Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §195

错误意见的产生原因与抽象思考中错误的难关

第 35 段,共 45 段 · 希腊语

内容简介

苏格拉底总结了灵魂之蜡状态不良如何导致感觉错误和无知,随后提出了一个新的难题:当前的错误意见定义无法解释仅涉及抽象数字的纯粹概念性错误。

§195ΣΩ. ἀσαφῆ δὲ καὶ οἱ τὰ σκληρά· βάθος γὰρ οὐκ ἔνι.
苏格拉底:而那些心质坚硬的人,其印模也是模糊不分明的;因为其中没有深度。
ἀσαφῆ δὲ καὶ οἱ τὰ ὑγρά· ὑπὸ γὰρ τοῦ συγχεῖσθαι ταχὺ γίγνεται ἀμυδρά.
而那些心质湿润的人,其印模同样也是模糊不分明的;因为由于相互混杂,它们很快就会变得暗淡。
ἐὰν δὲ πρὸς πᾶσι τούτοις ἐπʼ ἀλλήλων συμπεπτωκότα ᾖ ὑπὸ στενοχωρίας, ἐάν του σμικρὸν ᾖ τὸ ψυχάριον, ἔτι ἀσαφέστερα ἐκείνων.
如果在这一切之外,由于空间狭窄,它们的印模彼此重叠挤压——如果某个人的灵魂十分渺小——那么它们就会比上述那些更加模糊。
πάντες οὖν οὗτοι γίγνονται οἷοι δοξάζειν ψευδῆ.
因此,所有这些人都会成为产生错误意见的人。
ὅταν γάρ τι ὁρῶσιν ἢ ἀκούωσιν ἢ ἐπινοῶσιν, ἕκαστα ἀπονέμειν ταχὺ ἑκάστοις οὐ δυνάμενοι βραδεῖς τέ εἰσι καὶ ἀλλοτριονομοῦντες παρορῶσί τε καὶ παρακούουσι καὶ παρανοοῦσι πλεῖστα, καὶ καλοῦνται αὖ οὗτοι ἐψευσμένοι τε δὴ τῶν ὄντων καὶ ἀμαθεῖς.
因为当他们看见、听见或思考某事物时,由于无法迅速将每一事物分派给对应的印模,他们行动迟缓,且由于错配,他们在大多数情况下都会看错、听错和想错,而这些人反过来就被称为对实存犯了错且无知的人。
ΘΕΑΙ. ὀρθότατα ἀνθρώπων λέγεις, ὦ Σώκρατες.
泰阿泰德:苏格拉底,你说的真是人类中最正确的了。
ΣΩ. φῶμεν ἄρα ἐν ἡμῖν ψευδεῖς δόξας εἶναι;
苏格拉底:那么,我们要说在我们之中存在着错误的意见吗?
ΘΕΑΙ. σφόδρα γε.
泰阿泰德:非常确定。
ΣΩ. καὶ ἀληθεῖς δή;
苏格拉底:而且也有真实的意见吧?
ΘΕΑΙ. καὶ ἀληθεῖς.
泰阿泰德:也有真实的。
ΣΩ. ἤδη οὖν οἰόμεθα ἱκανῶς ὡμολογῆσθαι ὅτι παντὸς μᾶλλον ἐστὸν ἀμφοτέρα τούτω τὼ δόξα;
苏格拉底:那么,我们现在是否认为已经达成了足够的共识,即这两种意见都毫无疑问是存在的?
ΘΕΑΙ. ὑπερφυῶς μὲν οὖν.
泰阿泰德:确实极其赞同。
ΣΩ. δεινόν τε, ὦ Θεαίτητε, ὡς ἀληθῶς κινδυνεύει καὶ ἀηδὲς εἶναι ἀνὴρ ἀδολέσχης.
苏格拉底:泰阿泰德,一个喋喋不休的人,真的很容易变得可怕而且令人厌恶。
ΘΕΑΙ. τί δέ;
泰阿泰德:怎么会呢?
πρὸς τί τοῦτʼ εἶπες;
你针对什么说这话的?
ΣΩ. τὴν ἐμαυτοῦ δυσμαθίαν δυσχεράνας καὶ ὡς ἀληθῶς ἀδολεσχίαν.
苏格拉底:因为我对自己的愚钝感到厌烦,而且说实话,也对这种喋喋不休感到厌烦。
τί γὰρ ἄν τις ἄλλο θεῖτο ὄνομα, ὅταν ἄνω κάτω τοὺς λόγους ἕλκῃ τις ὑπὸ νωθείας οὐ δυνάμενος πεισθῆναι, καὶ ᾖ δυσαπάλλακτος ἀφʼ ἑκάστου λόγου;
因为当一个人由于迟钝而无法被说服,把论证翻来覆去地拖拉,并且在每一个论证中都难以摆脱时,人们还能给它安上什么别的名字呢?
ΘΕΑΙ. σὺ δὲ δὴ τί δυσχεραίνεις;
泰阿泰德:可是,你到底在厌烦什么呢?
ΣΩ. οὐ δυσχεραίνω μόνον ἀλλὰ καὶ δέδοικα ὅτι ἀποκρινοῦμαι ἄν τις ἔρηταί με· ὦ Σώκρατες, ηὕρηκας δὴ ψευδῆ δόξαν, ὅτι οὔτε ἐν ταῖς αἰσθήσεσίν ἐστι πρὸς ἀλλήλας οὔτʼ ἐν ταῖς διανοίαις ἀλλʼ ἐν τῇ συνάψει αἰσθήσεως πρὸς διάνοιαν;
苏格拉底:我不仅厌烦,而且还害怕如果有人问我,我该怎么回答: “苏格拉底,你真的找到了错误的意见,说它既不在感觉相互之间,也不在思想之中,而是在感觉与思想的结合之中吗?
φήσω δὲ ἐγὼ οἶμαι καλλωπιζόμενος ὥς τι ηὑρηκότων ἡμῶν καλόν.
” 我想,我会得意洋洋地回答,仿佛我们发现了什么美妙的东西一样。
ΘΕΑΙ. ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, οὐκ αἰσχρὸν εἶναι τὸ νῦν ἀποδεδειγμένον.
泰阿泰德:苏格拉底,至少在我看来,现在被证明出来的东西并不是什么丑陋的事。
ΣΩ. οὐκοῦν, φησί, λέγεις ὅτι αὖ τὸν ἄνθρωπον ὃν διανοούμεθα μόνον, ὁρῶμεν δʼ οὔ, ἵππον οὐκ ἄν ποτε οἰηθείημεν εἶναι, ὃν αὖ οὔτε ὁρῶμεν οὔτε ἁπτόμεθα, διανοούμεθα δὲ μόνον καὶ ἄλλʼ οὐδὲν αἰσθανόμεθα περὶ αὐτοῦ;
苏格拉底: “那么,” 对方会说, “你是说,对于我们仅仅思考而没有看见的人,我们绝不会以为他是我们既没看见也没触摸到、而仅仅思考且没有关于他的其他任何感觉的马吗?
ταῦτα οἶμαι φήσω λέγειν.
” 我想我会说,我们确实是这么说的。
ΘΕΑΙ. καὶ ὀρθῶς γε.
泰阿泰德:确实很正确。
ΣΩ. τί οὖν, φησί, τὰ ἕνδεκα ἃ μηδὲν ἄλλο ἢ διανοεῖταί τις, ἄλλο τι ἐκ τούτου τοῦ λόγου οὐκ ἄν ποτε οἰηθείη δώδεκα εἶναι ἃ μόνον αὖ διανοεῖται;
苏格拉底: “那么,” 对方会说, “根据这个论证,对于某人除了思考之外什么也没做的‘十一’,他难道还会以为它是同样仅凭思考而持有的‘十二’吗?
ἴθι οὖν δή, σὺ ἀποκρίνου.
” 来吧,现在由你来回答。
ΘΕΑΙ. ἀλλʼ ἀποκρινοῦμαι ὅτι ὁρῶν μὲν ἄν τις ἢ ἐφαπτόμενος οἰηθείη τὰ ἕνδεκα δώδεκα εἶναι, ἃ μέντοι ἐν τῇ διανοίᾳ ἔχει, οὐκ ἄν ποτε περὶ αὐτῶν ταῦτα δοξάσειεν οὕτως.
泰阿泰德:那我会回答说,如果有人看见或触摸它们,可能会以为十一是十二,但对于他仅仅保持在思想中的东西,他绝不会以这种方式对此产生这样的意见。

词汇与语法注释

  1. 195aἀσαφῆ δὲ καὶ οἱ τὰ σκληρά — 承接前文(οἱ δὲ δὴ λάσιον καὶ τραχὺ... ἀσαφῆ τὰ ἐκμαγεῖα ἴσχουσιν),此处省略了主要动词 ἴσχουσιν(或 γίγνονται)和宾语 τὰ ἐκμαγεῖα。应理解为“那些拥有硬[心]的人的[印模]也是模糊的”。
  2. 195cὅταν ἄνω κάτω τοὺς λόγους ἕλκῃ τις — 副词短语 ἄνω κάτω(上下、到处)修饰动词 ἕλκῃ(拉、拖),描绘了无法整理论证而使其陷入混乱的状态。带有虚拟语气的 ὅταν 从句表示一般性或重复性的条件。
  3. 195dὡς τι ηὑρηκότων ἡμῶν καλόν — 带有主观/托词连词 ὡς 的属格独立结构。完成时分词 ηὑρηκότων 表示已完成的动作,表达主观视点:“仿佛我们已经发现了某种美妙的东西”。
  4. 195eἄλλο τι ἐκ τούτου τοῦ λόγου οὐκ ἄν ποτε οἰηθείη δώδεκα εἶναι — 短语 ἄλλο τι [ἤ](此处省略了 ἤ)后接否定词,用作期待肯定回答的疑问句惯用式(“难道不是……吗?”)。此处为反问:“根据这个论证,难道一个人绝不会把十一误认为十二吗?”

引用这一段

柏拉图, 泰阿泰德篇 §195. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:195

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。