§208ΣΩ. τί οὖν;
苏格拉底:那么,怎么说呢?
ὅταν ἐν τῷ τοιούτῳ καιρῷ
Θεαίτητον
γράφων τις θῆτα καὶ εἶ οἴηταί τε δεῖν γράφειν καὶ γράψῃ, καὶ αὖ
Θεόδωρον
ἐπιχειρῶν γράφειν ταῦ καὶ εἶ οἴηταί τε δεῖν γράφειν καὶ γράψῃ, ἆρʼ ἐπίστασθαι φήσομεν αὐτὸν τὴν πρώτην τῶν ὑμετέρων ὀνομάτων συλλαβήν;
在这样的情况下,当有人在写“泰阿泰德”时,认为应该写西塔(θ)和艾普西隆(ε)并且确实写了出来,此外,在试图写“泰奥多洛”时,认为应该写塔乌(τ)和艾普西隆(ε)并且确实写了出来,我们会说他知道你们名字的第一音节吗?
ΘΕΑΙ. ἀλλʼ ἄρτι ὡμολογήσαμεν τὸν οὕτως ἔχοντα μήπω εἰδέναι.
泰阿泰德:不,我们刚才已经同意,处于这种状态的人还不知道。
ΣΩ. κωλύει οὖν τι καὶ περὶ τὴν δευτέραν συλλαβὴν καὶ τρίτην καὶ τετάρτην οὕτως ἔχειν τὸν αὐτόν;
苏格拉底:那么,有什么能阻止同一个人在第二、第三和第四音节上也处于这种状态呢?
ΘΕΑΙ. οὐδέν γε.
泰阿泰德:完全没有。
ΣΩ. ἆρʼ οὖν τότε τὴν διὰ στοιχείου διέξοδον ἔχων γράψει
Θεαίτητον
μετὰ ὀρθῆς δόξης, ὅταν ἑξῆς γράφῃ;
苏格拉底:那么,当他依次书写时,他会拥有通过元素的详细阐释,并伴随着正确的信念写下“泰阿泰德”吗?
ΘΕΑΙ. δῆλον δή.
泰阿泰德:显然会。
ΣΩ. οὐκοῦν ἔτι ἀνεπιστήμων ὤν, ὀρθὰ δὲ δοξάζων, ὥς φαμεν;
苏格拉底:那么,正如我们所说,他虽然仍然没有知识,但却持有正确的信念,不是吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. λόγον γε ἔχων μετὰ ὀρθῆς δόξης.
苏格拉底:而且,他是在伴随正确信念的同时拥有说明的。
τὴν γὰρ διὰ τοῦ στοιχείου ὁδὸν ἔχων ἔγραφεν, ἣν δὴ λόγον ὡμολογήσαμεν.
因为他是拥有通过元素的途径而书写的,而我们已经同意这就是“说明”。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:对。
ΣΩ. ἔστιν ἄρα, ὦ ἑταῖρε, μετὰ λόγου ὀρθὴ δόξα, ἣν οὔπω δεῖ ἐπιστήμην καλεῖν.
苏格拉底:我的朋友,那么,确实存在着伴随说明的正确信念,而这还不能被称为知识。
ΘΕΑΙ. κινδυνεύει.
泰阿泰德:似乎是这样。
ΣΩ. ὄναρ δή, ὡς ἔοικεν, ἐπλουτήσαμεν οἰηθέντες ἔχειν τὸν ἀληθέστατον ἐπιστήμης λόγον.
苏格拉底:看来我们就像在梦中发了财,自以为得到了最真实的知识的说明。
ἢ μήπω κατηγορῶμεν;
或者我们还不急于谴责它?
ΣΩ. ἴσως γὰρ οὐ τοῦτό τις αὐτὸν ὁριεῖται, ἀλλὰ τὸ λοιπὸν εἶδος τῶν τριῶν, ὧν ἕν γέ τι ἔφαμεν λόγον θήσεσθαι τὸν ἐπιστήμην ὁριζόμενον δόξαν εἶναι ὀρθὴν μετὰ λόγου.
苏格拉底:因为也许人们不会这样定义它,而是定义为这三种之中的最后一种,我们说过,任何将知识定义为“伴随说明的正确信念”的人,都会将这三种之一设定为“说明”。
ΘΕΑΙ. ὀρθῶς ὑπέμνησας· ἔτι γὰρ ἓν λοιπόν.
泰阿泰德:你提醒得对,因为还剩下一个。
τὸ μὲν γὰρ ἦν διανοίας ἐν φωνῇ ὥσπερ εἴδωλον, τὸ δʼ ἄρτι λεχθὲν διὰ στοιχείου ὁδὸς ἐπὶ τὸ ὅλον·
第一个是思想在声音中的镜像,刚才说的第二个是通往整体的通过元素的途径。
τὸ δὲ δὴ τρίτον τί λέγεις;
那么你说的第三个是什么呢?
ΣΩ. ὅπερ ἂν οἱ πολλοὶ εἴποιεν, τὸ ἔχειν τι σημεῖον εἰπεῖν ᾧ τῶν ἁπάντων διαφέρει τὸ ἐρωτηθέν.
苏格拉底:就是大多数人会说的那种:能够说出某个标记,使被问及的事物借此而与所有其他事物区别开来。
ΘΕΑΙ. οἷον τίνα τίνος ἔχεις μοι λόγον εἰπεῖν;
泰阿泰德:例如,你能告诉我关于什么的什么样的说明?
ΣΩ. οἷον, εἰ βούλει, ἡλίου πέρι ἱκανὸν οἶμαί σοι εἶναι ἀποδέξασθαι, ὅτι τὸ λαμπρότατόν ἐστι τῶν κατὰ τὸν οὐρανὸν ἰόντων περὶ γῆν.
苏格拉底:例如,如果你愿意,关于太阳,我想你足以接受它是在围绕地球运行的天体中最明亮的一个。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:当然。
ΣΩ. λαβὲ δὴ οὗ χάριν εἴρηται.
苏格拉底:那么,请理解说这话的目的。
ἔστι δὲ ὅπερ ἄρτι ἐλέγομεν, ὡς ἄρα τὴν διαφορὰν ἑκάστου ἂν λαμβάνῃς ᾗ τῶν ἄλλων διαφέρει, λόγον, ὥς φασί τινες, λήψῃ· ἕως δʼ ἂν κοινοῦ τινος ἐφάπτῃ, ἐκείνων πέρι σοι ἔσται ὁ λόγος ὧν ἂν ἡ κοινότης ᾖ.
这正是我们刚才所说的,即如果你把握了每个事物借以区别于其他事物的差异,你就会像某些人所说的那样,得到了“说明”;但只要你触及的是某种共同之处,你的说明就只是关于那些具有该共同性的事物的。
ΘΕΑΙ. μανθάνω· καί μοι δοκεῖ καλῶς ἔχειν λόγον τὸ τοιοῦτον καλεῖν.
泰阿泰德:我明白了;而且我认为将这种东西称为“说明”是很妥当的。
ΣΩ. ὃς δʼ ἂν μετʼ ὀρθῆς δόξης περὶ ὁτουοῦν τῶν ὄντων τὴν διαφορὰν τῶν ἄλλων προσλάβῃ, αὐτοῦ ἐπιστήμων γεγονὼς ἔσται οὗ πρότερον ἦν δοξαστής.
苏格拉底:而无论谁在对任何存在者持有正确信念的同时,加上它与其他事物的差异,他就会成为他以前只是对其持有信念的那个事物的知晓者。
ΘΕΑΙ. φαμέν γε μὴν οὕτω.
泰阿泰德:我们确实是这样说的。
ΣΩ. νῦν δῆτα, ὦ Θεαίτητε, παντάπασιν ἔγωγε, ἐπειδὴ ἐγγὺς ὥσπερ σκιαγραφήματος γέγονα τοῦ λεγομένου, συνίημι οὐδὲ σμικρόν· ἕως δὲ ἀφειστήκη πόρρωθεν, ἐφαίνετό τί μοι λέγεσθαι.
苏格拉底:但是现在,泰阿泰德,既然我已经走近了所说的话,就像走近了透视画(影绘)一样,我竟然一点也不理解了;而当我站在远处时,它对我来说似乎还说得通。
ΘΕΑΙ. πῶς τί τοῦτο;
泰阿泰德:怎么会这样? 这是什么意思?