Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §196

纯粹思考中的错误与探求知道之含义的新尝试

第 36 段,共 45 段 · 希腊语

内容简介

苏格拉底指出在纯粹的思考对象(数字)中也会因计算错误而产生虚假意见,从而表明错误意见不能仅用感觉与思想的错配来解释。为了打破这一僵局,他提议进行一次“无耻”的尝试,即在尚未定义知识的情况下先去说明“知道”的含义。

§196ΣΩ. τί οὖν;
苏格拉底:那么,你怎么看?
οἴει τινὰ πώποτε αὐτὸν ἐν αὑτῷ πέντε καὶ ἑπτά, λέγω δὲ μὴ ἀνθρώπους ἑπτὰ καὶ πέντε προθέμενον σκοπεῖν μηδʼ ἄλλο τοιοῦτον, ἀλλʼ αὐτὰ πέντε καὶ ἑπτά, ἅ φαμεν ἐκεῖ μνημεῖα ἐν τῷ ἐκμαγείῳ εἶναι καὶ ψευδῆ ἐν αὐτοῖς οὐκ εἶναι δοξάσαι, ταῦτα αὐτὰ εἴ τις ἀνθρώπων ἤδη πώποτε ἐσκέψατο λέγων πρὸς αὑτὸν καὶ ἐρωτῶν πόσα ποτʼ ἐστίν, καὶ ὁ μέν τις εἶπεν οἰηθεὶς ἕνδεκα αὐτὰ εἶναι, ὁ δὲ δώδεκα, ἢ πάντες λέγουσί τε καὶ οἴονται δώδεκα αὐτὰ εἶναι;
你认为是否曾有人在自己心中,对于5和 7——我的意思是,不是把七个或五个男人摆在面前来考察,也不是任何其他此类事物,而是5和7本身,即我们刚才所说的在蜡块中的记忆、且在它们之中不可能产生错误意见的那些事物——如果曾有任何人考察过这些事物本身,自言自语并询问它们到底是多少,而有人以为它们是十一并这样说,另有人以为是十二,或者大家都说并且认为它们是十二?
ΘΕΑΙ. οὐ μὰ τὸν Δία, ἀλλὰ πολλοὶ δὴ καὶ ἕνδεκα· ἐὰν δέ γε ἐν πλείονι ἀριθμῷ τις σκοπῆται, μᾶλλον σφάλλεται.
泰阿泰德:不,凭宙斯起誓,反倒有很多人会说是十一;如果有人考察更大的数目,就更容易出错。
οἶμαι γάρ σε περὶ παντὸς ἀριθμοῦ λέγειν.
因为我想你是在讨论所有的数目。
ΣΩ. ὀρθῶς γὰρ οἴει·
苏格拉底:你想得对。
καὶ ἐνθυμοῦ μή τι τότε γίγνεται ἄλλο ἢ αὐτὰ τὰ δώδεκα τὰ ἐν τῷ ἐκμαγείῳ ἕνδεκα οἰηθῆναι.
那么请考虑一下,那时发生的难道不正是把蜡块中的十二本身当成了十一吗?
ΘΕΑΙ. ἔοικέ γε.
泰阿泰德:确实似乎如此。
ΣΩ. οὐκοῦν εἰς τοὺς πρώτους πάλιν ἀνήκει λόγους;
苏格拉底:那么,这难道不又回到了我们最初的论证吗?
ὁ γὰρ τοῦτο παθών, ὃ οἶδεν, ἕτερον αὐτὸ οἴεται εἶναι ὧν αὖ οἶδεν, ὃ ἔφαμεν ἀδύνατον, καὶ τούτῳ αὐτῷ ἠναγκάζομεν μὴ εἶναι ψευδῆ δόξαν, ἵνα μὴ τὰ αὐτὰ ὁ αὐτὸς ἀναγκάζοιτο εἰδὼς μὴ εἰδέναι ἅμα.
因为经历这种事情的人,是把他所知道的某物,当成了他同样知道的另一物,而我们说过这是不可能的,并且正是基于这一点,我们曾被迫得出结论说错误的意见是不存在的,以免同一个人被迫在同一时间既知道又不知道同一件事物。
ΘΕΑΙ. ἀληθέστατα.
泰阿泰德:非常真实。
ΣΩ. οὐκοῦν ἄλλʼ ὁτιοῦν δεῖ ἀποφαίνειν τὸ τὰ ψευδῆ δοξάζειν ἢ διανοίας πρὸς αἴσθησιν παραλλαγήν.
苏格拉底:那么,我们难道不应该把产生错误意见阐明为思想与感觉错配之外的某种东西吗?
εἰ γὰρ τοῦτʼ ἦν, οὐκ ἄν ποτε ἐν αὐτοῖς τοῖς διανοήμασιν ἐψευδόμεθα.
因为如果是这种错配,我们绝不会在纯粹的思想之中犯错。
νῦν δὲ ἤτοι οὐκ ἔστι ψευδὴς δόξα, ἢ ἅ τις οἶδεν, οἷόν τε μὴ εἰδέναι.
但现在,要么不存在错误的意见,要么一个人可能不知道他所知道的事情。
καὶ τούτων πότερα αἱρῇ;
在这两者之中,你选择哪一个?
ΘΕΑΙ. ἄπορον αἵρεσιν προτίθης, ὦ Σώκρατες.
泰阿泰德:苏格拉底,你提出了一个让人为难的选择。
ΣΩ. ἀλλὰ μέντοι ἀμφότερά γε κινδυνεύει ὁ λόγος οὐκ ἐάσειν.
苏格拉底:但无论如何,论证似乎两个选择都不允许。
ὅμως δέ—πάντα γὰρ τολμητέον—τί εἰ ἐπιχειρήσαιμεν ἀναισχυντεῖν;
然而——因为必须敢于尝试一切——如果我们试着做出无耻(厚颜)的举动,会怎么样?
ΘΕΑΙ. πῶς;
泰阿泰德:怎么做呢?
ΣΩ. ἐθελήσαντες εἰπεῖν ποῖόν τί ποτʼ ἐστὶ τὸ ἐπίστασθαι.
苏格拉底:就是甘愿去说明“知道”到底是一种什么样的事情。
ΘΕΑΙ. καὶ τί τοῦτο ἀναίσχυντον;
泰阿泰德:而这又怎么是无耻的呢?
ΣΩ. ἔοικας οὐκ ἐννοεῖν ὅτι πᾶς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος ζήτησις γέγονεν ἐπιστήμης ὡς οὐκ εἰδόσι τί ποτʼ ἐστίν.
苏格拉底:你似乎没有注意到,我们从一开始的整个论证,都是在不清楚知识到底是什么的前提下对它的探求。
ΘΕΑΙ. ἐννοῶ μὲν οὖν.
泰阿泰德:我确实注意到了。
ΣΩ. ἔπειτʼ οὐκ ἀναιδὲς δοκεῖ μὴ εἰδότας ἐπιστήμην ἀποφαίνεσθαι τὸ ἐπίστασθαι οἷόν ἐστιν;
苏格拉底:那么,在我们不知道知识是什么的时候,却去表明“知道”是怎样的,这难道不显得厚颜无耻吗?
ἀλλὰ γάρ, ὦ Θεαίτητε, πάλαι ἐσμὲν ἀνάπλεῳ τοῦ μὴ καθαρῶς διαλέγεσθαι.
但确实,泰阿泰德,我们早就充满了不纯净的讨论。
μυριάκις γὰρ εἰρήκαμεν τὸ γιγνώσκομεν καὶ οὐ γιγνώσκομεν, καὶ ἐπιστάμεθα καὶ οὐκ ἐπιστάμεθα, ὥς τι συνιέντες ἀλλήλων ἐν ᾧ ἔτι ἐπιστήμην ἀγνοοῦμεν·
因为我们已经无数次说过“我们认识”和“我们不认识”,以及“我们知道”和“我们不知道”,仿佛我们在仍然对知识一无所知的时候还能互相理解。
εἰ δὲ βούλει, καὶ νῦν ἐν τῷ παρόντι κεχρήμεθʼ αὖ τῷ ἀγνοεῖν τε καὶ συνιέναι, ὡς προσῆκον αὐτοῖς χρῆσθαι εἴπερ στερόμεθα ἐπιστήμης.
如果你愿意,就在现在的当下,我们又在交替使用着“不知道”和“理解”,仿佛在我们确实缺乏知识的情况下,使用这些词是理所当然的。
ΘΕΑΙ. ἀλλὰ τίνα τρόπον διαλέξῃ, ὦ Σώκρατες, τούτων ἀπεχόμενος;
泰阿泰德:但是,苏格拉底,如果你避开这些词,你将以什么方式来讨论呢?

词汇与语法注释

  1. 196aοἴει τινὰ πώποτε αὐτὸν ἐν αὑτῷ πέντε καὶ ... δοξάσαι — 包含长距离倒装(hyperbaton)与破格(anacoluthon)的复杂句式。主句动词 `οἴει` 所支配的宾格不定式结构中的主语 `τινά` 与不定式 `δοξάσαι`(认为、判断)之间,被插入的条件从句 `εἴ τις ... ἐσκέψατο` 所隔开。`ταῦτα αὐτά` 既作为 `ἐσκέψατο` 的宾语,又在句首起到了强调思考对象的作用。
  2. 196bμή τι τότε γίγνεται — 连词 `μή`(或 `μή τι`)后接直陈式(`γίγνεται`),用于表达带有一定确信的疑虑或担忧。“难道不正是……吗?”这种语气是在促使对话者进行思考或表示赞同。
  3. 196eἐν ᾧ ἔτι ἐπιστήμην ἀγνοοῦμεν — 带有关系代词的 `ἐν ᾧ` 在此具有“在……的情况下”或“尽管……却”的让步、背景性语气。它强调了在“我们仍然对知识一无所知”这一背景下,却在日常对话中频繁使用各种认知性动词的矛盾境况。

引用这一段

柏拉图, 泰阿泰德篇 §196. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:196

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。