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δʼ οἷον αἶσχος ἐγγιγνόμενον.
异乡人:一种像身体里产生的疾病,另一种像丑陋。
ΘΕΑΙ. οὐκ ἔμαθον.
泰阿泰德:我不明白。
ΞΕ. νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;
异乡人:也许你不认为疾病和内讧是同一回事?
ΘΕΑΙ. οὐδʼ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.
泰阿泰德:对此,我同样不知道该怎么回答。
ΞΕ. πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν;
异乡人:你认为内讧除了是本性相近的事物因某种败坏而产生的纷争之外,还会是别的什么吗?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:不是别的。
ΞΕ. ἀλλʼ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἐνὸν γένος;
异乡人:而丑陋除了是无度的种类在各处呈现出的难看形态之外,还会是别的吗?
ΘΕΑΙ. οὐδαμῶς ἄλλο.
泰阿泰德:绝非别的。
ΞΕ. τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;
异乡人:那么,在那些处于糟糕状态的人的灵魂中,难道我们没有察觉到信念与欲望、激情与快乐、理性与痛苦,以及所有这些事物彼此之间都在冲突着吗?
ΘΕΑΙ. καὶ σφόδρα γε.
泰阿泰德:非常清楚地察觉到了。
ΞΕ. συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.
异乡人:然而,它们全部必然是同宗同源的。
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不是呢?
ΞΕ. στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.
异乡人:因此,如果我们把灵魂的邪恶称为内讧和疾病,我们就是说得对了。
ΘΕΑΙ. ὀρθότατα μὲν οὖν.
泰阿泰德:确实最正确不过。
ΞΕ. τί δʼ;
异乡人:那这又如何?
ὅσʼ ἂν κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθʼ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;
凡是参与运动、设定了某个目标并试图在每次冲动中达到它、却偏离它并失败的事物,我们要说它们遭受这种状况是由于彼此之间的对称,还是相反,由于不对称?
ΘΕΑΙ. δῆλον ὡς ὑπὸ ἀμετρίας.
泰阿泰德:显然是由于不对称。
ΞΕ. ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.
异乡人:然而,我们确实知道,任何灵魂对任何事情的无知,都是违背其意愿的。
ΘΕΑΙ. σφόδρα γε.
泰阿泰德:非常清楚。
ΞΕ. τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπʼ ἀλήθειαν ὁρμωμένης ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.
异乡人:然而,当灵魂向着真理冲刺、理解力却发生偏离时,这种“无知”无非就是一种失智。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΞΕ. ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.
异乡人:所以,我们必须把无理性的灵魂视为丑陋且不对称的。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:看来是这样。
ΞΕ. ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὄν.
异乡人:看来,灵魂中的恶确实有这两种:一种被大众称为邪恶,它显然是灵魂的疾病。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν.
异乡人:而对于另一种,他们称之为无知,但他们不愿意承认,当它仅发生在灵魂中时也是一种恶德。
ΘΕΑΙ. κομιδῇ συγχωρητέον, ὃ νυνδὴ λέξαντος ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος αἶσχος θετέον.
泰阿泰德:必须完全同意。 刚才您说的时候我还感到疑惑,那就是灵魂中确有两种恶的类型:懦弱、放纵和不义都必须被视为我们内部的疾病,而那深重且多种多样的无知状态,则必须被定为丑陋。
ΞΕ. οὐκοῦν ἔν γε σώματι περὶ δύο παθήματε τούτω δύο τέχνα τινὲ ἐγενέσθην;
异乡人:那么,针对身体上的这两种病患,不是也产生了两种技术吗?
ΘΕΑΙ. τίνε τούτω;
泰阿泰德:是哪两种呢?
§229ΞΕ. περὶ μὲν αἶσχος γυμναστική, περὶ δὲ νόσον ἰατρική.
异乡人:针对丑陋的是体育,针对疾病的是医术。
ΘΕΑΙ. φαίνεσθον.
泰阿泰德:看起来是这样。
ΞΕ. οὐκοῦν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν ἡ κολαστικὴ πέφυκε τεχνῶν μάλιστα δὴ πασῶν προσήκουσα Δίκῃ.
异乡人:那么,针对狂妄、不义和懦弱,惩治术在天性上难道不是所有技术中与正义最相契合的吗?
ΘΕΑΙ. τὸ γοῦν εἰκός, ὡς εἰπεῖν κατὰ τὴν ἀνθρωπίνην δόξαν.
泰阿泰德:依人类的普遍看法来说,至少这是合乎情理的。
ΞΕ. τί δέ; περὶ σύμπασαν ἄγνοιαν μῶν ἄλλην τινὰ ἢ διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν;
异乡人:那么,针对所有的无知,难道有人能比“教授术”更正确地称呼其他技术吗?
ΘΕΑΙ. οὐδεμίαν.
泰阿泰德:没有别的。
ΞΕ. φέρε δή· διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος φατέον ἢ πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω;
异乡人:来吧,那我们必须说教授术只有一种类型,还是有多种,且其中有两种是最大的?
σκόπει.
你考虑一下。
ΘΕΑΙ. σκοπῶ.
泰阿泰德:我在考虑。
ΞΕ. καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.
异乡人:我想,我们若按以下方式,或许能最快找到它。
ΘΕΑΙ. πῇ;
泰阿泰德:什么方式?
ΞΕ. τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὑτῆς τομὴν ἔχει τινά.
异乡人:去看看无知是否在其正中有着某种划分。
διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφʼ ἑνὶ τῶν αὑτῆς ἑκατέρῳ.
因为如果无知是双重的,显然它也会迫使教授术拥有两个部分,各部分分别针对无知之中的一种。
ΘΕΑΙ. τί οὖν; καταφανές πῄ σοι τὸ νῦν ζητούμενον;
泰阿泰德:那么,现在所寻找的东西对您来说清楚可见了吗?
ΞΕ. ἀγνοίας γοῦν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφωρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον μέρεσιν.
异乡人:至少,我觉得自己看到了无知之中被划分出来的、一种庞大而棘手的类型,它与无知的所有其他部分相抗衡。
ΘΕΑΙ. ποῖον δή;
泰阿泰德:到底是什么样的?
ΞΕ. τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι·
异乡人:那就是对某事一无所知,却自以为知道。
διʼ οὗ κινδυνεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν.
我们大家在思想上所犯的所有错误,恐怕都是由此产生的。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。
ΞΕ. καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθῆναι.
异乡人:而且,我认为,也只有对于无知的这一个部分,才被冠以“愚昧”之名。
ΘΕΑΙ. πάνυ γε.
泰阿泰德:确实如此。
ΞΕ. τί δὲ δὴ τῷ τῆς διδασκαλικῆς ἄρα μέρει τῷ τοῦτο ἀπαλλάττοντι λεκτέον;
异乡人:那么,在教授术之中,能够清除这种愚昧的部分又该叫什么呢?
ΘΕΑΙ. οἶμαι μὲν, ὦ ξένε, τὸ μὲν ἄλλο δημιουργικὰς διδασκαλίας, τοῦτο δὲ ἐνθάδε γε παιδείαν διʼ ἡμῶν κεκλῆσθαι.
泰阿泰德:异乡人,我认为,那另一部分被称为技艺教授,而这里这一部分,至少在我们这里,是由我们称为“教育”的。
ΞΕ. καὶ γὰρ σχεδόν, ὦ Θεαίτητε, ἐν πᾶσιν Ἕλλησιν.
异乡人:确实如此,泰阿泰德,几乎在所有希腊人中都是这样。
ἀλλὰ γὰρ ἡμῖν ἔτι καὶ τοῦτο σκεπτέον, ἆρʼ ἄτομον ἤδη ἐστὶ πᾶν ἤ τινα ἔχον διαίρεσιν ἀξίαν ἐπωνυμίας.
但是我们还要考虑这一点:它已经是完全不可分的,还是有着配得上拥有一个名称的划分?
ΘΕΑΙ. οὐκοῦν χρὴ σκοπεῖν.
泰阿泰德:那么必须加以考虑。
ΞΕ. δοκεῖ τοίνυν μοι καὶ τοῦτο ἔτι πῃ σχίζεσθαι.
异乡人:那么在我看来,这一部分也还是要在某处被剖开的。
ΘΕΑΙ. κατὰ τί;
泰阿泰德:按照什么来分呢?
ΞΕ. τῆς ἐν τοῖς λόγοις διδασκαλικῆς ἡ μὲν τραχυτέρα τις ἔοικεν ὁδὸς εἶναι, τὸ δʼ ἕτερον αὐτῆς μόριον λειότερον.
异乡人:在言语的教授中,一条似乎是较为粗粝的路,而它的另一部分则较为平缓。
ΘΕΑΙ. τὸ ποῖον δὴ τούτων ἑκάτερον λέγομεν;
泰阿泰德:这其中的每一种,我们究竟是指什么呢?

词汇与语法注释

  1. 228aἔχω τί χρή — 动词 `ἔχω` 后接疑问代词 `τί` 和不定式结构(此处为受 `χρή` 支配的不定式 `ἀποκρίνασθαι`),表示能力或认知,译为“不知道该如何回答”。
  2. 228bτῶν φλαύρως ἐχόντων — 这一属格分词短语作所有格修饰 `ἐν ψυχῇ`,意为“在那些处于糟糕状态的人的灵魂中”。
  3. 228cπαραφόρου συνέσεως γιγνομένης — 与前面的 `ἐπʼ ἀλήθειαν ὁρμωμένης ψυχῆς` 相呼应,共同构成属格独立结构(或作修饰 `σύνεσις` 的所有格属格),描绘了尽管灵魂向着真理冲刺、其理解力却偏离目标的状态。
  4. 228eλέξαντος ἠμφεγνόησά σου — 属格代词 `σου` 受表示怀疑的动词 `ἠμφεγνόησα` 支配,同时与属格分词 `λέξαντος` 一致,意为“在您刚才说的时候,我曾对此产生怀疑”。
  5. 229bδύο δέ τινε αὐτῆς εἶναι μεγίστω — 双数形容词 `μεγίστω` 在受必要性动形词 `φατέον` 支配的“对格加不定式”(A.C.I.)结构中,作不定式 `εἶναι` 的补足语,主语为 `δύο τινε`。

引用这一段

柏拉图, 智者篇 §228-229. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:228-229

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。