Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §188

虚假意见的可能与基于知与不知的考察

第 30 段,共 45 段 · 希腊语

内容简介

苏格拉底与泰阿泰德探讨虚假意见是如何可能的。他们首先确认在“知道或不知道”的二分法下这是不可能的,随后转向从“存在与不存在”的角度进行审查。

§188ΣΩ. οὐκοῦν τόδε γʼ ἔσθʼ ἡμῖν περὶ πάντα καὶ καθʼ ἕκαστον, ἤτοι εἰδέναι ἢ μὴ εἰδέναι;
苏格拉底:那么,对于我们来说,关于一切事物以及每一个具体事物,难道不是要么知道、要么不知道吗?
μανθάνειν γὰρ καὶ ἐπιλανθάνεσθαι μεταξὺ τούτων ὡς ὄντα χαίρειν λέγω ἐν τῷ παρόντι· νῦν γὰρ ἡμῖν πρὸς λόγον ἐστὶν οὐδέν.
因为在它们之间的“学习”和“遗忘”,我目前姑且置之不理(对它们说再见);因为目前它们对我们的论证毫无用处。
ΘΕΑΙ. ἀλλὰ μήν, ὦ Σώκρατες, ἄλλο γʼ οὐδὲν λείπεται περὶ ἕκαστον πλὴν εἰδέναι ἢ μὴ εἰδέναι.
泰阿泰德:然而,苏格拉底,关于每一个具体事物,确实没有留下别的选择,除了知道或不知道。
ΣΩ. οὐκοῦν ἤδη ἀνάγκη τὸν δοξάζοντα δοξάζειν ἢ ὧν τι οἶδεν ἢ μὴ οἶδεν;
苏格拉底:那么,形成意见的人,难道不是必然要在他所知道的事情中形成某种意见,或者在他不知道的事情中形成意见吗?
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΣΩ. καὶ μὴν εἰδότα γε μὴ εἰδέναι τὸ αὐτὸ ἢ μὴ εἰδότα εἰδέναι ἀδύνατον.
苏格拉底:而且,知道的人不知道这同一个事物,或者不知道的人知道它,确实是不可能的。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么可能不是这样呢?
ΣΩ. ἆρʼ οὖν ὁ τὰ ψευδῆ δοξάζων, ἃ οἶδε, ταῦτα οἴεται οὐ ταῦτα εἶναι ἀλλὰ ἕτερα ἄττα ὧν οἶδε, καὶ ἀμφότερα εἰδὼς ἀγνοεῖ αὖ ἀμφότερα;
苏格拉底:那么,那些形成错误意见的人,是在想他所知道的这些事情,不是这些事情,而是他所知道的其他某些事情,从而在知道两者的同时,又对两者一无所知吗?
ΘΕΑΙ. ἀλλʼ ἀδύνατον, ὦ Σώκρατες.
泰阿泰德:但这是不可能的,苏格拉底。
ΣΩ. ἀλλʼ ἆρα, ἃ μὴ οἶδεν, ἡγεῖται αὐτὰ εἶναι ἕτερα ἄττα ὧν μὴ οἶδε, καὶ τοῦτʼ ἔστι τῷ μήτε Θεαίτητον μήτε Σωκράτη εἰδότι εἰς τὴν διάνοιαν λαβεῖν ὡς ὁ Σωκράτης Θεαίτητος ἢ Θεαίτητος Σωκράτης;
苏格拉底:那么,他难道认为,他所不知道的事情,是他所不知道的其他某些事情吗? 而这就像一个既不知道泰阿泰德又不知道苏格拉底的人,在心里认为苏格拉底是泰阿泰德,或者泰阿泰德是苏格拉底一样吗?
ΘΕΑΙ. καὶ πῶς ἄν;
泰阿泰德:这又怎么可能呢?
ΣΩ. ἀλλʼ οὐ μήν, ἅ γέ τις οἶδεν, οἴεταί που ἃ μὴ οἶδεν αὐτὰ εἶναι, οὐδʼ αὖ ἃ μὴ οἶδεν, ἃ οἶδεν.
苏格拉底:但是,一个人绝不会把任何他知道的事情当成他不知道的事情,反之,也不会把他不知道的事情当成他知道的事情。
ΘΕΑΙ. τέρας γὰρ ἔσται.
泰阿泰德:因为那将是一个怪物(不可思议的事)。
ΣΩ. πῶς οὖν ἂν ἔτι ψευδῆ δοξάσειεν;
苏格拉底:那么,人们还怎么可能形成错误意见呢?
ἐκτὸς γὰρ τούτων ἀδύνατόν που δοξάζειν, ἐπείπερ πάντʼ ἢ ἴσμεν ἢ οὐκ ἴσμεν, ἐν δὲ τούτοις οὐδαμοῦ φαίνεται δυνατὸν ψευδῆ δοξάσαι.
因为在这些情况之外形成意见大概是不可能的,因为我们对一切事物要么知道,要么不知道,而在这些情况之内,似乎没有任何地方可能形成错误意见。
ΘΕΑΙ. ἀληθέστατα.
泰阿泰德:确实如此。
ΣΩ. ἆρʼ οὖν οὐ ταύτῃ σκεπτέον ὃ ζητοῦμεν, κατὰ τὸ εἰδέναι καὶ μὴ εἰδέναι ἰόντας, ἀλλὰ κατὰ τὸ εἶναι καὶ μή;
苏格拉底:那么,我们是否不应该沿着知道和不知道的道路,而应该沿着存在和不存在的道路,来审查我们所寻找的问题呢?
ΘΕΑΙ. πῶς λέγεις;
泰阿泰德:你是指什么?
ΣΩ. μὴ ἁπλοῦν ᾖ ὅτι ὁ τὰ μὴ ὄντα περὶ ὁτουοῦν δοξάζων οὐκ ἔσθʼ ὡς οὐ ψευδῆ δοξάσει, κἂν ὁπωσοῦν ἄλλως τὰ τῆς διανοίας ἔχῃ.
苏格拉底:难道不是以下这个简单的情况吗? 即,无论关于什么,形成关于不存在之物的意见的人,不可能不形成错误意见,无论他的心灵状态在其他方面如何。
ΘΕΑΙ. εἰκός γʼ αὖ, ὦ Σώκρατες.
泰阿泰德:这在目前看来确实是合乎情理的,苏格拉底。
ΣΩ. πῶς οὖν; τί ἐροῦμεν, ὦ Θεαίτητε, ἐάν τις ἡμᾶς ἀνακρίνῃ·
苏格定:那我们怎么办?
δυνατὸν δὲ ὁτῳοῦν ὃ λέγεται, καί τις ἀνθρώπων τὸ μὴ ὂν δοξάσει, εἴτε περὶ τῶν ὄντων του εἴτε αὐτὸ καθʼ αὑτό;
泰阿泰德,如果有人拷问我们说: “任何被说及的事情对任何人都是可能的吗? 即,是否有人会形成关于不存在之物的意见,无论是关于某个存在的事物,还是关于它自身?
καὶ ἡμεῖς δή, ὡς ἔοικεν, πρὸς ταῦτα φήσομεν· ὅταν γε μὴ ἀληθῆ οἴηται οἰόμενος·
” 而我们,看起来,大概会对这些问题回答说: “只要一个人在形成意见时,所想的不是真实的事情。
ἢ πῶς ἐροῦμεν;
” 或者我们该怎么说呢?
ΘΕΑΙ. οὕτως.
泰阿泰德:就像这样。
ΣΩ. ἦ οὖν καὶ ἄλλοθί που τὸ τοιοῦτόν ἐστιν;
苏格拉底:那么,在其他任何地方也有类似的事情吗?
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:什么样的事情?
ΣΩ. εἴ τις ὁρᾷ μέν τι, ὁρᾷ δὲ οὐδέν.
苏格拉底:比如有人在看着某种东西,但却什么也没看到。
ΘΕΑΙ. καὶ πῶς;
泰阿泰德:这怎么可能呢?
ΣΩ. ἀλλὰ μὴν εἰ ἕν γέ τι ὁρᾷ, τῶν ὄντων τι ὁρᾷ.
苏格拉底:然而,如果他确实看到了某个单一的东西,他就看到了存在的事物中的某一个。
ἢ σὺ οἴει ποτὲ τὸ ἓν ἐν τοῖς μὴ οὖσιν εἶναι;
难道你认为“单一”可以存在于不存在的事物之中吗?
ΘΕΑΙ. οὐκ ἔγωγε.
泰阿泰德:我可不这么认为。
ΣΩ. ὁ ἄρα ἕν γέ τι ὁρῶν ὄν τι ὁρᾷ.
苏格拉底:因此,看到某个单一东西的人,就看到了某种存在的事物。
ΘΕΑΙ. φαίνεται.
泰阿泰德:看起来是这样。

词汇与语法注释

  1. 188aχαίρειν λέγω — 意为“说再见”或“弃置、不予理会”的惯用词组。在这里表示“暂时不予考虑”,即宣布将“学习”(μανθάνειν)和“遗忘”(ἐπιλανθάνεσθαι)排除在当前的探讨范围之外。
  2. 188bτῷ μήτε Θεαίτητον μήτε Σωκράτη εἰδότι — 与格分词,用作非人称动词(表示可能)`ἔστι` 所引导的不定式短语 `εἰς τὴν διάνοιαν λαβεῖν` 的逻辑主语。表示“对于既不认识……的人来说,在心中抱有……的想法是可能的”。
  3. 188dμὴ ἁπλοῦν ᾖ ὅτι — 由 `μὴ` 引导加上虚拟语气(`ᾖ`)的独立主句,表示一种温和的推测或设问(“难道不是一个简单的情况,即……”)。`ὅτι` 引导的名词性从句具体解释了形容词 `ἁπλοῦν`(简单的事)的内容。
  4. 188dοὐκ ἔσθʼ ὡς οὐ — 双重否定表示强烈肯定(“不……是不可能的”,即“必然会……”)的惯用句型。此处与 `δοξάσει`(将来时直说语气)连用,表明形成关于不存在之物的意见的人,其产生错误意见是不可避免的。

引用这一段

柏拉图, 泰阿泰德篇 §188. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:188

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。