Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §206-207

元素的认知与说明的前两种含义

第 43 段,共 45 段 · 希腊语

内容简介

苏格拉底通过字母学习的经验,确认元素(字母)的知识比音节更具决定性,并进而探讨了“真信念伴随说明”的前两种定义:第一是通过言语表达思想,第二是通过元素对整体进行构成性说明。

§206ΣΩ. τί δʼ αὖ; τοὐναντίον λέγοντος ἆρʼ οὐ μᾶλλον ἂν ἀποδέξαιο ἐξ ὧν αὐτὸς σύνοισθα σαυτῷ ἐν τῇ τῶν γραμμάτων μαθήσει;
苏格拉底:又或者,如果有人说相反的话,你难道不更容易根据你自己对字母学习的体验而接受吗?
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:你说的是哪种话?
ΣΩ. ὡς οὐδὲν ἄλλο μανθάνων διετέλεσας ἢ τὰ στοιχεῖα ἔν τε τῇ ὄψει διαγιγνώσκειν πειρώμενος καὶ ἐν τῇ ἀκοῇ αὐτὸ καθʼ αὑτὸ ἕκαστον, ἵνα μὴ ἡ θέσις σε ταράττοι λεγομένων τε καὶ γραφομένων.
苏格拉底:你在学习字母时,除了努力在视觉和听觉上区分每一个元素本身之外,没有做过别的事,这是为了在口头说出和书写时,它们的排列顺序不至于让你感到混乱。
ΘΕΑΙ. ἀληθέστατα λέγεις.
泰阿泰德:你说的非常对。
ΣΩ. ἐν δὲ κιθαριστοῦ τελέως μεμαθηκέναι μῶν ἄλλο τι ἦν ἢ τὸ τῷ φθόγγῳ ἑκάστῳ δύνασθαι ἐπακολουθεῖν, ποίας χορδῆς εἴη·
苏格拉底:而在琴师那里,完全学会了难道是别的什么,而不是能够跟上每一个声音,知道它属于哪一根弦吗?
ἃ δὴ στοιχεῖα πᾶς ἂν ὁμολογήσειε μουσικῆς λέγεσθαι;
这些声音确实是人人都会同意被称为音乐的“元素”吧?
ΘΕΑΙ. οὐδὲν ἄλλο.
泰阿泰德:不是别的。
ΣΩ. ὧν μὲν ἄρʼ αὐτοὶ ἔμπειροί ἐσμεν στοιχείων καὶ συλλαβῶν, εἰ δεῖ ἀπὸ τούτων τεκμαίρεσθαι καὶ εἰς τὰ ἄλλα, πολὺ τὸ τῶν στοιχείων γένος ἐναργεστέραν τε τὴν γνῶσιν ἔχειν φήσομεν καὶ κυριωτέραν τῆς συλλαβῆς πρὸς τὸ λαβεῖν τελέως ἕκαστον μάθημα, καὶ ἐάν τις φῇ συλλαβὴν μὲν γνωστόν, ἄγνωστον δὲ πεφυκέναι στοιχεῖον, ἑκόντα ἢ ἄκοντα παίζειν ἡγησόμεθʼ αὐτόν.
苏格拉底:因此,如果我们要从我们自己有经验的这些元素和音节推及其他事物,我们就会说,元素的类别所拥有的知识比音节更清晰,也更有主导作用,从而能使人完全掌握每一门学问;如果有人说,音节是天生可知的,而元素是不可知的,我们将认为他是在开玩笑,无论他是故意还是无意的。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:确实是这样。
ΣΩ. ἀλλὰ δὴ τούτου μὲν ἔτι κἂν ἄλλαι φανεῖεν ἀποδείξεις, ὡς ἐμοὶ δοκεῖ· τὸ δὲ προκείμενον μὴ ἐπιλαθώμεθα διʼ αὐτὰ ἰδεῖν, ὅτι δή ποτε καὶ λέγεται τὸ μετὰ δόξης ἀληθοῦς λόγον προσγενόμενον τὴν τελεωτάτην ἐπιστήμην γεγονέναι.
苏格拉底:不过,关于这一点,似乎还可以有其他的证明;但让我们不要忘记通过这些事物来看我们眼前的问题:即为什么人们会说,在真信念中加入说明,就成了最完善的知识。
ΘΕΑΙ. οὐκοῦν χρὴ ὁρᾶν.
泰阿泰德:那我们确实应该看一看。
ΣΩ. φέρε δή, τί ποτε βούλεται τὸν λόγον ἡμῖν σημαίνειν;
苏格拉底:那么,这个“说明”到底想向我们表示什么呢?
τριῶν γὰρ ἕν τί μοι δοκεῖ λέγειν.
因为在我看来,它说的是三种意思之一。
ΘΕΑΙ. τίνων δή;
泰阿泰德:哪三种?
ΣΩ. τὸ μὲν πρῶτον εἴη ἂν τὸ τὴν αὑτοῦ διάνοιαν ἐμφανῆ ποιεῖν διὰ φωνῆς μετὰ ῥημάτων τε καὶ ὀνομάτων, ὥσπερ εἰς κάτοπτρον ἢ ὕδωρ τὴν δόξαν ἐκτυπούμενον εἰς τὴν διὰ τοῦ στόματος ῥοήν.
苏格拉底:第一种大概是通过动词和名词,通过声音来显明自己的思想,把信念模印到由口流出的气流中,就像映照在镜子或水里一样。
ἢ οὐ δοκεῖ σοι τὸ τοιοῦτον λόγος εἶναι;
或者,你认为这种东西不是说明吗?
ΘΕΑΙ. ἔμοιγε.
泰阿泰德:我认为是。
τὸν γοῦν αὐτὸ δρῶντα λέγειν φαμέν.
至少,我们说做这事的人是在“说”。
ΣΩ. οὐκοῦν αὖ τοῦτό γε πᾶς ποιεῖν δυνατὸς θᾶττον ἢ σχολαίτερον, τὸ ἐνδείξασθαι τί δοκεῖ περὶ ἑκάστου αὐτῷ, ὁ μὴ ἐνεὸς ἢ κωφὸς ἀπʼ ἀρχῆς·
苏格拉底:那么,只要不是天生口吃或耳聋,任何人迟早都能做到这一点,表明自己对每一件事的看法。
καὶ οὕτως ὅσοι τι ὀρθὸν δοξάζουσι, πάντες αὐτὸ μετὰ λόγου φανοῦνται ἔχοντες, καὶ οὐδαμοῦ ἔτι ὀρθὴ δόξα χωρὶς ἐπιστήμης γενήσεται.
这样,所有持有正确信念的人,看起来都会伴有说明而持有它,正确的信念就再也不会在没有知识的情况下存在了。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:对。
§207ΣΩ. μὴ τοίνυν ῥᾳδίως καταγιγνώσκωμεν τὸ μηδὲν εἰρηκέναι τὸν ἀποφηνάμενον ἐπιστήμην ὃ νῦν σκοποῦμεν.
苏格拉底:因此,我们不应该轻易判定那个宣布我们现在考察的知识的人说的是空话。
ἴσως γὰρ ὁ λέγων οὐ τοῦτο ἔλεγεν, ἀλλὰ τὸ ἐρωτηθέντα τί ἕκαστον δυνατὸν εἶναι τὴν ἀπόκρισιν διὰ τῶν στοιχείων ἀποδοῦναι τῷ ἐρομένῳ.
因为也许说话者指的不是这个,而是指被问及每个事物是什么时,能够通过元素将回答 207a¦ 呈献给提问者。
ΘΕΑΙ. οἷον τί λέγεις, ὦ Σώκρατες;
泰阿泰德:例如,你指的是什么,苏格拉底?
ΣΩ. οἷον καὶ Ἡσίοδος περὶ ἁμάξης λέγει τὸ ἑκατὸν δέ τε δούραθʼ ἁμάξης.
苏格拉底:例如,赫西俄德谈到马车时说,“马车有一百根木料。
ἃ ἐγὼ μὲν οὐκ ἂν δυναίμην εἰπεῖν, οἶμαι δὲ οὐδὲ σύ· ἀλλʼ ἀγαπῷμεν ἂν ἐρωτηθέντες ὅτι ἐστὶν ἅμαξα, εἰ ἔχοιμεν εἰπεῖν τροχοί, ἄξων, ὑπερτερία, ἄντυγες, ζυγόν.
”这些木料我固然说不出来,我想你也不能;但如果被问到马车是什么,我们能说出车轮、车轴、车厢、车栏、车轭,我们就会感到满意了。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:当然。
ΣΩ. ὁ δέ γε ἴσως οἴοιτʼ ἂν ἡμᾶς, ὥσπερ ἂν τὸ σὸν ὄνομα ἐρωτηθέντας καὶ ἀποκρινομένους κατὰ συλλαβήν, γελοίους εἶναι, ὀρθῶς μὲν δοξάζοντας καὶ λέγοντας ἃ λέγομεν, οἰομένους δὲ γραμματικοὺς εἶναι καὶ ἔχειν τε καὶ λέγειν γραμματικῶς τὸν τοῦ Θεαιτήτου ὀνόματος λόγον·
苏格拉底:但他可能认为我们就像被问到你的名字,却按音节回答一样,是很可笑的——我们虽然持有正确的信念,说出的也是事实,但却自以为是文字学家,并以为是以文字学的方式拥有和说出“泰阿泰德”这个名字的说明。
τὸ δʼ οὐκ εἶναι ἐπιστημόνως οὐδὲν λέγειν, πρὶν ἂν διὰ τῶν στοιχείων μετὰ τῆς ἀληθοῦς δόξης ἕκαστον περαίνῃ τις, ὅπερ καὶ ἐν τοῖς πρόσθε που ἐρρήθη.
但这根本不是在用知识说话,直到有人能通过元素并伴随真信念来完成对每一事物的说明,正如刚才在前面某个地方也说过的。
ΘΕΑΙ. ἐρρήθη γάρ.
泰阿泰德:确实说过了。
ΣΩ. οὕτω τοίνυν καὶ περὶ ἁμάξης ἡμᾶς μὲν ὀρθὴν ἔχειν δόξαν, τὸν δὲ διὰ τῶν ἑκατὸν ἐκείνων δυνάμενον διελθεῖν αὐτῆς τὴν οὐσίαν, προσλαβόντα τοῦτο, λόγον τε προσειληφέναι τῇ ἀληθεῖ δόξῃ καὶ ἀντὶ δοξαστικοῦ τεχνικόν τε καὶ ἐπιστήμονα περὶ ἁμάξης οὐσίας γεγονέναι, διὰ στοιχείων τὸ ὅλον περάναντα.
苏格拉底:因此,关于马车,我们固然持有正确的信念,而那个能够通过这一百个元素来阐明其本质的人,通过增加这一定义,就在真信念中加入了说明,并且不再是仅仅拥有信念,而是成为了对于马车本质的专业者和知晓者,因为他通过元素完成了整体。
ΘΕΑΙ. οὐκοῦν εὖ δοκεῖ σοι, ὦ Σώκρατες;
泰阿泰德:那么,苏格拉底,你认为这说得好吗?
ΣΩ. εἰ σοί, ὦ ἑταῖρε, δοκεῖ, καὶ ἀποδέχῃ τὴν διὰ στοιχείου διέξοδον περὶ ἑκάστου λόγον εἶναι, τὴν δὲ κατὰ συλλαβὰς ἢ καὶ κατὰ μεῖζον ἔτι ἀλογίαν, τοῦτό μοι λέγε, ἵνʼ αὐτὸ ἐπισκοπῶμεν.
苏格拉底:我的朋友,如果你认为好,并且接受通过元素进行详细阐释是对于每个事物的“说明”,而通过音节甚至更大的单位则是“无说明”,请告诉我,以便我们进行考察。
ΘΕΑΙ. ἀλλὰ πάνυ ἀποδέχομαι.
泰阿泰德:那我完全接受。
ΣΩ. πότερον ἡγούμενος ἐπιστήμονα εἶναι ὁντινοῦν ὁτουοῦν, ὅταν τὸ αὐτὸ τοτὲ μὲν τοῦ αὐτοῦ δοκῇ αὐτῷ εἶναι, τοτὲ δὲ ἑτέρου, ἢ καὶ ὅταν τοῦ αὐτοῦ τοτὲ μὲν ἕτερον, τοτὲ δὲ ἕτερον δοξάζῃ;
苏格拉底:当一个人对于同一事物,有时认为它属于此,有时认为它属于彼,或者对于同一事物,有时认为是这个,有时认为是那个时,你认为他是个拥有关于它的知识的人吗?
ΘΕΑΙ. μὰ Δίʼ οὐκ ἔγωγε.
泰阿泰德:凭宙斯发誓,我决不这么认为。
ΣΩ. εἶτα ἀμνημονεῖς ἐν τῇ τῶν γραμμάτων μαθήσει κατʼ ἀρχὰς σαυτόν τε καὶ τοὺς ἄλλους δρῶντας αὐτά;
苏格拉底:那么,你难道忘记了在学习字母的初期,你和别人也是这样做的吗?
ΘΕΑΙ. ἆρα λέγεις τῆς αὐτῆς συλλαβῆς τοτὲ μὲν ἕτερον, τοτὲ δὲ ἕτερον ἡγουμένους γράμμα, καὶ τὸ αὐτὸ τοτὲ μὲν εἰς τὴν προσήκουσαν, τοτὲ δὲ εἰς ἄλλην τιθέντας συλλαβήν;
泰阿泰德:你的意思是,人们对于同一个音节,有时认为是这个字母,有时认为是那个字母,或者把同一个字母有时放在合适的音节里,有时放在别的音节里?
ΣΩ. ταῦτα λέγω.
苏格拉底:我就是这个意思。
ΘΕΑΙ. μὰ Δίʼ οὐ τοίνυν ἀμνημονῶ, οὐδέ γέ πω ἡγοῦμαι ἐπίστασθαι τοὺς οὕτως ἔχοντας.
泰阿泰德:凭宙斯发誓,那我确实没有忘记,而且我也决不认为处于这种状态的人拥有知识。

词汇与语法注释

  1. 206aἐξ ὧν αὐτὸς σύνοισθα σαυτῷ — 省略了先行词的关系代词 `ὧν`(其属格受介词 `ἐκ` 支配),与动词 `σύνοιδα σαυτῷ`(自己心里明白、自觉)连用。此处意为“从你自己心里明白的事情中”,指的是在文字学习中的个人经验。
  2. 206bὧν μὲν ἄρʼ αὐτοὶ ἔμπειροί ἐσμεν στοιχείων καὶ συλλαβῶν — 关系代词 `ὧν` 将本应作为先行词的 `στοιχείων καὶ συλλαβῶν` 吸引到自己的从句中,并使其格(属格)与之保持一致(逆向同化或吸引)。其潜在的结构是 `τοῦτο τὸ γένος τῶν στοιχείων καὶ συλλαβῶν, ὧν αὐ到ì ἔμπειροί ἐσμεν`。
  3. 206dτὴν δόξαν ἐκτυπούμενον — 分词 `ἐκτυπούμενον` 是中性单数宾格,与阴性名词 `δόξαν`(信念/意见)在性上不一致。它与前面的名词化不定式短语 `τὸ τὴν αὑτοῦ διάνοιαν ἐμφανῆ ποιεῖν` 保持中性一致,或者作为宾格绝对句,表示“将(信念)模印出来”的过程。
  4. 207bτὸ δʼ οὐκ εἶναι ἐπιστημόνως οὐδὲν λέγειν — 句首的 `τὸ δʼ` 起副词作用,意为“但事实上”,引入对比。不定式短语 `οὐκ εἶναι... λέγειν` 作为陈述的主语或表语,意为“但在现实中,这并不是用知识来言说”。

引用这一段

柏拉图, 泰阿泰德篇 §206-207. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:206-207

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。