Humanitext Reader

柏拉图 · 智者篇 §226-227

判别术的定义与身体和灵魂的净化

第 6 段,共 30 段 · 希腊语

内容简介

异乡人和泰阿泰德在将智者临时界定为“争论术中的赚钱类型”后,通过日常家务的例子引出“判别术”以及“净化”(留好去坏)的概念,并进一步将净化划分为身体的净化与灵魂的净化。

§226ΞΕ. οὐδὲν ἀλλʼ ἢ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν, ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητητικῆς, τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς ἔστιν, ὡς ὁ λόγος αὖ μεμήνυκε νῦν, ὁ σοφιστής.
异乡人:看来,智者无非是属于争论术中的赚钱类型,而争论术则是反驳术、辩论术、战斗术、竞技术和获得术的一个部分,正如我们的讨论现在再次揭示的那样。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:完全正确。
ΞΕ. ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι τοῦτο τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν;
异乡人:那么你看到了吧,人们说这个野兽是复杂的,正如俗话所说,“非用一只手能捉住的”,这确实是真的?
ΘΕΑΙ. οὐκοῦν ἀμφοῖν χρή.
泰阿泰德:所以必须用两只手。
ΞΕ. χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ.
异乡人:确实应该,而且我们必须尽力这样做,沿着它的足迹如此追踪。
καί μοι λέγε· τῶν οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;
告诉我:我们是否用某些词来称呼家务中的名字?
ΘΕΑΙ. καὶ πολλά· ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;
泰阿泰德:是的,有很多;但您是在问这许多种之中的哪一些呢?
ΞΕ. τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διαττᾶν καὶ βράττειν καὶ διακρίνειν.
异乡人:比如,我们所说的过滤、筛分、簸扬和区分。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΞΕ. καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα. ἦ γάρ;
异乡人:此外还有梳理、纺线、织布,而且我们知道在这些技术中还有无数其他类似的过程。 不是吗?
ΘΕΑΙ. τὸ ποῖον αὐτῶν πέρι βουληθεὶς δηλῶσαι παραδείγματα προθεὶς ταῦτα κατὰ πάντων ἤρου;
泰阿泰德:您提出这些例子,是想说明其中哪一方面,才对全体提出这个问题的?
ΞΕ. διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.
异乡人:我想,所说的一切,统统都可以被称为“判别(分离)性的”。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΞΕ. κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.
异乡人:那么,根据我的讨论,既然在所有这些中存在着一个共同的技术,我们就应该给它一个单一的名字。
ΘΕΑΙ. τίνα προσειπόντες;
泰阿泰德:称它为什么呢?
ΞΕ. διακριτικήν.
异乡人:判别术。
ΘΕΑΙ. ἔστω.
泰阿泰德:就这样吧。
ΞΕ. σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν εἴδη.
异乡人:现在请考虑一下,我们是否能在这之中再次看出两个类型。
ΘΕΑΙ. ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις.
泰阿泰德:您给我布置了一个快速的思考任务。
ΞΕ. καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δʼ ὅμοιον ἀφʼ ὁμοίου.
异乡人:但是,在上述各种判别中,一种是把较坏的从较好的中分离出来,另一种是把同类从同类中分离出来。
ΘΕΑΙ. σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.
泰阿泰德:在您现在说来,看起来几乎就是这样。
ΞΕ. τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον· τῆς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον ἀποβαλλούσης ἔχω.
异乡人:因此,对于前者(同类之分离),我没有现成的名字;而对于留下较好者、抛弃较坏者的判别,我倒有一个名字。
ΘΕΑΙ. λέγε τί.
泰阿泰德:请说说是什么。
ΞΕ. πᾶσα ἡ τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται παρὰ πάντων καθαρμός τις.
异乡人:在我看来,所有这类判别都被所有人称为某种“净化”。
ΘΕΑΙ. λέγεται γὰρ οὖν.
泰阿泰德:确实是这样称呼的。
ΞΕ. οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς ἂν ἴδοι;
异乡人:那么,任何人不都能看出这净化性的类型再次是双重的吗?
ΘΕΑΙ. ναί, κατὰ σχολήν γε ἴσως· οὐ μὴν ἔγωγε καθορῶ νῦν.
泰阿泰德:是的,闲暇时也许可以;但我现在还没看出来。
ΞΕ. καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρσεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει.
异乡人:然而,关于身体的许多净化类型,应该用一个名字来加以概括。
ΘΕΑΙ. ποῖα καὶ τίνι;
泰阿泰德:哪些类型,用什么名字?
§227ΞΕ. τά τε τῶν ζῴων, ὅσα ἐντὸς σωμάτων ὑπὸ γυμναστικῆς ἰατρικῆς τε ὀρθῶς διακρινόμενα καθαίρεται καὶ περὶ τἀκτός, εἰπεῖν μὲν φαῦλα, ὅσα βαλανευτικὴ παρέχεται· καὶ τῶν ἀψύχων σωμάτων, ὧν γναφευτικὴ καὶ σύμπασα κοσμητικὴ τὴν ἐπιμέλειαν παρεχομένη κατὰ σμικρὰ πολλὰ καὶ γελοῖα δοκοῦντα ὀνόματα ἔσχεν.
异乡人:动物的身体,那些在体内通过体育和医术得到正确判别和净化的部分,以及在体外的、说起来虽显卑俗但由洗浴术所提供的部分;至于无生命的身体,缩绒术和整个装饰术为之提供照料,并因此得到了许多细碎且显得可笑的名字。
ΘΕΑΙ. μάλα γε.
泰阿泰德:确实如此。
ΞΕ. παντάπασι μὲν οὖν, ὦ Θεαίτητε.
异乡人:完全如此,泰阿泰德。
ἀλλὰ γὰρ τῇ τῶν λόγων μεθόδῳ σπογγιστικῆς ἢ φαρμακοποσίας οὐδὲν ἧττον οὐδέ τι μᾶλλον τυγχάνει μέλον εἰ τὸ μὲν σμικρά, τὸ δὲ μεγάλα ἡμᾶς ὠφελεῖ καθαῖρον.
然而,对于言论(辩论)的方法来说,它并不多一点也不少一点关心用海绵擦洗还是服药,不管这种净化在小事还是大事上对我们有益。
τοῦ κτήσασθαι γὰρ ἕνεκα νοῦν πασῶν τεχνῶν τὸ συγγενὲς καὶ τὸ μὴ συγγενὲς κατανοεῖν πειρωμένη τιμᾷ πρὸς τοῦτο ἐξ ἴσου πάσας, καὶ θάτερα τῶν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδὲν ἡγεῖται γελοιότερα, σεμνότερον δέ τι τὸν διὰ στρατηγικῆς ἢ φθειριστικῆς δηλοῦντα θηρευτικὴν οὐδὲν νενόμικεν, ἀλλʼ ὡς τὸ πολὺ χαυνότερον.
因为,为了获得智慧,这种方法试图去理解所有技术之间的同族关系和非同族关系,为此它平等地尊重所有的技术,并不认为其中一种因为相似而比另一种更可笑,也不认为通过将领术来解释狩猎术的人比通过捕虱术来解释的人更为高尚,反而认为前者在大多数情况下更为虚荣。
καὶ δὴ καὶ νῦν, ὅπερ ἤρου, τί προσεροῦμεν ὄνομα συμπάσας δυνάμεις ὅσαι σῶμα εἴτε ἔμψυχον εἴτε ἄψυχον εἰλήχασι καθαίρειν, οὐδὲν αὐτῇ διοίσει ποῖόν τι λεχθὲν εὐπρεπέστατον εἶναι δόξει·
而现在,关于你所问的问题——对于那些分管净化身体的所有能力,不论这身体是有生命的还是无生命的,我们应该用什么名字来统称——对于这种方法来说,说出什么样的名字、或者什么名字看起来最得体,都没有任何区别。
μόνον ἐχέτω χωρὶς τῶν τῆς ψυχῆς καθάρσεων πάντα συνδῆσαν ὅσα ἄλλο τι καθαίρει.
只要它把除灵魂净化之外、净化其他一切事物的能力全部捆绑在一起就行了。
τὸν γὰρ περὶ τὴν διάνοιαν καθαρμὸν ἀπὸ τῶν ἄλλων ἐπικεχείρηκεν ἀφορίσασθαι τὰ νῦν, εἴ γε ὅπερ βούλεται μανθάνομεν.
因为,如果我们理解了它的意图,这种方法现在正试图把关于思想的净化与其他的净化区分并界定开来。
ΘΕΑΙ. ἀλλὰ μεμάθηκα, καὶ συγχωρῶ δύο μὲν εἴδη καθάρσεως, ἓν δὲ τὸ περὶ τὴν ψυχὴν εἶδος εἶναι, τοῦ περὶ τὸ σῶμα χωρὶς ὄν.
泰阿泰德:我已经理解了,并同意净化的确有两个类型:一个是关于灵魂的类型,它是与关于身体的类型分开存在的。
ΞΕ. πάντων κάλλιστα.
异乡人:极好。
καί μοι τὸ μετὰ τοῦτο ἐπάκουε πειρώμενος αὖ τὸ λεχθὲν διχῇ τέμνειν.
那么请听接下来的部分,试着再次把刚才所说的内容一分为二。
ΘΕΑΙ. καθʼ ὁποῖʼ ἂν ὑφηγῇ πειράσομαί σοι συντέμνειν.
泰阿泰德:无论您如何引导,我都将试着和您一起划分。
ΞΕ. πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι;
异乡人:我们是否把灵魂中的恶(恶德)说成是与美德不同的东西?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不是呢?
ΞΕ. καὶ μὴν καθαρμός γʼ ἦν τὸ λείπειν μὲν θάτερον, ἐκβάλλειν δὲ ὅσον ἂν ᾖ πού τι φλαῦρον.
异乡人:而且,净化就是留下其中之一,并把一切坏的东西抛弃掉。
ΘΕΑΙ. ἦν γὰρ οὖν.
泰阿泰德:确实如此。
ΞΕ. καὶ ψυχῆς ἄρα, καθʼ ὅσον ἂν εὑρίσκωμεν κακίας ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγξόμεθα.
异乡人:因此,对于灵魂,只要我们发现某种恶的消除,并把这本身称为“净化”,我们就是在和谐、得体地说话了。
ΘΕΑΙ. καὶ μάλα γε.
泰阿泰德:正是如此。
ΞΕ. δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.
异乡人:那么,必须说灵魂中的恶有两个类型。
ΘΕΑΙ. ποῖα;
泰阿泰德:是哪两种呢?

词汇与语法注释

  1. 226aοὐδὲν ἀλλʼ ἢ — 字面意思是“除……之外什么也没有”,是用作强调限定的习惯表达,意为“无非是”、“正是”。此处用于引出界定智者身份的补足语名词短语。
  2. 226aοὐ τῇ ἑτέρᾳ ληπτόν — 阴性单数与格形容词 `τῇ ἑτέρᾳ` 暗中修饰了被省略的阴性名词 `χειρί`(手),构成了希腊语中的常用谚语“非用一只手所能捉住的”。该比喻暗示必须用双手、尽全力才能对付的棘手事物。
  3. 227aτῇ τῶν λόγων μεθόδῳ — 该与格短语表示无人称动词分词 `μέλον`(源自 `μέλει`)的关涉对象。整段长句的逻辑主语是与其性数一致(均为阴性单数)的现在分词 `πειρωμένη` (§227b)。尽管中间夹杂了冗长的对比和例证,但主干句法结构为:“对于这种方法而言,……并不更关心,因为该方法在试图理解……时,平等地尊重所有技术。”

引用这一段

柏拉图, 智者篇 §226-227. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:226-227

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。