Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §186-187

感觉与知识的区别及真信念的提出

第 29 段,共 45 段 · 希腊语

内容简介

苏格拉底与泰阿泰德得出结论:感觉与知识绝非同一回事,因为仅凭肉体感觉无法触及存在或真理,只有灵魂自身的推理才能把握它们。随后,他们转而将知识定义为“真实的意见”,并为了检验这一新定义,开始重新探讨错误意见是如何产生的。

§186ΘΕΑΙ. ἀλλὰ μὴν φαίνεταί γε.
泰阿泰德:但是,确实看起来是这样。
ΣΩ. ποτέρων οὖν τίθης τὴν οὐσίαν;
苏格拉底:那么,你把“存在”归入这两类中的哪一类呢?
τοῦτο γὰρ μάλιστα ἐπὶ πάντων παρέπεται.
因为这最是伴随一切事物的。
ΘΕΑΙ. ἐγὼ μὲν ὧν αὐτὴ ἡ ψυχὴ καθʼ αὑτὴν ἐπορέγεται.
泰阿泰德:我把它归入灵魂自身通过它自己所追求的那一类中。
ΣΩ. ἦ καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ τὸ ταὐτὸν καὶ ἕτερον;
苏格拉底:这也包括相似与不相似、同一与差异吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τί δέ; καλὸν καὶ αἰσχρὸν καὶ ἀγαθὸν καὶ κακόν;
苏格拉底:那么,美与丑、善与恶呢?
ΘΕΑΙ. καὶ τούτων μοι δοκεῖ ἐν τοῖς μάλιστα πρὸς ἄλληλα σκοπεῖσθαι τὴν οὐσίαν, ἀναλογιζομένη ἐν ἑαυτῇ τὰ γεγονότα καὶ τὰ παρόντα πρὸς τὰ μέλλοντα.
泰阿泰德:在我看来,对于这些,灵魂也是最在它们彼此的关联中审视它们的存在,在自身之中将过去和现在与未来对照着进行推论。
ΣΩ. ἔχε δή·
苏格拉底:等一下。
ἄλλο τι τοῦ μὲν σκληροῦ τὴν σκληρότητα διὰ τῆς ἐπαφῆς αἰσθήσεται, καὶ τοῦ μαλακοῦ τὴν μαλακότητα ὡσαύτως;
灵魂通过触觉感知硬物的硬度,同样感知软物的软度,难道不是这样吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τὴν δέ γε οὐσίαν καὶ ὅτι ἐστὸν καὶ τὴν ἐναντιότητα πρὸς ἀλλήλω καὶ τὴν οὐσίαν αὖ τῆς ἐναντιότητος αὐτὴ ἡ ψυχὴ ἐπανιοῦσα καὶ συμβάλλουσα πρὸς ἄλληλα κρίνειν πειρᾶται ἡμῖν.
苏格拉底:但至于它们的存在、它们“存在”这回事、它们彼此之间的对立、以及这种对立本身的存在,则是灵魂自身通过回顾它们并进行相互比较,来试图为我们做出判断的。
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:完全是这样。
ΣΩ. οὐκοῦν τὰ μὲν εὐθὺς γενομένοις πάρεστι φύσει αἰσθάνεσθαι ἀνθρώποις τε καὶ θηρίοις, ὅσα διὰ τοῦ σώματος παθήματα ἐπὶ τὴν ψυχὴν τείνει· τὰ δὲ περὶ τούτων ἀναλογίσματα πρός τε οὐσίαν καὶ ὠφέλειαν μόγις καὶ ἐν χρόνῳ διὰ πολλῶν πραγμάτων καὶ παιδείας παραγίγνεται οἷς ἂν καὶ παραγίγνηται;
苏格拉底:因此,人类和野兽一出生,就自然能够感知所有通过身体传达到灵魂的感受;但关于这些感受在存在和益处方面的推论,即使对于那些能够获得它们的人来说,也只能在漫长的岁月里,通过许多艰辛和教育,才勉强获得,难道不是这样吗?
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:完全是这样。
ΣΩ. οἷόν τε οὖν ἀληθείας τυχεῖν, ᾧ μηδὲ οὐσίας;
苏格拉底:那么,对于一个连存在都触及不到的东西,可能触及真理吗?
ΘΕΑΙ. ἀδύνατον.
泰阿泰德:不可能。
ΣΩ. οὗ δὲ ἀληθείας τις ἀτυχήσει, ποτὲ τούτου ἐπιστήμων ἔσται;
苏格拉底:而如果一个人错失了某事物的真理,他还能拥有关于这事物的知识吗?
ΘΕΑΙ. καὶ πῶς ἄν, ὦ Σώκρατες;
泰阿泰德:怎么可能呢,苏格拉底?
ΣΩ. ἐν μὲν ἄρα τοῖς παθήμασιν οὐκ ἔνι ἐπιστήμη, ἐν δὲ τῷ περὶ ἐκείνων συλλογισμῷ· οὐσίας γὰρ καὶ ἀληθείας ἐνταῦθα μέν, ὡς ἔοικε, δυνατὸν ἅψασθαι, ἐκεῖ δὲ ἀδύνατον.
苏格拉底:因此,知识并不在于感受之中,而是在于对这些感受的推理之中;因为看起来,在后者中是有可能触及存在和真理的,而在前者中是不可能的。
ΘΕΑΙ. φαίνεται.
泰阿泰德:看起来是这样。
ΣΩ. ἦ οὖν ταὐτὸν ἐκεῖνό τε καὶ τοῦτο καλεῖς, τοσαύτας διαφορὰς ἔχοντε;
苏格拉底:那么,既然那两者有如此大的差别,你还会用相同的名字来称呼它们吗?
ΘΕΑΙ. οὔκουν δὴ δίκαιόν γε.
泰阿泰德:那当然是不公允的。
ΣΩ. τί οὖν δὴ ἐκείνῳ ἀποδίδως ὄνομα, τῷ ὁρᾶν ἀκούειν ὀσφραίνεσθαι ψύχεσθαι θερμαίνεσθαι;
苏格拉底:那么,你给那一类——看、听、闻、感觉冷、感觉热——赋予什么名字呢?
ΘΕΑΙ. αἰσθάνεσθαι ἔγωγε· τί γὰρ ἄλλο;
泰阿泰德:我叫它感知;还能是什么呢?
ΣΩ. σύμπαν ἄρʼ αὐτὸ καλεῖς αἴσθησιν;
苏格拉底:那么你把这整个称为感觉吗?
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΣΩ. ὧι γε, φαμέν, οὐ μέτεστιν ἀληθείας ἅψασθαι·
苏格拉底:而正如我们所说,这无法触及真理,因为它也无法触及存在。
οὐδὲ γὰρ οὐσίας. ΘΕΑΙ. οὐ γὰρ οὖν.
泰阿泰德:确实没有。
ΣΩ. οὐδʼ ἄρʼ ἐπιστήμης.
苏格拉底:因此也就无法触及知识。
ΘΕΑΙ. οὐ γάρ.
泰阿泰德:确实不能。
ΣΩ. οὐκ ἄρʼ ἂν εἴη ποτέ, ὦ Θεαίτητε, αἴσθησίς τε καὶ ἐπιστήμη ταὐτόν.
苏格拉底:那么,泰阿泰德,感觉与知识就绝不会是同一回事了。
ΘΕΑΙ. οὐ φαίνεται, ὦ Σώκρατες.
泰阿泰德:看起来并非如此,苏格拉底。
καὶ μάλιστά γε νῦν καταφανέστατον γέγονεν ἄλλο ὂν αἰσθήσεως ἐπιστήμη.
现在,知识与感觉是两码事这一点,已经变得最为显而易见了。
§187ΣΩ. ἀλλʼ οὔ τι μὲν δὴ τούτου γε ἕνεκα ἠρχόμεθα διαλεγόμενοι, ἵνα εὕρωμεν τί ποτʼ οὐκ ἔστʼ ἐπιστήμη, ἀλλὰ τί ἔστιν.
苏格拉底:然而,我们开始讨论绝不是为了寻找知识“不是什么”,而是为了寻找它是“什么”。
ὅμως δὲ τοσοῦτόν γε προβεβήκαμεν, ὥστε μὴ ζητεῖν αὐτὴν ἐν αἰσθήσει τὸ παράπαν ἀλλʼ ἐν ἐκείνῳ τῷ ὀνόματι, ὅτι ποτʼ ἔχει ἡ ψυχή, ὅταν αὐτὴ καθʼ αὑτὴν πραγματεύηται περὶ τὰ ὄντα.
不过,我们至少已经取得了一定的进展,即根本不在感觉中寻找知识,而是在那个名字里寻找——无论那个名字是什么——即当灵魂自身独立地探讨存在的事物时所具有的那个名字。
ΘΕΑΙ. ἀλλὰ μὴν τοῦτό γε καλεῖται, ὦ Σώκρατες, ὡς ἐγᾦμαι, δοξάζειν.
泰阿泰德:但是,苏格拉底,我认为那正是被称为“形成意见”。
ΣΩ. ὀρθῶς γὰρ οἴει, ὦ φίλε.
苏格拉底:你想得很对,我的朋友。
καὶ ὅρα δὴ νῦν πάλιν ἐξ ἀρχῆς, πάντα τὰ πρόσθεν ἐξαλείψας, εἴ τι μᾶλλον καθορᾷς, ἐπειδὴ ἐνταῦθα προελήλυθας.
现在请重新从头看起,抹去之前的一切,既然你已经进展到这一步,看看你是否能看得更清楚一些。
καὶ λέγε αὖθις τί ποτʼ ἐστὶν ἐπιστήμη.
重新说说看,知识究竟是什么?
ΘΕΑΙ. δόξαν μὲν πᾶσαν εἰπεῖν, ὦ Σώκρατες, ἀδύνατον, ἐπειδὴ καὶ ψευδής ἐστι δόξα· κινδυνεύει δὲ ἡ ἀληθὴς δόξα ἐπιστήμη εἶναι, καί μοι τοῦτο ἀποκεκρίσθω.
泰阿泰德:苏格拉底,要说是“一切意见”是不可能的,因为也存在错误的意见;但真实的意见很有可能就是知识,就让我以此为回答吧。
ἐὰν γὰρ μὴ φανῇ προϊοῦσιν ὥσπερ τὸ νῦν, ἄλλο τι πειρασόμεθα λέγειν.
因为如果我们继续探讨下去,发现它并不像现在看起来那样,我们将尝试说些别的。
ΣΩ. οὕτω μέντοι χρή, ὦ Θεαίτητε, λέγειν προθύμως μᾶλλον, ἢ ὡς τὸ πρῶτον ὤκνεις ἀποκρίνεσθαι.
苏格拉底:确实应当这样,泰阿泰德,要比你起初犹豫着不回答时更加积极。
ἐὰν γὰρ οὕτω δρῶμεν, δυοῖν θάτερα, ἢ εὑρήσομεν ἐφʼ ὃ ἐρχόμεθα, ἢ ἧττον οἰησόμεθα εἰδέναι ὃ μηδαμῇ ἴσμεν· καίτοι οὐκ ἂν εἴη μεμπτὸς μισθὸς ὁ τοιοῦτος.
因为如果我们这样做,二者必居其一:要么我们将找到我们正在寻找的东西,要么我们将减少把完全不知道的事情当成知道的想法;而这样的回报,确实是不容小觑的。
καὶ δὴ καὶ νῦν τί φῄς;
那么现在,你究竟怎么说?
δυοῖν ὄντοιν ἰδέαιν δόξης, τοῦ μὲν ἀληθινοῦ, ψευδοῦς δὲ τοῦ ἑτέρου, τὴν ἀληθῆ δόξαν ἐπιστήμην ὁρίζῃ;
既然意见有两种形式,一种是真实的,另一种是错误的,你是否将真实的意见定义为知识?
ΘΕΑΙ. ἔγωγε· τοῦτο γὰρ αὖ νῦν μοι φαίνεται.
泰阿泰德:是的,因为现在我再次觉得就是这样。
ΣΩ. ἆρʼ οὖν ἔτʼ ἄξιον περὶ δόξης ἀναλαβεῖν πάλιν— ΘΕΑΙ. τὸ ποῖον δὴ λέγεις;
苏格拉底:那么,我们是否还值得重新讨论关于意见的话题—— 泰阿泰德:你指的是哪一方面呢?
ΣΩ. θράττει μέ πως νῦν τε καὶ ἄλλοτε δὴ πολλάκις, ὥστʼ ἐν ἀπορίᾳ πολλῇ πρὸς ἐμαυτὸν καὶ πρὸς ἄλλον γεγονέναι, οὐκ ἔχοντα εἰπεῖν τί ποτʼ ἐστὶ τοῦτο τὸ πάθος παρʼ ἡμῖν καὶ τίνα τρόπον ἐγγιγνόμενον.
苏格拉底:无论是现在还是以前的很多时候,有一件事总在困扰着我,使我无论在面对自己还是面对他人时,都陷入了极大的困惑中,无法说明我们之中的这种状态究竟是什么,又是以何种方式产生的。
ΘΕΑΙ. τὸ ποῖον δή;
泰阿泰德:究竟是什么事呢?
ΣΩ. τὸ δοξάζειν τινὰ ψευδῆ.
苏格拉底:就是一个人会形成错误的意见。
σκοπῶ δὴ καὶ νῦν ἔτι διστάζων, πότερον ἐάσωμεν αὐτὸ ἢ ἐπισκεψώμεθα ἄλλον τρόπον ἢ ὀλίγον πρότερον.
我现在仍在犹豫着考虑,我们是应该放过它,还是以与不久前不同的方式来审视它。
ΘΕΑΙ. τί μήν, ὦ Σώκρατες, εἴπερ γε καὶ ὁπῃτιοῦν φαίνεται δεῖν;
泰阿泰德:苏格拉底,如果哪怕有任何一点点必要,怎么能不这样做呢?
ἄρτι γὰρ οὐ κακῶς γε σὺ καὶ Θεόδωρος ἐλέγετε σχολῆς πέρι, ὡς οὐδὲν ἐν τοῖς τοιοῖσδε κατεπείγει.
因为刚才你和德奥多洛斯对“闲暇”谈得很好,说在这些事情上没有什么可着急的。
ΣΩ. ὀρθῶς ὑπέμνησας·
苏格拉底:你提醒得对。
ἴσως γὰρ οὐκ ἀπὸ καιροῦ πάλιν ὥσπερ ἴχνος μετελθεῖν.
因为就像追踪足迹一样重新探讨,也许并非不合时宜。
κρεῖττον γάρ που σμικρὸν εὖ ἢ πολὺ μὴ ἱκανῶς περᾶναι.
毕竟,把一件小事办得完美,总好过把很多事办得不尽如人意。
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΣΩ. πῶς οὖν;
苏格拉底:那我们怎么做?
τί δὴ καὶ λέγομεν;
我们到底是在说什么?
ψευδῆ φαμεν ἑκάστοτε εἶναι δόξαν, καί τινα ἡμῶν δοξάζειν ψευδῆ, τὸν δʼ αὖ ἀληθῆ, ὡς φύσει οὕτως ἐχόντων;
我们是说在各种情况下都存在错误的意见,并且我们中有人产生错误的意见,另有人产生真实的意见,就像自然规律就是这样的一样吗?
ΘΕΑΙ. φαμὲν γὰρ δή.
泰阿泰德:我们确实是这样说的。

词汇与语法注释

  1. 186aἐγὼ μὲν ὧν αὐτὴ ἡ ψυχὴ καθʼ αὑτὴν ἐπορέγεται. — 对疑问代词 ποτέρων(“属于两类中的哪一类”)的回答。省略的先行词 ἐκείνων(“在那些……的类中”)被吸引为关系代词 ὧν。而关系代词 ὧν 本身采用属格,是因为动词 ἐπορέγεται(“追求”、“向往”)支配属格。
  2. 186bσκοπεῖσθαι τὴν οὐσίαν — 不定式 σκοπεῖσθαι 为中动语态,其逻辑主语根据后文阴性单数分词 ἀναλογιζομένη 的性与数可知是“灵魂”(ψυχή)。因此,τὴν οὐσίαν 不是不定式的宾格主语,而是 σκοπεῖσθαι 的直接宾语。整句意为“灵魂审视它们的存在”。
  3. 186cοἷς ἂν καὶ παραγίγνηται — 关系代词与格 οἷς 是因为动词 παραγίγνεται(“产生于”、“具备于”)支配与格。小词 ἄν 与虚拟语气 παραγίγνηται 连用,表示泛指的假设条件(“对于任何具备它们的人”)。
  4. 187aὅτι ποτʼ ἔχει — 此处的 ἔχει 构成了以名词 ὄνομα(“名称”)为先行词的关系从句(或者将 ὅ提 视为不定关系代词 ὅστις 的中性单数宾格,意为“无论灵魂具有何种名称”)。它指代灵魂在进行自主思考时的“那名称(心灵的作用)”。

引用这一段

柏拉图, 泰阿泰德篇 §186-187. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:186-187

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。