Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §193-194

蜡板印迹的错位与记忆的个体差异

第 34 段,共 45 段 · 希腊语

内容简介

苏格拉底重新确认了在知识与感觉完全吻合的情况下不会产生错误意见。接着,他通过魂中的“蜡块”模型,具体解释了由于视觉错位或感觉不符而导致将一物误认为另一物的错误意见产生过程,并进一步阐明了蜡质的差异(深厚、平滑、毛糙等)如何决定人们在学习和记忆力上的个人差异。

§193ΣΩ. ἰδὲ δὴ ἐάν τι μᾶλλον νῦν ἐπίσπῃ.
苏格拉底:看你现在是否能多跟上一点。
Σωκράτης εἰ γιγνώσκει Θεόδωρον καὶ Θεαίτητον, ὁρᾷ δὲ μηδέτερον, μηδὲ ἄλλη αἴσθησις αὐτῷ πάρεστι περὶ αὐτῶν, οὐκ ἄν ποτε ἐν ἑαυτῷ δοξάσειεν ὡς ὁ Θεαίτητός ἐστι Θεόδωρος.
如果苏格拉底认识狄奥多洛斯和泰阿泰德,但一个也看不见,对他们也没有任何其他的感觉,那么他绝不会在自己心里以为泰阿泰德是狄奥多洛斯。
λέγω τὶ ἢ οὐδέν;
我说得有道理呢,还是胡说八道?
ΘΕΑΙ. ναί, ἀληθῆ γε.
泰阿泰德:是的,确实说得对。
ΣΩ. τοῦτο μὲν τοίνυν ἐκείνων πρῶτον ἦν ὧν ἔλεγον.
苏格拉底:那么,这就是我刚才所说的那些情况中的第一种。
ΘΕΑΙ. ἦν γάρ.
泰阿泰德:确实如此。
ΣΩ. δεύτερον τοίνυν, ὅτι τὸν μὲν γιγνώσκων ὑμῶν, τὸν δὲ μὴ γιγνώσκων, αἰσθανόμενος δὲ μηδέτερον, οὐκ ἄν ποτε αὖ οἰηθείην ὃν οἶδα εἶναι ὃν μὴ οἶδα.
苏格拉底:其次,如果我认识你们中的一个,不认识另一个,且对两个都未曾感觉,我绝不会再次以为我认识的那个是我不认识的那个。
ΘΕΑΙ. ὀρθῶς.
泰阿泰德:对。
ΣΩ. τρίτον δέ, μηδέτερον γιγνώσκων μηδὲ αἰσθανόμενος οὐκ ἂν οἰηθείην ὃν μὴ οἶδα ἕτερόν τινʼ εἶναι ὧν μὴ οἶδα.
苏格拉底:第三,如果对两个都不认识也不感觉,我绝不会以为我不认识的那个是我不认识的另一个。
καὶ τἆλλα τὰ πρότερα πάνθʼ ἑξῆς νόμιζε πάλιν ἀκηκοέναι, ἐν οἷς οὐδέποτʼ ἐγὼ περὶ σοῦ καὶ Θεοδώρου τὰ ψευδῆ δοξάσω, οὔτε γιγνώσκων οὔτε ἀγνοῶν ἄμφω, οὔτε τὸν μέν, τὸν δʼ οὐ γιγνώσκων·
而以前的其他所有情况,请认为你已经按顺序重新听过了,在这些情况下,我绝不会对你和狄奥多洛斯抱有错误意见,无论是认识他们两个还是不认识他们两个,或者认识一个而不认识另一个。
καὶ περὶ αἰσθήσεων κατὰ ταὐτά, εἰ ἄρα ἕπῃ.
对于感觉也作同样理解,如果你跟得上的话。
ΘΕΑΙ. ἕπομαι.
泰阿泰德:我跟得上。
ΣΩ. λείπεται τοίνυν τὰ ψευδῆ δοξάσαι ἐν τῷδε, ὅταν γιγνώσκων σὲ καὶ Θεόδωρον, καὶ ἔχων ἐν ἐκείνῳ τῷ κηρίνῳ ὥσπερ δακτυλίων σφῷν ἀμφοῖν τὰ σημεῖα, διὰ μακροῦ καὶ μὴ ἱκανῶς ὁρῶν ἄμφω προθυμηθῶ, τὸ οἰκεῖον ἑκατέρου σημεῖον ἀποδοὺς τῇ οἰκείᾳ ὄψει, ἐμβιβάσας προσαρμόσαι εἰς τὸ ἑαυτῆς ἴχνος, ἵνα γένηται ἀναγνώρισις, εἶτα τούτων ἀποτυχὼν καὶ ὥσπερ οἱ ἔμπαλιν ὑποδούμενοι παραλλάξας προσβάλω τὴν ἑκατέρου ὄψιν πρὸς τὸ ἀλλότριον σημεῖον, ἢ καὶ οἷα τὰ ἐν τοῖς κατόπτροις τῆς ὄψεως πάθη, δεξιὰ εἰς ἀριστερὰ μεταρρεούσης, ταὐτὸν παθὼν διαμάρτω·
苏格拉底:那么,产生错误意见就只剩下在以下情况了:当我认识你和狄奥多洛斯,并且在那个蜡块中持有你们两人的印记,就像持有两枚戒指的印记一样,但从远处且不充分地看你们两个,我急于将每个印记分配给各自专属的视力,并将它塞进它自己的痕迹中使之吻合,以便产生再认;接着,我失败了,就像那些把鞋子左右穿反了的人一样,发生错位,把各自的视力投射到了对方的印记上;或者像镜子里视力的现象,右边流向左边,我遭受了同样的事情而犯错。
τότε δὴ συμβαίνει ἡ ἑτεροδοξία καὶ τὸ ψευδῆ δοξάζειν.
正是此时,产生了对“他者”的以为(异说)和抱有错误意见。
ΘΕΑΙ. ἔοικε γάρ, ὦ Σώκρατες.
泰阿泰德:好像确实如此,苏格拉底。
θαυμασίως ὡς λέγεις τὸ τῆς δόξης πάθος.
你对这种意见状况的描述真是令人惊叹。
ΣΩ. ἔτι τοίνυν καὶ ὅταν ἀμφοτέρους γιγνώσκων τὸν μὲν πρὸς τῷ γιγνώσκειν αἰσθάνωμαι, τὸν δὲ μή, τὴν δὲ γνῶσιν τοῦ ἑτέρου μὴ κατὰ τὴν αἴσθησιν ἔχω, ὃ ἐν τοῖς πρόσθεν οὕτως ἔλεγον καί μου τότε οὐκ ἐμάνθανες.
苏格拉底:此外,当认识两个人时,对一个除了认识还感觉到了他,对另一个则没有,而对后者的认识不符合当时的感觉,这也是我刚才这样说的,你那时却没有理解我。
ΘΕΑΙ. οὐ γὰρ οὖν.
泰阿泰德:确实没理解。
ΣΩ. τοῦτο μὴν ἔλεγον, ὅτι γιγνώσκων τὸν ἕτερον καὶ αἰσθανόμενος, καὶ τὴν γνῶσιν κατὰ τὴν αἴσθησιν αὐτοῦ ἔχων, οὐδέποτε οἰήσεται εἶναι αὐτὸν ἕτερόν τινα ὃν γιγνώσκει τε καὶ αἰσθάνεται καὶ τὴν γνῶσιν αὖ καὶ ἐκείνου ἔχει κατὰ τὴν αἴσθησιν.
苏格拉底:可我当时说的是:认识其中一个且感觉到了他,并持有符合该感觉的知识,就绝不会以为他是另一个他认识且感觉到、同样持有符合感觉之知识的人。
ἦν γὰρ τοῦτο;
不是这样说的吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
§194ΣΩ. παρελείπετο δέ γέ που τὸ νῦν λεγόμενον, ἐν ᾧ δή φαμεν τὴν ψευδῆ δόξαν γίγνεσθαι τὸ ἄμφω γιγνώσκοντα καὶ ἄμφω ὁρῶντα ἤ τινα ἄλλην αἴσθησιν ἔχοντα ἀμφοῖν τὼ σημείω μὴ κατὰ τὴν αὐτοῦ αἴσθησιν ἑκάτερον ἔχειν, ἀλλʼ οἷον τοξότην φαῦλον ἱέντα παραλλάξαι τοῦ σκοποῦ καὶ ἁμαρτεῖν, ὃ δὴ καὶ ψεῦδος ἄρα ὠνόμασται.
苏格拉底:但是刚才所说的这一点大概被忽略了,在其中我们说产生了错误意见:即一个人认识两个且看到两个(或者对两个持有其他某种感觉),他没有将这两个印记各自符合其专属的感觉来持有,而是像一个蹩脚的射手射箭,偏离了目标并射偏,这确实就是被称作“错误(虚假)”的东西。
ΘΕΑΙ. εἰκότως γε.
泰阿泰德:理所当然。
ΣΩ. καὶ ὅταν τοίνυν τῷ μὲν παρῇ αἴσθησις τῶν σημείων, τῷ δὲ μή, τὸ δὲ τῆς ἀπούσης αἰσθήσεως τῇ παρούσῃ προσαρμόσῃ, πάντῃ ταύτῃ ψεύδεται ἡ διάνοια.
苏格拉底:因此,当对其中一个印记持有感觉,对另一个则没有,而把没有感觉的那个印记与现有的感觉相配合时,理智在各方面都会犯错。
καὶ ἑνὶ λόγῳ, περὶ ὧν μὲν μὴ οἶδέ τις μηδʼ ἐπῄσθετο πώποτε, οὐκ ἔστιν, ὡς ἔοικεν, οὔτε ψεύδεσθαι οὔτε ψευδὴς δόξα, εἴ τι νῦν ἡμεῖς ὑγιὲς λέγομεν·
简而言之,对于一个人既不知道也从未感觉过的事物,看来是不可能犯错或产生错误意见的,如果我们现在所说的话还有什么健全之处的话。
περὶ δὲ ὧν ἴσμεν τε καὶ αἰσθανόμεθα, ἐν αὐτοῖς τούτοις στρέφεται καὶ ἑλίττεται ἡ δόξα ψευδὴς καὶ ἀληθὴς γιγνομένη, καταντικρὺ μὲν καὶ κατὰ τὸ εὐθὺ τὰ οἰκεῖα συνάγουσα ἀποτυπώματα καὶ τύπους ἀληθής, εἰς πλάγια δὲ καὶ σκολιὰ ψευδής.
然而,对于我们既认识又感觉到cke的事物,意见正是围绕着这些事物打转、扭曲,从而产生虚假和真实的意见:当它把专属的印记和型直接、笔直地结合起来时,就是真实的;当它斜着、歪着结合时,就是虚假的。
ΘΕΑΙ. οὐκοῦν καλῶς, ὦ Σώκρατες, λέγεται;
泰阿泰德:苏格拉底,这不是说得很美妙吗?
ΣΩ. ἔτι τοίνυν καὶ τάδε ἀκούσας μᾶλλον αὐτὸ ἐρεῖς.
苏格拉底:如果你听了下面的话,你更会这么说。
τὸ μὲν γὰρ τἀληθὲς δοξάζειν καλόν, τὸ δὲ ψεύδεσθαι αἰσχρόν.
因为抱有真实的意见是美妙的,而犯错则是丑陋的。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不是呢?
ΣΩ. ταῦτα τοίνυν φασὶν ἐνθένδε γίγνεσθαι.
苏格拉底:那么,人们说这些事情是从以下原因产生的。
ὅταν μὲν ὁ κηρός του ἐν τῇ ψυχῇ βαθύς τε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος ᾖ, τὰ ἰόντα διὰ τῶν αἰσθήσεων, ἐνσημαινόμενα εἰς τοῦτο τὸ τῆς ψυχῆς κέαρ, ὃ ἔφη Ὅμηρος αἰνιττόμενος τὴν τοῦ κηροῦ ὁμοιότητα, τότε μὲν καὶ τούτοις καθαρὰ τὰ σημεῖα ἐγγιγνόμενα καὶ ἱκανῶς τοῦ βάθους ἔχοντα πολυχρόνιά τε γίγνεται καὶ εἰσὶν οἱ τοιοῦτοι πρῶτον μὲν εὐμαθεῖς, ἔπειτα μνήμονες, εἶτα οὐ παραλλάττουσι τῶν αἰσθήσεων τὰ σημεῖα ἀλλὰ δοξάζουσιν ἀληθῆ.
当一个人的灵魂中的蜡深厚、丰富、平滑且调和适度时,通过感官进来的东西,就会印刻在灵魂的这个心(蜡心)里——荷马就是以此暗示它与蜡的相似性——那么,在这些人身上,产生的印记是清晰的,且有足够的深度,从而能持久保存。
σαφῆ γὰρ καὶ ἐν εὐρυχωρίᾳ ὄντα ταχὺ διανέμουσιν ἐπὶ τὰ αὑτῶν ἕκαστα ἐκμαγεῖα, ἃ δὴ ὄντα καλεῖται, καὶ σοφοὶ δὴ οὗτοι καλοῦνται.
这样的人,首先易于学习,其次记忆力强,再者不会错置感觉的印记,而是持有真实的意见。
ἢ οὐ δοκεῖ σοι;
因为印记既清晰又处于宽敞的地方,他们能迅速将它们分发到各自的型(印模)中,这些型就被称为“实存”,而这些人就被称为“智者”。
ΘΕΑΙ. ὑπερφυῶς μὲν οὖν.
你觉得呢?
ΣΩ. ὅταν τοίνυν λάσιόν του τὸ κέαρ ᾖ, ὃ δὴ ἐπῄνεσεν ὁ πάσσοφος ποιητής, ἢ ὅταν κοπρῶδες καὶ μὴ καθαροῦ τοῦ κηροῦ, ἢ ὑγρὸν σφόδρα ἢ σκληρόν, ὧν μὲν ὑγρὸν εὐμαθεῖς μέν, ἐπιλήσμονες δὲ γίγνονται, ὧν δὲ σκληρόν, τἀναντία.
泰阿泰德:简直对极了。
οἱ δὲ δὴ λάσιον καὶ τραχὺ λιθῶδές τι ἢ γῆς ἢ κόπρου συμμιγείσης ἔμπλεων ἔχοντες ἀσαφῆ τὰ ἐκμαγεῖα ἴσχουσιν.
苏格拉底:但是,如果某人的心是多毛的(粗野的),这正是那位无所不知的诗人所赞美的,或者当它是泥泞的且蜡质不纯,或者非常湿润或坚硬时。 那些蜡质湿润的人易于学习,却容易忘记;而蜡质坚硬的人则相反。 而那些心多毛而粗糙、充满石头或混杂了泥土和粪便的人,他们所持有的印记就不清晰。

词汇与语法注释

  1. 193cἐμβιβάσας προσαρμόσαι εἰς τὸ ἑαυτῆς ἴχνος — 主格分词 ἐμβιβάσας(“塞入/塞进”)与主句动词 προθυμηθῶ(“我努力”)的主语(苏格拉底)一致。不定式 προσαρμόσαι 作为目的或与 προθυμηθῶ 连用,表示“努力将[各自的视力]推进并契合到它自身的痕迹(印迹)中”这一连贯的意图。
  2. 194aτὸ ἄμφω γιγνώσκοντα καὶ ἄμφω ὁρῶντα... μὴ κατὰ τὴν αὐτοῦ αἴσθησιν ἑκάτερον ἔχειν — 这是一个带有宾格主语(ἄμφω γιγνώσκοντα καὶ ἄμφω ὁρῶντα)的宾格不定式结构,与前面的 ἔχειν 相结合。这一整句作为前文 ἐν ᾧ(“在其中”)的同位语,具体解释了错误意见产生的场景,即“当一个人既认识两者又看见两者时……却未能将两个印记分别对应于其自身的感觉而持有”。
  3. 194cκέαρ — 柏拉图在此利用了荷马史诗中的“心”(κῆρ,此处写为 κέαρ)与“蜡”(κηρός)之间的谐音和语源联系。这是柏拉图特有的诗意解释,通过双关语将灵魂中的蜡块比喻与魂的认知及情感功能紧密结合起来。

引用这一段

柏拉图, 泰阿泰德篇 §193-194. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:193-194

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。