Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §209-210

差异说明的破产与知识定义的终结

第 45 段,共 45 段 · 希腊语

内容简介

苏格拉底与泰阿泰德揭示了在正确信念之上添加关于“差异”的说明所包含的自我矛盾,并宣告“伴随说明的正确信念”作为知识的定义无法成立。苏格拉底阐明了自己助产术的意义,并因前往法庭而结束了当天的对话。

§209ΣΩ. φράσω, ἐὰν οἷός τε γένωμαι.
苏格拉底:如果我能做到的话,我会解释的。
ὀρθὴν ἔγωγε ἔχων δόξαν περὶ σοῦ, ἐὰν μὲν προσλάβω τὸν σὸν λόγον, γιγνώσκω δή σε, εἰ δὲ μή, δοξάζω μόνον.
如果我持关于你的正确信念,若我再加上关于你的说明,那我确实认识你;否则,我只是在进行信念。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. λόγος δέ γε ἦν ἡ τῆς σῆς διαφορότητος ἑρμηνεία.
苏格拉底:而说明曾是关于你的差异性的阐释。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:是这样。
ΣΩ. ἡνίκʼ οὖν ἐδόξαζον μόνον, ἄλλο τι ᾧ τῶν ἄλλων διαφέρεις, τούτων οὐδενὸς ἡπτόμην τῇ διανοίᾳ;
苏格拉底:那么,当我只是信念时,难道我的思想没有触及任何你区别于其他事物的地方吗?
ΘΕΑΙ. οὐκ ἔοικε.
泰阿泰德:似乎没有。
ΣΩ. τῶν κοινῶν τι ἄρα διενοούμην, ὧν οὐδὲν σὺ μᾶλλον ἤ τις ἄλλος ἔχει.
苏格拉底:那么我所想的就是某种共同的东西,而这些东西你并不比任何人拥有得更多。
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΣΩ. φέρε δὴ πρὸς Διός·
苏格拉底:天哪,请告诉我!
πῶς ποτε ἐν τῷ τοιούτῳ σὲ μᾶλλον ἐδόξαζον ἢ ἄλλον ὁντινοῦν;
在这样的情况下,我怎么会是在信念你而不是任何其他人呢?
θὲς γάρ με διανοούμενον ὡς ἔστιν οὗτος Θεαίτητος, ὃς ἂν ᾖ τε ἄνθρωπος καὶ ἔχῃ ῥῖνα καὶ ὀφθαλμοὺς καὶ στόμα καὶ οὕτω δὴ ἓν ἕκαστον τῶν μελῶν.
因为假设我心里想:“这是泰阿泰德,只要是一个人,有鼻子、眼睛、嘴巴,并且以这种方式拥有各个肢体。
αὕτη οὖν ἡ διάνοια ἔσθʼ ὅτι μᾶλλον ποιήσει με Θεαίτητον ἢ Θεόδωρον διανοεῖσθαι, ἢ τῶν λεγομένων Μυσῶν τὸν ἔσχατον;
”这种思想难道能让我想到泰阿泰德,而不是泰奥多洛,或者所谓的留居米西亚人中最卑微的那个人吗?
ΘΕΑΙ. τί γάρ;
泰阿泰德:怎么可能呢?
ΣΩ. ἀλλʼ ἐὰν δὴ μὴ μόνον τὸν ἔχοντα ῥῖνα καὶ ὀφθαλμοὺς διανοηθῶ, ἀλλὰ καὶ τὸν σιμόν τε καὶ ἐξόφθαλμον, μή τι σὲ αὖ μᾶλλον δοξάσω ἢ ἐμαυτὸν ἢ ὅσοι τοιοῦτοι;
苏格拉底:但是,如果我不单单想到一个有鼻子和眼睛的人,而是想到一个塌鼻子和鼓眼睛的人,难道我就会比信念我自己或任何类似的人更信念你吗?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:完全不会。
ΣΩ. ἀλλʼ οὐ πρότερόν γε, οἶμαι, Θεαίτητος ἐν ἐμοὶ δοξασθήσεται, πρὶν ἂν ἡ σιμότης αὕτη τῶν ἄλλων σιμοτήτων ὧν ἐγὼ ἑώρακα διάφορόν τι μνημεῖον παρʼ ἐμοὶ ἐνσημηναμένη κατάθηται—καὶ τἆλλα οὕτω ἐξ ὧν εἶ σύ—ἥ με, καὶ ἐὰν αὔριον ἀπαντήσω, ἀναμνήσει καὶ ποιήσει ὀρθὰ δοξάζειν περὶ σοῦ.
苏格拉底:但在我看来,除非这种塌鼻子特征作为一种与我见过的其他塌鼻子特征不同的独特印记,在我心里刻下并留存记忆,——以及你所由之而成的其他特征,——否则泰阿泰德是不会在我的信念中确立起来的。 正是这些特征,即使我明天遇到你,也会提醒我,并使我持有关于你的正确信念。
ΘΕΑΙ. ἀληθέστατα.
泰阿泰德:极其真实。
ΣΩ. περὶ τὴν διαφορότητα ἄρα καὶ ἡ ὀρθὴ δόξα ἂν εἴη ἑκάστου πέρι.
苏格拉底:那么,正确的信念本身,也就是关于每个事物的差异的了。
ΘΕΑΙ. φαίνεταί γε.
泰阿泰德:看起来是这样。
ΣΩ. τὸ οὖν προσλαβεῖν λόγον τῇ ὀρθῇ δόξῃ τί ἂν ἔτι εἴη;
苏格拉底:那么,在正确的信念之外加上说明又还能意味着什么呢?
εἰ μὲν γὰρ προσδοξάσαι λέγει ᾗ διαφέρει τι τῶν ἄλλων, πάνυ γελοία γίγνεται ἡ ἐπίταξις.
因为如果它是指“另外去信念某物如何区别于其他事物”,那这个命令就变得极其荒谬了。
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么会?
ΣΩ. ὧν ὀρθὴν δόξαν ἔχομεν ᾗ τῶν ἄλλων διαφέρει, τούτων προσλαβεῖν κελεύει ἡμᾶς ὀρθὴν δόξαν ᾗ τῶν ἄλλων διαφέρει.
苏格拉底:对于我们已经持有关其区别于其他事物的正确信念的事物,它却命令我们加上关于其区别于其他事物的正确信念。
καὶ οὕτως ἡ μὲν σκυτάλης ἢ ὑπέρου ἢ ὅτου δὴ λέγεται περιτροπὴ πρὸς ταύτην τὴν ἐπίταξιν οὐδὲν ἂν λέγοι, τυφλοῦ δὲ παρακέλευσις ἂν καλοῖτο δικαιότερον·
这样一来,所谓手杖或杵或任何旋转的比喻对这个命令来说都不算什么,而更应该被称为瞎子的引路。
τὸ γάρ, ἃ ἔχομεν, ταῦτα προσλαβεῖν κελεύειν, ἵνα μάθωμεν ἃ δοξάζομεν, πάνυ γενναίως ἔοικεν ἐσκοτωμένῳ.
因为命令我们加上我们已经拥有的东西,以便去学习我们正在信念的事情,这显然就像是一个彻底处在黑暗中的人。
ΘΕΑΙ. εἰπὲ δὴ τί νυνδὴ ὡς ἐρῶν ἐπύθου;
泰阿泰德:那么,你刚才问起的那件事,好像要说什么似的,是什么呢?
§210ΣΩ. εἰ τὸ λόγον, ὦ παῖ, προσλαβεῖν γνῶναι κελεύει, ἀλλὰ μὴ δοξάσαι τὴν διαφορότητα, ἡδὺ χρῆμʼ ἂν εἴη τοῦ καλλίστου τῶν περὶ ἐπιστήμης λόγου.
苏格拉底:我的孩子,如果命令加上说明是指认识差异,而不是信念差异,那在关于知识的最美妙的讨论中,这可真是件滑稽的事情。
τὸ γὰρ γνῶναι ἐπιστήμην που λαβεῖν ἐστιν·
因为认识想必就是获得知识,不是吗?
ἦ γάρ;
泰阿泰德:是的。
ΘΕΑΙ. ναί.
苏格拉底:那么,当被问及知识是什么时,人显然会回答说:“知识是伴随着关于差异的知识的正确信念”。
ΣΩ. οὐκοῦν ἐρωτηθείς, ὡς ἔοικε, τί ἐστιν ἐπιστήμη, ἀποκρινεῖται ὅτι δόξα ὀρθὴ μετὰ ἐπιστήμης διαφορότητος.
因为根据那个说法,这就是说明的附加。
λόγου γὰρ πρόσληψις τοῦτʼ ἂν εἴη κατʼ ἐκεῖνον.
泰阿泰德:似乎是的。
ΘΕΑΙ. ἔοικεν.
苏格拉底:而在我们寻找知识的时候,却说它是伴随着知识(无论是关于差异还是其他任何东西的知识)的正确信念,这完全是愚蠢的。
ΣΩ. καὶ παντάπασί γε εὔηθες, ζητούντων ἡμῶν ἐπιστήμην, δόξαν φάναι ὀρθὴν εἶναι μετʼ ἐπιστήμης εἴτε διαφορότητος εἴτε ὁτουοῦν.
因此,泰阿泰德,无论是感觉,还是真实的信念,或者是附加在真实信念之上的说明,都不是知识。
οὔτε ἄρα αἴσθησις, ὦ Θεαίτητε, οὔτε δόξα ἀληθὴς οὔτε μετʼ ἀληθοῦς δόξης λόγος προσγιγνόμενος ἐπιστήμη ἂν εἴη.
泰阿泰德:似乎不是。
ΘΕΑΙ. οὐκ ἔοικεν.
苏格拉底:那么,我的朋友,关于知识,我们是否还在怀孕并经受阵痛,还是已经将一切都生产出来了?
ΣΩ. ἦ οὖν ἔτι κυοῦμέν τι καὶ ὠδίνομεν, ὦ φίλε, περὶ ἐπιστήμης, ἢ πάντα ἐκτετόκαμεν;
泰阿泰德:是的,因着宙斯,在你的帮助下,我所说出来的甚至比我自己拥有的还要多。
ΘΕΑΙ. καὶ ναὶ μὰ Δίʼ ἔγωγε πλείω ἢ ὅσα εἶχον ἐν ἐμαυτῷ διὰ σὲ εἴρηκα.
苏格拉底:那么,我们的接生术是否宣告这一切都是风卵,不值得抚养?
ΣΩ. οὐκοῦν ταῦτα μὲν πάντα ἡ μαιευτικὴ ἡμῖν τέχνη ἀνεμιαῖά φησι γεγενῆσθαι καὶ οὐκ ἄξια τροφῆς;
泰阿泰德:完全如此。
παντάπασι μὲν οὖν.
苏格拉底:因此,泰阿泰德,如果你此后试图怀上其他东西,即使你怀上了,由于这次的检验,你也会充满更好的东西;而如果你保持空虚,你对同伴来说也会不那么沉重,而且会更温和,克己地不自以为知道你所不知道的事情。
ΣΩ. ἐὰν τοίνυν ἄλλων μετὰ ταῦτα ἐγκύμων ἐπιχειρῇς γίγνεσθαι, ὦ Θεαίτητε, ἐάντε γίγνῃ, βελτιόνων ἔσῃ πλήρης διὰ τὴν νῦν ἐξέτασιν, ἐάντε κενὸς ᾖς, ἧττον ἔσῃ βαρὺς τοῖς συνοῦσι καὶ ἡμερώτερος σωφρόνως οὐκ οἰόμενος εἰδέναι ἃ μὴ οἶσθα.
因为我的技术只有这么大的能力,再多就没有了,我也完全不知道其他人(那些现在和过去的伟大而奇妙的人们)所知道的事情。
τοσοῦτον γὰρ μόνον ἡ ἐμὴ τέχνη δύναται, πλέον δὲ οὐδέν, οὐδέ τι οἶδα ὧν οἱ ἄλλοι, ὅσοι μεγάλοι καὶ θαυμάσιοι ἄνδρες εἰσί τε καὶ γεγόνασιν·
但这门接生术,我和我母亲是从神那里分得的——她负责妇女,我则负责年轻、高贵以及所有美丽的人。
τὴν δὲ μαιείαν ταύτην ἐγώ τε καὶ ἡ μήτηρ ἐκ θεοῦ ἐλάχομεν, ἡ μὲν τῶν γυναικῶν, ἐγὼ δὲ τῶν νέων τε καὶ γενναίων καὶ ὅσοι καλοί. νῦν μὲν οὖν ἀπαντητέον μοι εἰς τὴν τοῦ βασιλέως στοὰν ἐπὶ τὴν Μελήτου γραφὴν ἥν με γέγραπται· ἕωθεν δέ, ὦ Θεόδωρε, δεῦρο πάλιν ἀπαντῶμεν.
现在,我必须前往国王柱廊去应对美勒托对我的起诉;但是明天早上,泰奥多洛,让我们在这里再见。

词汇与语法注释

  1. 209aὀρθὴν ἔγωγε ἔχων δόξαν... ἐὰν μὲν προσλάβω τὸν σὸν λόγον, γιγνώσκω δή σε — 结合了条件句与分词结构的句式。分词 ἔχων 表示条件(“如果我持有……”),与主句的条件(ἐὰν μὲν προσλάβω)相呼应,设定了前提条件。
  2. 209cπρὶν ἂν ἡ σιμότης αὕτη τῶν ἄλλων σιμοτήτων ὧν ἐγὼ ἑώρακα διάφορόν τι μνημεῖον παρʼ ἐμοὶ ἐνσημηναμένη κατάθηται — πρὶν ἄν 引导虚拟语气(κατάθηται)的句式。由于主句中含有否定词(οὐ πρότερόν γε),该句式表示“直到……才”(即只有在此情况发生时,主句的情况才会发生)。
  3. 209dὧν ὀρθὴν δόξαν ἔχομεν ᾗ τῶν ἄλλων διαφέρει, τούτων προσλαβεῖν κελεύει ἡμᾶς ὀρθὴν δόξαν — 关系代词 ὧν 由于受到其先行词 τούτων 的格支配(属格)影响而变为属格(格吸引),但在语义上它是 ἔχομεν 的直接宾语(应为宾格)。
  4. 210aδόξα ὀρθὴ μετὰ ἐπιστήμης διαφορότητος — 属格 ἐπιστήμης 是修饰 διαφορότητος 的宾格性属格(“关于差异的知识”)。
  5. 210cἧττον ἔσῃ βαρὺς τοῖς συνοῦσι καὶ ἡμερώτερος σωφρόνως οὐκ οἰόμενος εἰδέναι ἃ μὴ οῖσθα — 分词 οἰόμενος 与副词 σωφρόνως 以及否定词 οὐκ 连用,表示条件或方式(“通过清醒地不自以为……”),并与前文的形容词比较级 βαρὺς 及 ἡμερώτερος 相协调。

引用这一段

柏拉图, 泰阿泰德篇 §209-210. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:209-210

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。