§197ΣΩ. οὐδένα ὤν γε ὃς εἰμί, εἰ μέντοι ἦ ἀντιλογικός·
苏格拉底:作为一个像我这样无能的人,我是绝无办法的。
οἷος ἀνὴρ εἰ καὶ νῦν παρῆν, τούτων τʼ ἂν ἔφη ἀπέχεσθαι καὶ ἡμῖν σφόδρʼ ἂν ἃ ἐγὼ λέγω ἐπέπληττεν.
不过,如果现在有一个爱辩驳的人(论辩家)在场,他会说他会避开这些词,而且会因为我所说的话而严厉地斥责我们。
ἐπειδὴ οὖν ἐσμεν φαῦλοι, βούλει τολμήσω εἰπεῖν οἷόν ἐστι τὸ ἐπίστασθαι;
既然我们都是平庸的人,那么你是否愿意让我冒昧地说明一下“知道”到底是怎样的一件事?
φαίνεται γάρ μοι προὔργου τι ἂν γενέσθαι.
因为在我看来,这似乎会有些用处。
ΘΕΑΙ. τόλμα τοίνυν νὴ Δία.
泰阿泰德:那么,凭宙斯起誓,您就冒昧地试一试吧。
τούτων δὲ μὴ ἀπεχομένῳ σοι ἔσται πολλὴ συγγνώμη.
即使您不避开这些词,也会得到极大的宽容。
ΣΩ. ἀκήκοας οὖν ὃ νῦν λέγουσιν τὸ ἐπίστασθαι;
苏格拉底:那么,你听说过人们现在把“知道”称为什么吗?
ΘΕΑΙ. ἴσως·
泰阿泰德:也许听过。
οὐ μέντοι ἔν γε τῷ παρόντι μνημονεύω.
然而,我现在这一刻想不起来了。
ΣΩ. ἐπιστήμης που ἕξιν φασὶν αὐτὸ εἶναι.
苏格拉底:我想,他们说它是对知识的“持有”。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。
ΣΩ. ἡμεῖς τοίνυν σμικρὸν μεταθώμεθα καὶ εἴπωμεν ἐπιστήμης κτῆσιν.
苏格拉底:那么,我们稍微作个改动,说它是对知识的“占有”吧。
ΘΕΑΙ. τί οὖν δὴ φήσεις τοῦτο ἐκείνου διαφέρειν;
泰阿泰德:那么,您会说这一个与那一个有什么不同呢?
ΣΩ. ἴσως μὲν οὐδέν·
苏格拉底:也许完全没有不同。
ὃ δʼ οὖν δοκεῖ ἀκούσας συνδοκίμαζε.
不过,请听听看我的想法,并一起吟味它。
ΘΕΑΙ. ἐάνπερ γε οἷός τʼ ὦ.
泰阿泰德:只要我能够的话。
ΣΩ. οὐ τοίνυν μοι ταὐτὸν φαίνεται τῷ κεκτῆσθαι τὸ ἔχειν.
苏格拉底:在我看来,“持有”与“占有”并不是同一回事。
οἷον ἱμάτιον πριάμενός τις καὶ ἐγκρατὴς ὢν μὴ φορῶν, ἔχειν μὲν οὐκ ἂν αὐτὸν αὐτό, κεκτῆσθαί γε μὴν φαῖμεν.
例如,如果有人买了一件外衣并支配着它,但没有穿它,我们不会说他“持有”它,但肯定会说他“占有”它。
ΘΕΑΙ. ὀρθῶς γε.
泰阿泰德:确实对。
ΣΩ. ὅρα δὴ καὶ ἐπιστήμην εἰ δυνατὸν οὕτω κεκτημένον μὴ ἔχειν, ἀλλʼ ὥσπερ εἴ τις ὄρνιθας ἀγρίας, περιστερὰς ἤ τι ἄλλο, θηρεύσας οἴκοι κατασκευασάμενος περιστερεῶνα τρέφοι, τρόπον μὲν ἄν πού τινα φαῖμεν αὐτὸν αὐτὰς ἀεὶ ἔχειν, ὅτι δὴ κέκτηται.
苏格拉底:那么请看,对于知识是否也可能这样,即占有着却不持有它。 这就像有人捕猎了野鸟——鸽子或别的什么,在家里造了一个鸟笼并饲养它们。 我们可能在某种意义上说他一直“持有”它们,因为他确实“占有”了它们。
ἦ γάρ;
不是吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τρόπον δέ γʼ ἄλλον οὐδεμίαν ἔχειν, ἀλλὰ δύναμιν μὲν αὐτῷ περὶ αὐτὰς παραγεγονέναι, ἐπειδὴ ἐν οἰκείῳ περιβόλῳ ὑποχειρίους ἐποιήσατο, λαβεῖν καὶ σχεῖν ἐπειδὰν βούληται, θηρευσαμένῳ ἣν ἂν ἀεὶ ἐθέλῃ, καὶ πάλιν ἀφιέναι, καὶ τοῦτο ἐξεῖναι ποιεῖν ὁποσάκις ἂν δοκῇ αὐτῷ.
苏格拉底:但在另一种意义上,他一只也没有持有,而只是获得了一种关于它们的支配力。 因为他把它们置于自己围栏内的手边控制之下,以便在他想要的时候,能够随时捕获并握住它们,也就是捕获他想要的那只,然后又把它放走,并且可以由着他的心意重复这样做任意多次。
ΘΕΑΙ. ἔστι ταῦτα.
泰阿泰德:确实如此。
ΣΩ. πάλιν δή, ὥσπερ ἐν τοῖς πρόσθεν κήρινόν τι ἐν ταῖς ψυχαῖς κατεσκευάζομεν οὐκ οἶδʼ ὅτι πλάσμα, νῦν αὖ ἐν ἑκάστῃ ψυχῇ ποιήσωμεν περιστερεῶνά τινα παντοδαπῶν ὀρνίθων, τὰς μὲν κατʼ ἀγέλας οὔσας χωρὶς τῶν ἄλλων, τὰς δὲ κατʼ ὀλίγας, ἐνίας δὲ μόνας διὰ πασῶν ὅπῃ ἂν τύχωσι πετομένας.
苏格拉底:那么,就像我们先前在灵魂里造了一个蜡制的东西——不知道是什么样的泥塑——一样,现在我们又在每个人的灵魂里制造一个装有各种鸟类的鸟笼。 有些鸟成群结队地与其他鸟分开,有些鸟三五成群,有些则单独一羽,在所有的鸟之间随意飞翔。
ΘΕΑΙ. πεποιήσθω δή.
泰阿泰德:那就造一个吧。
ἀλλὰ τί τοὐντεῦθεν;
但接下来要怎么做呢?
ΣΩ. παιδίων μὲν ὄντων φάναι χρὴ εἶναι τοῦτο τὸ ἀγγεῖον κενόν, ἀντὶ δὲ τῶν ὀρνίθων ἐπιστήμας νοῆσαι·
苏格拉底:必须说,当人们是孩子时,这个容器是空的。 我们要把知识想象为鸟。
ἣν δʼ ἂν ἐπιστήμην κτησάμενος καθείρξῃ εἰς τὸν περίβολον, φάναι αὐτὸν μεμαθηκέναι ἢ ηὑρηκέναι τὸ πρᾶγμα οὗ ἦν αὕτη ἡ ἐπιστήμη, καὶ τὸ ἐπίστασθαι τοῦτʼ εἶναι.
无论是哪种知识,当一个人占有了它并将其关在围栏里时,我们必须说他已经学习或发现了该知识所针对的事物,而这就是“知道”。
ΘΕΑΙ. ἔστω.
泰阿泰德:就这样吧。
§198ΣΩ. τὸ τοίνυν πάλιν ἣν ἂν βούληται τῶν ἐπιστημῶν θηρεύειν καὶ λαβόντα ἴσχειν καὶ αὖθις ἀφιέναι σκόπει τίνων δεῖται ὀνομάτων, εἴτε τῶν αὐτῶν ὧν τὸ πρῶτον ὅτε ἐκτᾶτο εἴτε ἑτέρων.
苏格拉底:那么,对于再次捕猎他想要的任何一种知识、捕获并握住它、然后再把它放走,你且看这需要什么名字,是用他最初占有它时的那些名字,还是用别的名字。
μαθήσῃ δʼ ἐνθένδε σαφέστερον τί λέγω.
从接下来的论述中你会更清楚我的意思。
ἀριθμητικὴν μὲν γὰρ λέγεις τέχνην;
你认为算术是一门技术吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. ταύτην δὴ ὑπόλαβε θήραν ἐπιστημῶν ἀρτίου τε καὶ περιττοῦ παντός.
苏格拉底:那么,请把这门技术设想为对一切关于偶数和奇数的知识的“捕猎”。
ΘΕΑΙ. ὑπολαμβάνω.
泰阿泰德:我这样设想。
ΣΩ. ταύτῃ δὴ οἶμαι τῇ τέχνῃ αὐτός τε ὑποχειρίους τὰς ἐπιστήμας τῶν ἀριθμῶν ἔχει καὶ ἄλλῳ παραδίδωσιν ὁ παραδιδούς.
苏格拉底:我想,通过这门技术,他自己把关于数字的知识掌握在手边,而传授知识的人则将其传授给别人。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. καὶ καλοῦμέν γε παραδιδόντα μὲν διδάσκειν, παραλαμβάνοντα δὲ μανθάνειν, ἔχοντα δὲ δὴ τῷ κεκτῆσθαι ἐν τῷ περιστερεῶνι ἐκείνῳ ἐπίστασθαι.
苏格拉底:而且我们确实把传授称为“教”,把接收称为“学”,把因在那个鸟笼中占有着它而持有着它称为“知道”。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:非常对。
ΣΩ. τῷ δὲ δὴ ἐντεῦθεν ἤδη πρόσσχες τὸν νοῦν.
苏格拉底:那么,现在请把注意力转向接下来的问题。
ἀριθμητικὸς γὰρ ὢν τελέως ἄλλο τι πάντας ἀριθμοὺς ἐπίσταται;
一个完全的算术家难道不是知道所有的数字吗?
πάντων γὰρ ἀριθμῶν εἰσιν αὐτῷ ἐν τῇ ψυχῇ ἐπιστῆμαι.
因为在他的灵魂里,有着关于一切数字的知识。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΣΩ. ἦ οὖν ὁ τοιοῦτος ἀριθμοῖ ἄν ποτέ τι ἢ αὐτὸς πρὸς αὑτὸν αὐτὰ ἢ ἄλλο τι τῶν ἔξω ὅσα ἔχει ἀριθμόν;
苏格拉底:那么,这样的人是否有时会计算些什么,或者在自己心中计算那些数字本身,或者计算外部具有数量的事物?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不呢?
ΣΩ. τὸ δὲ ἀριθμεῖν γε οὐκ ἄλλο τι θήσομεν τοῦ σκοπεῖσθαι πόσος τις ἀριθμὸς τυγχάνει ὤν.
苏格拉底:而我们不是要把“计算”规定为考察某个数字碰巧是多少以外的任何东西。
ΘΕΑΙ. οὕτως.
泰阿泰德:就是这样。
ΣΩ. ὃ ἄρα ἐπίσταται, σκοπούμενος φαίνεται ὡς οὐκ εἰδώς, ὃν ὡμολογήκαμεν ἅπαντα ἀριθμὸν εἰδέναι.
苏格拉底:这样看来,他所知道的东西,在考察时他却表现得好像不知道它,尽管我们已经同意他知道所有的数字。
ἀκούεις γάρ που τὰς τοιαύτας ἀμφισβητήσεις.
因为你大概听过类似的争论吧。
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:我听过。
ΣΩ. οὐκοῦν ἡμεῖς ἀπεικάζοντες τῇ τῶν περιστερῶν κτήσει τε καὶ θήρᾳ ἐροῦμεν ὅτι διττὴ ἦν ἡ θήρα, ἡ μὲν πρὶν ἐκτῆσθαι τοῦ κεκτῆσθαι ἕνεκα, ἡ δὲ κεκτημένῳ τοῦ λαβεῖν καὶ ἔχειν ἐν ταῖς χερσὶν ἃ πάλαι ἐκέκτητο.
苏格拉底:那么,我们以此比拟于鸽子的占有与捕猎,可以说捕猎是双重的:一种是在占有之前为了占有而进行的捕猎,另一种是已经占有的人为了将他很久以前就已经占有的东西拿到并握在手中而进行的捕猎。
οὕτως δὲ καὶ ὧν πάλαι ἐπιστῆμαι ἦσαν αὐτῷ μαθόντι καὶ ἠπίστατο αὐτά, πάλιν ἔστι καταμανθάνειν ταὐτὰ ταῦτα ἀναλαμβάνοντα τὴν ἐπιστήμην ἑκάστου καὶ ἴσχοντα, ἣν ἐκέκτητο μὲν πάλαι, πρόχειρον δʼ οὐκ εἶχε τῇ διανοίᾳ;
同样地,对于那些他很久以前通过学习已经在灵魂中有了知识、并且也曾知道的事物,他仍然可以通过重新提起并握住关于每个事物的知识,来重新学习这些相同的事物——这些知识是他很久以前就占有的,但他的思想却未能随时在手边持有的。 不是吗?
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。
ΣΩ. τοῦτο δὴ ἄρτι ἠρώτων, ὅπως χρὴ τοῖς ὀνόμασι χρώμενον λέγειν περὶ αὐτῶν, ὅταν ἀριθμήσων ἴῃ ὁ ἀριθμητικὸς ἤ τι ἀναγνωσόμενος ὁ γραμματικός, ὡς ἐπιστάμενος ἄρα ἐν τῷ τοιούτῳ πάλιν ἔρχεται μαθησόμενος παρʼ ἑαυτοῦ ἃ ἐπίσταται;
苏格拉底:这就是我刚才所问的:当算术家要去计算、或者文法家要去阅读某些东西时,应该用什么样的词语来谈论他们? 在这样的情况下,他作为已经知道的人,却又要再次从他自己那里去“重新学习”他所知道的东西吗?
ΘΕΑΙ. ἀλλʼ ἄτοπον, ὦ Σώκρατες.
泰阿泰德:但这太奇怪了,苏格拉底。